Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • Ἀρχόμενος πρώτης σελίδος χορὸν ἐξ Ἑλικῶνος
  • ἐλθεῖν εἰς ἐμὸν ἦτορ ἐπεύχομαι εἵνεκ᾿ ἀοιδῆς,
  • ἣν νέον ἐν δέλτοισιν ἐμοῖς ἐπὶ γούνασι θῆκα,
  • δῆριν ἀπειρεσίην, πολεμόκλονον ἔργον Ἄρηος,
  • εὐχόμενος μερόπεσσιν ἐς οὔατα πᾶσι βαλέσθαι
  • πῶς μύες ἐν βατράχοισιν ἀριστεύσαντες ἔβησαν,
  • γηγενέων ἀνδρῶν μιμούμενοι ἔργα Γιγάντων,
  • ὡς λόγος ἐν θνητοῖσιν ἔην· τοίην δʼ ἔχεν ἀρχήν.
  • Μῦς ποτε διψαλέος γαλέης κίνδυνον ἀλύξας,
  • πλησίον ἐν λίμνῃ λίχνον προσέθηκε γένειον,
  • ὕδατι τερπόμενος μελιηδέϊ· τὸν δὲ κατεῖδε
  • λιμνόχαρις πολύφημος, ἔπος δʼ ἐφθέγξατο τοῖον·