De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Εἰ δὲ τῶν εἰρημένων ἕκαστόν ἐστιν ἀνθρώπῳ κατὰ φύσιν, καὶ δεῖται μὲν τροφῆς διὰ τὴν ζωήν, δεῖται δὲ διαδοχῆς διὰ τὴν τοῦ γένους διαμονήν, δεῖται δὲ δίκης διὰ τὸ τῆς τροφῆς καὶ τῆς διαδοχῆς ἔννομον, ἀνάγκη δήπου, τῆς τροφῆς καὶ τῆς διαδοχῆς ἐπὶ τὸ συναμφότερον φερομένης, ἐπὶ τοῦτο φέρεσθαι καὶ τὴν δίκην, λέγω δὲ συναμφότερον τὸν ἐκ ψυχῆς καὶ σώματος ἄνθρωπον, καὶ τὸν τοιοῦτον ἄνθρωπον γίνεσθαι πάντων τῶν πεπραγμένων ὑπόδικον, τήν τε ἐπὶ τούτοις δέχεσθαι τιμὴν ἢ τιμωρίαν.

Εἰ δὲ κατὰ τοῦ συναμφοτέρου φέρει τὴν ἐπὶ τοῖς εἰργασμένοις δίκην ἡ δικαία κρίσις, καὶ μήτε τὴν ψυχὴν μόνην δεῖ κομίσασθαι τὰ ἐπίχειρα τῶν μετὰ τοῦ σώματος εἰργασμένων (ἀπροσπαθὴς γὰρ αὕτη καθ᾿ ἑαυτὴν τῶν περὶ τὰς σωματικὰς ἡδονὰς ἢ τροφὰς καὶ θεραπείας γινομένων πλημμελημάτων) μήτε τὸ σῶμα μόνον (ἄκριτον γὰρ τοῦτο καθ᾿ ἑαυτὸ νόμου καὶ δίκης), ὁ δὲ ἐκ τούτων ἄνθρωπος τὴν ἐφ᾿ ἑκάστῳ τῶν εἰργασμένων αὐτῷ δέχεται κρίσιν, τοῦτο δὲ οὔτε κατὰ τήνδε τὴν ζωὴν εὑρίσκει συμβαῖνον ὁ λόγος (οὐ γὰρ σώζεται τὸ κατ᾿ ἀξίαν ἐν τῷ παρόντι βίῳ, διὰ τὸ πολλοὺς μὲν ἀθέους καὶ πᾶσαν ἀνομίαν καὶ κακίαν ἐπιτηδεύοντας μέχρι τελευτῆς διατελεῖν κακῶν ἀπειράτους, καὶ τοὐναντίον τοὺς κατὰ πᾶσαν ἀρετὴν ἐξητασμένον τὸν ἑαυτῶν βίον ἐπιδειξαμένους ἐν ὀδύναις ζῆν, ἐν ἐπηρείαις, ἐν συκοφαντίαις, αἰκίαις τε καὶ παντοίαις κακοπαθείαις) οὔτε δὲ μετὰ θάνατον (οὐδὲ γὰρ ἔστιν ἔτι τὸ συναμφότερον, χωριζομένης μὲν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος, σκεδαννυμένου δὲ καὶ αὐτοῦ τοῦ σώματος εἰς ἐκεῖνα πάλιν ἐξ ὦν συνεφορήθη, καὶ μηδὲν ἔτι σώζοντος τῆς

v.1.p.78
προτέρας φυῆς ἢ μορφῆς, ἤ πού γε τὴν μνήμην τῶν πεπραγμένων), εὔδηλον παντὶ τὸ λειπόμενον, ὅτι δεῖ κατὰ τὸν ἀπόστολον τὸ φθαρτὸν τοῦτο καὶ σκεδαστὸν ἐνδύσασθαι ἀφθαρσίαν, ἵνα, ζωοποιηθέντων ἐξ ἀναστάσεως τῶν νεκρωθέντων καὶ πάλιν ἑνωθέντων τῶν κεχωρισμένων ἢ καὶ πάντη διαλελυμένων, ἕκαστος κομίσηται δικαίως ἃ διὰ τοῦ σώματος ἔπραξεν, εἴτε ἀγαθὰ εἴτε κακά.

