De signis Odysseae
Aristonicus of Alexandria
Aristonicus. Aristonici Περὶ Σημίων Ὀδυσσείας. Carnuth, Otto, editor. Leipzig: Hirzel, 1869.
2.
λίπεν ῥόον Ὠκεανοῖο νηῦς, ἀπὸ δ’ ἵκετο κῦμα θαλάσσης εὐρυπόροιο.
*) [ἡ διπλῆ ὅτι] δι’ ὅλου θάλασσαν ἀπὸ Ὠκεανοῦ διαστέλλει ὁ ποιητής BQ. cf. L. Ar. 174.
3.
νῆσόν τ’ Αἰαίην, ὅθι τ’ ἠοῦς ἠριγενείης οἰκία καὶ χοροί εἰσι καὶ ἀντολαὶ ἠελίοιο.
†) ἢ ὡς ἐπὶ τὰ ἀνατολικὰ μέρη τῆς νήσου προσορμισάντων, ἢ ὅτι ἐξ Ἅιδου ἐλθόντες πρώτην αὐτὴν φωτεινὴν ἐθεάσαντο. ἔνιοι δὲ βιαιότερον ὑπερβάτως κολλῶντες τὸ Ὠκεανοῖο τῷ ὅθι τ’ ἠοῦς ἠριγενείης, οὗ, φασὶν, οἰκεῖ ἡ ἡμέρα· ἐξ αὐτοῦ γὰρ ἀνατέλλει καὶ εἰς αὐτὸν δύνει. οὐ μόνον δέ ἐστι βίαιον, ἀλλὰ καὶ ἐναντίον τῷ ποιητῇ· οὐ γὰρ παραδίδωσιν ὁ Ὅμηρος τοὺς ήρωας ἐπισταμένους ὅτι ἐξ Ὠκεανοῦ αἱ ἀνατολαὶ τοῦ ἡλίου, ἀλλ’ αὐτὸς ἐκ τοῦ ἰδίου προσώπου τὸ τοιοῦτον παρέδωκεν. ἠέλιος μὲν ἔπειτα νέον προσέβαλλεν ἀρούρας ἐξ ἀκαλαῤῥείταο βαθυῤῥόου Ὠκεανοῖο (Η 421)· καὶ ἐν δ’ ἔπεσ’ Ὠκεανῷ φάος ἠελίοιο (Θ 485). οἱ δὲ ἥρωες ἄλλως λέγουσιν. οὐδ’ ὅπη ἠέλιος φαεσίμβροτος εἶσ’ ὑπὸ γαῖαν (Κ 191) Q.
15.
πήξαμεν ἀκροτάτῳ τύμβῳ εὐῆρες ἐρετμόν.
Diple periestigmene, quod Zenodotus legit: ἀκροτάτῳ τύμβῳ ἵνα σῆμα πέλοιτο H.
27.
ἀλγήσετε.
*) ὅτι συνέσταλκεν ἀντὶ τοῦ ἀλγήσητε H.
cf. ζ 33. 259. F. Ar. 13.
39.
Σειρῆνας μὲν πρῶτον ἀφίξεαι.
†) κατὰ Ὅμηρον δύο· Σειρήνοιν γὰρ λέγει V. Ὅμηρος οὔτε γένος αὐτῶν παρίστησιν οὔτε πτερωτὰς αὐτάς φησιν εἶναι HQT. cf. L. Ar. 189. v. 47. 185.
43.
οἴκαδε νοστήσαντι.
†) ὁ μὲν Ἀριστοφάνης φησὶ κατατηκομένους τῇ ᾠδῇ καὶ αἰφνιδίως ἐκλείποντας ἀπολέσθαι, ὅ δὲ Ἀρίσταρχος διὰ τὴν τῶν ἀναγκαίων σπάνιν Q. [ἥν πάσχουσι προστετηκότες ἐπὶ μακρὸν τῇ ᾠδῇ]. ex Eust. 1707, 51 addidi.
47.
ἐπὶ δ’ οὔατ’ ἀλεῖψαι ἑταίρων.
†) [πρὸ] περισπωμένως, ἵν’ ᾖ ἀπαρέμφατον ἀντὶ τοῦ προστακτικοῦ, τοῦ ἄλειψον H.
†) οὐκ ἄρα ἐπτέρωνται, ἐπεὶ καὶ προσεπέτοντο τοῖς παραπλέουσιν H. cf. v. 39.
