De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Οὔτε γὰρ ἐν ὑγροῖς ἔτι τοῖς σπέρμασι τούτων ἔστιν ἰδεῖν οὐδέν, οὔτε μὴν τοῖς νηπίοις ἐμφαίνεταί τι τῶν τοῖς τελείοις ἐπιγινομένων, ἢ τῇ τῶν τελείων ἡλικίᾳ τὰ τῶν παρηβηκότων, ἢ τούτοις τὰ τῶν γεγηρακότων.

Ἀλλὰ δὴ καίτοι τῶν εἰρημένων τινῶν μὲν οὔθ᾿ ὅλως τινῶν δὲ ἀμυδρῶς ἐμφαινόντων τὴν φυσικὴν ἀκολουθίαν καὶ τὰς τῇ φύσει τῶν ἀνθρώπων ἐπιγινομένας μεταβολάς, ὅμως ἴσασιν ὅσοι μὴ τυφλώττουσιν ὑπὸ κακίας ἢ ῥᾳθυμίας περὶ τὴν τούτων κρίσιν, ὅτι δεῖ πρῶτον μὲν γενέσθαι τῶν σπερμάτων καταβολήν, διαρθρωθέντων δὲ τούτων καθ᾿ ἕκαστον μέρος καὶ μόριον καὶ προελθόντων εἰς φῶς τῶν κυηθέντων ἐπιγίνεται μὲν ἡ κατὰ τὴν πρώτην ἡλικίαν αὔξησις, ἥ τε κατ᾿ αὔξησιν τελείωσις, τελειωθέντων δὲ ὕφεσις τῶν φυσικῶν δυνάμεων μέχρι γήρως, εἶτα πεπονηκότων τῶν σωμάτων ἡ διάλυσις.

Ὥσπερ οὖν ἐπὶ τούτῳ, οὔτε τοῦ σπέρματος ἐγγεγραμμένην ἔχοντος τὴν τῶν ἀνθρώπων ζωὴν ἢ μορφὴν οὔτε τῆς ζωῆς τὴν εἰς τὰς πρώτας ἀρχὰς διάλυσιν, ὁ τῶν φυσικῶς γενομένων εἱρμὸς παρέχει τὴν πίστιν τοῖς οὐκ ἐξ αὐτῶν τῶν φαινομένων ἔχουσι τὸ πιστὸν, πολὺ μᾶλλον ὁ λόγος ἐκ τῆς φυσικῆς ἀκολουθίας ἀνιχνεύων τὴν ἀλήθειαν πιστοῦται τὴν ἀνάστασιν, ἀσφαλέστερος

v.1.p.76
ὢν καὶ κρείττων τῆς πείρας πρὸς πίστωσιν ἀληθείας.

Τῶν πρώην ἡμῖν εἰς ἐξέτασιν προτεθέντων λόγων καὶ τὴν ἀνάστασιν πιστουμένων πάντες μέν εἰσιν ὁμογενεῖς, ὡς ἐκ τῆς αὐτῆς φύντες ἀρχῆς· ἀρχὴ γὰρ αὐτοῖς ἡ τῶν πρώτων ἀνθρώπων ἐκ δημιουργίας γένεσις· ἀλλ᾿ οἱ μὲν ἐξ αὐτῆς κρατύνονται τῆς πρώτης ἀρχῆς ἐξ ἧσπερ ἔφυσαν, οἱ δέ, παρεπόμενοι τῇ τε φύσει καὶ τῷ βίῳ τῶν ἀνθρώπων, ἐκ τῆς τοῦ θεοῦ περὶ ἡμᾶς προνοίας λαμβάνουσι τὴν πίστιν· ἡ μὲν γὰρ αἰτία, καθ᾿ ἣν καὶ δι᾿ ἣν γεγόνασιν ἄνθρωποι, συνεζευγμένη τῇ φύσει τῶν ἀνθρώπων, ἐκ δημιουργίας ἔχει τὴν ἰσχύν, ὁ δὲ τῆς δικαιοσύνης λόγος, καθ᾿ ὃν κρίνει θεὸς τοὺς εὖ ἢ κακῶς βεβιωκότας ἀνθρώπους, ἐκ τοῦ τούτων τέλους· φύονται μὲν γὰρ ἐκεῖθεν, ἤρτηνται δὲ μᾶλλον τῆς προνοίας.

Δεδειγμένων δὲ ἡμῖν τῶν πρώτων ὡς οἷόν τε, καλῶς ἂν ἔχοι καὶ διὰ τῶν ὑστέρων δεῖξαι τὸ προκείμενον, λέγω δὲ διὰ τῆς ὀφειλομένης ἑκάστῳ τῶν ἀνθρώπων κατὰ δικαίαν κρίσιν τιμῆς ἢ δίκης καὶ τοῦ κατὰ τὸν ἀνθρώπινον βίον τέλους, αὐτῶν δὲ τούτων προτάξαι τὸν κατὰ φύσιν ἡγούμενον, καὶ πρῶτόν γε διασκέψασθαι τὸν περὶ τῆς κρίσεως λόγον· τοσοῦτον μόνον ὑπειπόντας, φροντίδι τῆς προσηκούσης τοῖς προκειμένοις ἀρχῆς καὶ τάξεως, ὅτι δεῖ τοὺς ποιητὴν τὸν θεὸν τοῦδε τοῦ παντὸς παραδεξαμένους τῇ τούτου σοφίᾳ καὶ δικαιοσύνῃ τὴν τῶν γενομένων ἁπάντων ἀνατιθέναι φυλακήν τε καὶ πρόνοιαν, εἴ γε ταῖς ἰδίαις ἀρχαῖς παραμένειν ἐθέλοιεν, ταῦτα δὲ περὶ τούτων φρονοῦντας μηδὲν ἡγεῖσθαι μήτε τῶν κατὰ γῆν μήτε τῶν κατ᾿ οὐρανὸν ἀνεπιτρόπευτον μηδ᾿ ἀπρονόητον, ἀλλ᾿ ἐπὶ πᾶν ἀφανὲς ὀμοίως καὶ φαινόμενον, μικρόν τε καὶ μεῖζον, διήκουσαν γινώσκειν τὴν παρὰ τοῦ ποιήσαντος ἐπιμέλειαν.

Δεῖται γὰρ πάντα τὰ γενόμενα τῆς παρὰ τοῦ ποιήσαντος ἐπιμελείας, ἰδίως δὲ ἕκαστον

v.1.p.77
καθ᾿ ὃ πέφυκε καὶ πρὸς ὃ πέφυκεν· ἀχρείου γὰρ οἶμαι φιλοτιμίας τὸ κατάγειν ἢ διαιρεῖν νῦν ἢ τὸ πρόσφορον ἑκάστῃ φύσει καταλέγειν ἐθέλειν. Ὅ γε μὴν ἄνθρωπος, περὶ οὗ νῦν πρόκειται λέγειν, ὡς μὲν ἐνδεὴς δεῖται τροφῆς, ὡς δὲ θνητὸς διαδοχῆς, ὡς δὲ λογικὸς δίκης.