Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • Ἀρχόμενος πρώτης σελίδος χορὸν ἐξ Ἑλικῶνος
  • ἐλθεῖν εἰς ἐμὸν ἦτορ ἐπεύχομαι εἵνεκ᾿ ἀοιδῆς,
  • ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,
  • δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,
  • εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βαλέσθαι
  • πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,
  • γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων,
  • ὡς λόγος ἐν θνητοῖσιν ἔην· τοίην δʼ ἔχεν ἀρχήν.
  • Μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας,
  • πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον,
  • ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδε
  • λιμνόχαρις πολύφημος, ἔπος δʼ ἐφθέγξατο τοῖον·
  • Ξεῖνε τίς εἶ; πόθεν ἦλθες ἐπʼ ἠϊόνας; τίς ὁ φύσας;
  • πάντα δʼ ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω.
  • εἰ γάρ σε γνοίην φίλον ἄξιον ἐς δόμον ἄξω·
  • δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά.
  • εἰμὶ δʼ ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνην
  • τιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα·
  • [*](Titulus: Ὁμήρου βατραχομυομαχία vulg.: μυοβατραχομαχία P9: βατρα- χομαχία O²: ἀρχὴ τῆς μυοβατραχομαχίας· αὕτη δέ ἐστιτίγρητος τοῦ καρός U² V1 : ὁμήρου βατραχομυομαχίᾳ, ἐν δέ τισι τίγρητος τοῦ καρός S1 U³ V12 (γρητὸς) 1-8 litt. uncialibus scr. O² 1 πρώτης σελίδος O²: πρῶτον μουσῶν cet. (πρώτως k: πρῶτος P8, S2 ss.) 5 πάντα O2 6 ἀριστήσαντες A10 B1: ἀριστεύσοντες A8 P1 P4 V3: -εύοντες k- ἔτευξαν P8, γρ. 8 λόγος] ἔπος fg ἔχον lB1 L2 R1 ἀρχή P9 10 λίχνον O2: πίνων 1- L1 L2 L8 S2: ἁπαλὸν cet. παρέθηκε 1 L2 L8 O2 S2; προσέθηκε cet. 12 πολύφωνος 1 A10 B1 L1 P4 U3 τ᾿ ἔφατʼ ἔκ τʼ ὀνόμαζε b c f al. 13 ἠιόνας 1L8 O2 (ἠῶνας ex ἰ) S2: ἠόνα vulg. τίς ὁ φ. A8 O2: τίς δὲ vel τίς δέ σʼ cet. 18 ἐν βατράχοις 1:1 (ἐν βατράχων L3L4)
    169
  • καί με πατὴρ Πηλεὺς ἀνεθρέψατο, Ὑδρομεδούσῃ
  • μιχθεὶς ἐν φιλότητι παρʼ ὄχθας Ἠριδανοῖο.