Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • εἰ μὴ ἀπʼ Οὐλύμπου βατράχους ἐλέησε Κρονίων,
  • ὅς ῥα τότʼ ἐν βατράχοισιν ἀρωγοὺς εὐθὺς ἔπεμψεν.
  • Ἦλθον δʼ ἐξαίφνης νωτάκμονες, ἀγκυλοχεῖλαι,
  • λοξοβάται, στρεβλοί, ψαλιδόστομοι, ὀστρακόδερμοι,
  • ὀστοφυεῖς, πλατύνωτοι, ἀποστίλβοντες ἐν ὤμοις,
  • βλαισοί, χειλοτένοντες, ἀπὸ στέρνων ἐσορῶντες,
  • ὀκτάποδες, δικάρηνοι, ἀχειρέες, οἱ δὲ καλεῦνται
  • καρκίνοι, οἵ ῥα μυῶν οὐρὰς στομάτεσσιν ἔκοπτον
  • ἠδὲ πόδας καὶ χεῖρας· ἀνεγνάμπτοντο δὲ λόγχαι.
  • τοὺς δὴ ὑπέδεισαν δειλοὶ μύες οὐδʼ ἔτʼ ἔμειναν,
  • ἐς δὲ φυγὴν ἐτράποντο· ἐδύετο δʼ ἥλιος ἤδη,
  • καὶ πολέμου τελετὴ μονοήμερος ἐξετελέσθη.