Batrachomyomachia

Batrachomyomachia

Batrachomyomachia. Homeri Opera, Volume 5. Allen, Thomas W., editor. Oxford: Clarendon, 1912.

  • τίπτε γένος τοὐμὸν ζητεῖς; δῆλον δʼ ἐν ἅπασιν
  • ἀνθρώποις τε θεοῖς τε καὶ οὐρανίοις πετεηνοῖς.
  • Ψιχάρπαξ μὲν ἐγὼ κικλήσκομαι· εἰμὶ δὲ κοῦρος
  • Τρωξάρταο πατρὸς μεγαλήτορος· ἡ δέ νυ μήτηρ
  • Λειχομύλη, θυγάτηρ Πτερνοτρώκτου βασιλῆος.
  • γείνατο δʼ ἐν καλύβῃ με καὶ ἐξεθρέψατο βρωτοῖς,
  • σύκοις καὶ καρύοις καὶ ἐδέσμασι παντοδαποῖσιν.
  • πῶς δὲ φίλον ποιῇ με, τὸν ἐς φύσιν οὐδὲν ὁμοῖον;
  • σοὶ μὲν γὰρ βίος ἐστὶν ἐν ὕδασιν· αὐτὰρ ἔμοιγε
  • ὅσσα παρʼ ἀνθρώποις τρώγειν ἔθος· οὐδέ με λήθει
  • ἄρτος τρισκοπάνιστος ἀπʼ εὐκύκλου κανέοιο,
  • οὐδὲ πλακοῦς τανύπεπλος ἔχων πολὺ σησαμότυρον,