52.
ἀκούῃς Σειρήνοιιν.
*) ὅτι δύο καθ’ Ὅμηρον αἱ Σειρῆνες, οὐ τρεῖς Q. cf. ad v. 39. 185. Ν 66. L. Ar. 189.
53-54.
εἰ δέ κε λίσσηαι ἑτάρους λῦσαί τε κελεύῃς, οἳ δέ σ’ ἔτι πλεονέσσι τότ’ ἐν δεσμοῖσι διδέντων.
Fuit nota de Aristophanis athetesi horum versuum cf. H: ἀθετεῖ Ἀριστοφάνης· πρός τί γὰρ ἅπαξ δεδεμένον πάλιν δῆσαι κελεύει; cf. ad v. 163-64. Non liquet, num Aristarchus secutus sit Aristophanem.
61. not. 1.
73.
οἱ δὲ δύω σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει ὀξείῃ κορυφῇ, νεφέλη δέ μιν ἀμφιβέβηκεν κυανέη· τὸ μὲν οὔ ποτ’ ἐρωεῖ.
Fuit diple πρὸς τὴν ἐναλλαγὴν πτώσεως οἱ δὲ δύο σκόπελοι ὁ μὲν ἀντὶ τοῦ τῶν δύο σκοπέλων. cf. ad Γ 211, ubi nostrum locum sic interpretatus est Ar. F. Ar. 19.
75. Ἀρίσταρχος οὐ λέγει πρὸς τὸ νέφος τὴν ἀπότασιν εἶναι, ἀλλά φησιν ότι τοῦτο οὐδέποτε λήγει, τὸ κεκαλύφθαι τὸν σκόπελον τῷ νέφει HQ. cf. ad Η 238. F. Ar. 32.
78.
οὐδ’ εἴ οἱ χεῖρές τε ἐείκοσι καὶ πόδες εἶεν.
*) ὅτι ὁμοία ἡ προφορὰ τῆς ὑπερβολῆς τῷ οὐδ’ εἴ μοι δέκα μὲν γλῶσσαι (Β 489) HQ. cf. ad Β 489 ubi noster locus memoratur.
85.
δεινὸν λελακυῖα.
†) Ἰακῶς συνεστάλη H. cf. Ι 378. η 8.
86-88.
τῆς ἦ τοι φωνὴ μὲν ὅση σκύλακος νεογιλῆς γίγνεται, αὐτὴ δ’ αὖτε πέλωρ κακόν· οὐδέ κέτίς μιν γηθήσειεν ἰδών, οὐδ′ εἰ θεὸς ἀντιάσειε.
*) ἀθετοῦνται στίχοι τρεῖς· πῶς γὰρ ἡ δεινὸν λελακυῖα δύναται νεογνοῦ σκυλακίου φωνὴν ἔχειν; HQ. cf. L. Ar. 189. Nitzsch III, 381.
89.
τῆς ἤτοι πόδες εἰσὶ δυώδεκα πάντες ἄωροι.
†) Ἀρίσταρχος ἀκώλους· τοὺς γὰρ Ἴωνας λέγειν φασὶ τὴν κωλῆν ὥρην καὶ ὡραίαν· οὐκ ἔχοντας οὐν ὀστᾶ ἀκώλους καὶ ἀνάρθρους λέγεσθαι· ὑποκεῖσθαι γάρ φησι τῇ Σκύλλῃ πετραῖόν τι θηρίον προσπεφυκὸς τῷ σκοπέλῳ καὶ κοχλιῶδες πόδας τε ἔχον πλεκτανώδεις, ὥστε λέγειν οὕτως τὸν ποιητὴν Σκύλλην πετραίην (231). κατὰ δὲ τὴν ἄνωθεν φαντασίαν τῇ Ὕδρᾳ προσεοικέναι καὶ τοὺς αὐχένας αὐτῆς ἰσομεγέθεις εἶναι τῷ σκοπέλῳ. καθιεῖσαν δὲ τὴν Σκύλλαν τὰς κεφαλὰς οὕτως ἀνασπᾶν τοὺς ἁρπαζομένους. φέρει δέ τε κρατὶ ἑκάστῳ φῶτα ἁρπάζουσα. (99) ὡς ἂν οὖν ὀλισθηρῶν ὄντων τῶν ποδῶν καὶ οὐκ ