De Resurrectione

Athenagoras

Athenagoras. Athenagoras. March, Francis Andrew; Owen, William Baxter; editors. New York: Harper and Brothers, 1876.

Παρίημι γὰρ λέγειν ὅτι, σωζομένης τῆς φύσεως ἐν ᾖ νῦν ἐσμεν, οὔθ᾿ ἡ θνητὴ φύσις ἐνεγκεῖν οἵα τε τὴν σύμμετρον δίκην πλειόνων ἢ βαρυτέρων φερομένων πλημμελημάτων. Ὅ τε γὰρ μυρίους ἐπὶ μυρίοις ἀνελὼν ἀδίκως λῃστὴς ἢ δυνάστης ἢ τύραννος οὐκ ἂν ἑνὶ θανάτῳ λύσειε τὴν ἐπὶ τούτοις δίκην· ὅ τε μηδὲν περὶ θεοῦ δοξάζων ἀληθές, ὕβρει δὲ πάσῃ καὶ βλασφημίᾳ συζῶν, καὶ παρορῶν μὲν τὰ θεῖα, καταλύων δὲ νόμους, ὑβρίσας δὲ παῖδας ὁμοῦ καὶ γυναῖκας, κατασκάψας δὲ πόλεις ἀδίκως, ἐμπρήσας δὲ οἴκους μετὰ τῶν ἐνοικούντων καὶ δηϊώσας χώραν;καὶ τούτοις συναφανίσας δήμους καὶ λαοὺς ἢ καὶ σύμπαν ἔθνος, πῶς ἂν ἐν τῷ φθαρτῷ σώματι πρὸς τὴν τούτοις σύμμετρον ἀρκέσειε δίκην, προλαμβάνοντος τοῦ θανάτου τὸ κατ᾿ ἀξίαν καὶ μηδὲ πρὸς ἕν τι τῶν εἰργασμένων τῆς θνητῆς ἐξαρκούσης φύσεως; Οὔτ᾿ οὗν κατὰ τὴν παροῦσαν ζωὴν ἡ κατ᾿ ἀξίαν δείκνυται κρίσις οὔτε μετὰ θάνατον.

Ἤτοι γὰρ παντελής ἐστι σβέσις τῆς ζωῆς ὁ θάνατος, συνδιαλυομένης τῷ σώματι τῆς ψυχῆς καὶ συνδιαφθειρομένης, ἢ μένει μὲν καθ᾿ ἑαυτὴν ἄλυτος ἡ ψυχή, ἀσκέδαστος, ἀδιάφθορος, φθείρεται δὲ καὶ διαλύεται τὸ σῶμα, οὐδεμίαν ἔτι σῶζον οὔτε μνήμην τῶν εἰργασμένων οὔτ᾿ αἴσθησιν τῶν ἐπ᾿ αὐτῇ παθημάτων.

Σβεννυμένης μὲν γὰρ παντελῶς τῆς τῶν ἀνθρώπων ζωῆς, οὐδεμία φανήσεται

v.1.p.80
τῶν ἀνθρώπων οὐ ζώντων φροντίς, οὐ τῶν κατ᾿ ἀρετὴν ἢ κακίαν βεβιωκότων ἡ κρίσις, ἐπεισκυκληθήσεται δὲ πάλιν τὰ τῆς ἀνόμου ζωῆς καὶ τῶν ταύτῃ συνεπομένων ἀτόπων τὸ σμῆνος, τό τε τῆς ἀνομίας ταύτης κεφάλαιον ἀθεότητος.

Εἰ δὲ φθείροιτο μὲν τὸ σῶμα καὶ χωροίη πρὸς τὸ συγγενὲς τῶν λελυμένων ἕκαστον, μένοι δὲ ἡ ψυχὴ καθ᾿ ἑαυτὴν ὡς ἄφθαρτος, οὐδ᾿ οὕτως ἕξει χώραν ἡ κατ᾿ αὐτῆς κρίσις, μὴ προσούσης δικαιοσύνης· ἐπειδὴ μηδὲ θεμιτὸν ὑπολαμβάνειν ἐκ θεοῦ καὶ παρὰ θεοῦ γίνεσθαί τινα κρίσιν, ᾖ μὴ πρόσεστι τὸ δίκαιον.

Οὐ πρόσεστι δὲ τῇ κρίσει τὸ δίκαιον, μὴ σωζομένου τοῦ διαπραξαμένου τὴν δικαιοσύνην ἢ τὴν ἀνομίαν· ὁ γὰρ διαπραξάμενος ἕκαστον τῶν κατὰ τὸν βίον ἐφ᾿ οἶς ἡ κρίσις ἄνθρωπος ἦν, οὐ ψυχὴ καθ᾿ ἑαυτήν. Τὸ δὲ σύμπαν εἰπεῖν, ὁ λόγος οὗτος ἐπ᾿ οὐδενὸς φυλάξει τὸ δίκαιον.

Κατορθωμάτων τε γὰρ τιμωμένων, ἀδικηθήσεται τὸ σῶμα σαφῶς ἐκ τοῦ κοινωνῆσαι μὲν τῇ ψυχῇ τῶν ἐπὶ τοῖς σπουδαζομένοις πόνων, μὴ κοινωνῆσαι δὲ τῆς ἐπὶ τοῖς κατορθωθεῖσι τιμῆς, καὶ συγγνώμης μὲν τυγχάνειν πολλάκις τὴν ψυχὴν ἐπί τινων πλημμελημάτων διὰ τὴν τοῦ σώματος ἔνδειάν τε καὶ χρείαν, ἐκπίπτειν δὲ αὐτὸ τὸ σῶμα τῆς ἐπὶ τοῖς κατορθωθεῖσι κοινωνίας, ὑπὲρ ὦν τοὺς ἐν τῇ ζωῇ συνδιήνεγκε πόνους.