Πρὸς μὲν οὖν τοὺς ὁμολογοῦντας τὴν πρόνοιαν καὶ τὰς αὐτὰς ἡμῖν παραδεξαμένους ἀρχάς, εἶτα τῶν οἰκείων ὑποθέσεων οὐκ οἶδ᾿ ὅπως ἐκπίπτοντας, τοιούτοις χρήσαιτ᾿ ἄν τις λόγοις καὶ πολλῷ πλείοσι τούτων, εἴ γε πλατύνειν ἐθέλοι τὰ συντόμως καὶ κατ᾿ ἐπιδρομὴν εἰρημένα.

Πρὸς δέ γε τοὺς περὶ τῶν πρώτων διαφερομένους ἴσως ἂν ἔχοι καλῶς ἑτέραν ὑποθέσθαι πρὸ τούτων ἀρχήν, συνδιαποροῦντας αὐτοῖς περὶ ὦν δοξάζουσι, καὶ τοιαῦτα συνδιασκεπτομένους, ἆρά γε πάντη καθάπαξ ἡ τῶν ἀνθρώπων παρῶπται ζωὴ καὶ σύμπας ὁ βίος, ζόφος δέ τις βαθὺς κατακέχυται τῆς γῆς, ἀγνοίᾳ καὶ σιγῇ κρύπτων αὐτούς τε τοὺς ἀνθρώπους καὶ τὰς τούτων πράξεις, ἢ πολὺ τούτων ἀσφαλέστερον τὸ δοξάζειν ὅτι τοῖς ἑαυτοῦ ποιήμασιν ἐφέστηκεν ὁ ποιήσας, πάντων τῶν ὁπωσοῦν ὄντων ἢ γινομένων ἔφορος, ἔργων τε καὶ βουλευμάτων κριτής.

Εἰ μὲν γὰρ μηδεμία μηδαμοῦ τῶν ἀνθρώποις πεπραγμένων γίνοιτο κρίσις, οὐδὲν ἕξουσι πλεῖον τῶν ἀλόγων ἄνθρωποι· μᾶλλον δὲ κἀκείνων πράξουσιν ἀθλιώτερον, οἱ τὰ πάθη δουλαγωγοῦντες καὶ φροντίζοντες εὐσεβείας καὶ δικαιοσύνης ἢ τῆς ἄλλης ἀρετῆς, ὁ δὲ κτηνώδης βίος ἄριστος, ἀρετὴ δὲ ἀνόητος, δίκης δὲ ἀπειλὴ γέλως πλατύς, τὸ δὲ πᾶσαν θεραπεύειν ἡδονὴν ἀγαθὸν τὸ μέγιστον, δόγμα δὲ κοινὸν τούτων ἁπάντων καὶ νόμος εἶς τὸ τοῖς ἀκολάστοις καὶ λάγνοις φίλον Φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνήσκομεν. Τοῦ γὰρ τοιούτου βίου τέλος οὐδὲ ἡδονὴ

v.1.p.79
κατά τινας, ἀλλ᾿ ἀναισθησία παντελής.

Εἰ δέ ἐστί τις τῷ ποιήσαντι τοὺς ἀνθρώπους τῶν ἰδίων ποιημάτων φροντὶς καὶ σώζεταί που τῶν εὗ ἢ κακῶς βεβιωμένων ἡ διάκρισις, ἤτοι κατὰ τὸν παρόντα βίον, ζώντων ἔτι τῶν κατ᾿ ἀρετὴν ἢ κακίαν βεβιωκότων, ἢ μετὰ θάνατον, ἐν χωρισμῷ καὶ διαλύσει τυγχανόντων. Ἀλλὰ κατ᾿ οὐδέτερον τῶν εἰρημένων εὑρεῖν δυνατὸν σωζομένην τὴν δικαίαν κρίσιν· οὔτε γὰρ οἱ σπουδαῖοι κατὰ τὴν παροῦσαν ζωὴν φέρονται τὰ τῆς ἀρετῆς ἐπίχειρα, οὔτε μὴν οἱ φαῦλοι τὰ τῆς κακίας.