De signis Odysseae
Aristonicus of Alexandria
Aristonicus. Aristonici Περὶ Σημίων Ὀδυσσείας. Carnuth, Otto, editor. Leipzig: Hirzel, 1869.
29.
ἐν πορθμῷ Ἰθάκης τε Σάμοιό τε.
*) [ἡ διπλῆ ὅτι] τὴν Σάμην εἴρηκεν Σάμον διὰ τὸ μέτρον καὶ τὴν δείλην δείελον (ρ 606) ἐν ἄλλοις V. cf. L. Ar. 233, α 246. Φ 232.
31-32 not. 1.
45.
λὰξ ποδὶ κινήσας, καί μιν πρὸς μῦθον ἔειπεν.
†) νοθεύεται ὡς διαπεπλασμένος ἐξ ἡμιστιχίου τῆς Κ′ Ἰλιάδος (158). ἐκεῖ γὰρ προσηκόντως Νέστωρ κοιμώμενον Διομήδην ἀνίστησι κύψαι (corr. Dind. τύψαι) κατοκνήσας διὰ τὸ γῆρας H. Vind. 133. cf. Κ 158, ubi asteriscus.
74.
χρῇ ξεῖνον παρεόντα φιλεῖν, ἐθέλοντα δὲ πέμπειν.
†) ἐν πολλοῖς οὐκ ἐφέρετο. καὶ ἔστιν Ἡσιόδειος τῆς φράσεως ὁ χαρακτήρ HQ. Vind. 133. cf. L. Ar. 343. Σ 39. Ω 614.
78-85.
ἀμφότερον, κῦδός τε καὶ ἀγλαΐη καὶ ὄνειαρ, δειπνήσαντες ἴμεν πολλὴν ἐπ’ ἀπείρονα γαῖαν. εἰ δ’ ἐθέλεις τραφθῆναι ἀν’ Ἑλλάδα καὶ μέσον Ἄργος, ὄφρα τοι αὐτὸς ἕπωμαι, ὑποζεύξω δέ τοι ἵππους, ἄστεα δ’ ἀνθρώπων ἡγήσομαι· οὐδέ τις ἡμέας αὔτως ἀππέμψει, δώσει δέ τι ἕν γε φέρεσθαι, ἠέ τινα τριπόδων εὐχάλκων ἠὲ λεβήτων ἠὲ δύ’ ἡμιόνους ἠὲ χρύσειον ἄλεισον.
*) οἱ η′ ἠθετοῦντο· συγκέχυται δὲ τὸ δυικὸν τοῦ ἀμφότερον H.
Obeli adscripti sunt in M cf. ad v. 80 et 85.
80.
εἰ δ’ ἐθέλεις τραφθῆναι ἀν’ Ἑλλάδα καὶ μέσον Ἄργος.
†) ἀτόπως καὶ τὸ ἀν’ Ἑλλάδα. μόνην γὰρ τὴν ὑπὸ Ἀχιλλεῖ Ἑλλάδα καλεῖ Ὅμηρος Q. cf. ad δ 726. L. Ar. 228.
81.
ὄφρα τοι αὐτὸς ἕπομαι, ὑποζεύξω δέ τοι ἵππους.
*) [ἡ διπλῆ ὅτι] ὁ δὲ πλεονάζει H. cf. F. Ar. 33. β 6.
85. καὶ ταῦτα ἀπρεπῆ διδάσκεσθαι πρὸς Μενελάου τὸν Τηλέμαχον τὸ ἀπαιτεῖν H. cf. ad v. 78.
Versum 91 ἤ τί μοι ἐκ μεγάρων κειμήλιον ἐσθλὸν ὄληται Aristophanes propter eandem caussam ut v. 19 expunxisse videtur, cf. schol. in H. ἔστι σμικρολόγου ὡς Ἀριστοφάνης φησί.
95.
ἀγχίμολον δέ οἱ ἦλθε Βοηθοίδης Ἐτεωνεύς, ἀνστὰς ἐξ εὐνῆς, ἐπεὶ οὐ πολὺ ναῖεν ἀπ’ αὐτοῦ.
†) οὐκ ἀναγκαῖον ἀθετεῖν· οὐ γὰρ δοῦλοι (corr. La Roche pro Dind. δῆλοι) οἱ θεράποντες ὥστε ἐν τῇ αὐτῇ οἰκίᾳ οἰκεῖν. HQ.
135.
χέρνιβα δ’ ἀμφίπολος προχόῳ ἐπέχευε.
†) χερόνιπτρα H. cf. ad Ω 304. α 136.
157.
Ὀδυσῆ’ ἐνὶ οἴκῳ || εἴποιμ’.
†) Ὀδυσῆϊ ἐνί. Ἀττικόν ἐστιν, ὡς ἥρωϊ Λαομέδοντι πολίσσαμεν (Η 453) H. cf. Ar. ad Η 453. ν 35.
161.
ἀργὴν χῆνα.
*) ὅτι καὶ θηλυκὸν λέγεται H. Masculina forma τ 539, 553 legitur.