Batrachomyomachia
Batrachomyomachia
Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.
Ξεῖνε τίς εἶ; πόθεν ἦλθες ἐπʼ ἠϊόνας; τίς ὁ φύσας;πάντα δʼ ἀλήθευσον, μὴ ψευδόμενόν σε νοήσω.εἰ γάρ σε γνοίην φίλον ἄξιον ἐς δόμον ἄξω· δῶρα δέ τοι δώσω ξεινήϊα πολλὰ καὶ ἐσθλά.εἰμὶ δʼ ἐγὼ βασιλεὺς Φυσίγναθος, ὃς κατὰ λίμνηντιμῶμαι βατράχων ἡγούμενος ἤματα πάντα·[*](Titulus: Ὁμήρου βατραχομυομαχία vulg.: μυοβατραχομαχία P9: βατρα- χομαχία O²: ἀρχὴ τῆς μυοβατραχομαχίας· αὕτη δέ ἐστιτίγρητος τοῦ καρός U² V1 : ὁμήρου βατραχομυομαχίᾳ, ἐν δέ τισι τίγρητος τοῦ καρός S1 U³ V12 (γρητὸς) 1-8 litt. uncialibus scr. O² 1 πρώτης σελίδος O²: πρῶτον μουσῶν cet. (πρώτως k: πρῶτος P8, S2 ss.) 5 πάντα O2 6 ἀριστήσαντες A10 B1: ἀριστεύσοντες A8 P1 P4 V3: -εύοντες k- ἔτευξαν P8, γρ. 8 λόγος] ἔπος fg ἔχον lB1 L2 R1 ἀρχή P9 10 λίχνον O2: πίνων 1- L1 L2 L8 S2: ἁπαλὸν cet. παρέθηκε 1 L2 L8 O2 S2; προσέθηκε cet. 12 πολύφωνος 1 A10 B1 L1 P4 U3 τ᾿ ἔφατʼ ἔκ τʼ ὀνόμαζε b c f al. 13 ἠιόνας 1L8 O2 (ἠῶνας ex ἰ) S2: ἠόνα vulg. τίς ὁ φ. A8 O2: τίς δὲ vel τίς δέ σʼ cet. 18 ἐν βατράχοις 1:1 (ἐν βατράχων L3L4)169
καί με πατὴρ Πηλεὺς ἀνεθρέψατο, Ὑδρομεδούσῃμιχθεὶς ἐν φιλότητι παρʼ ὄχθας Ἠριδανοῖο. καὶ σὲ δʼ ὁρῶ καλόν τε καὶ ἄλκιμον ἔξοχον ἄλλων,σκηπτοῦχον βασιλῆα καὶ ἐν πολέμοισι μαχητὴνἔμμεναι· ἀλλʼ ἄγε θᾶσσον ἑὴν γενεὴν ἀγόρευε.Τὸν δʼ αὖ Ψιχάρπαξ ἀπαμείβετο φώνησέν τε·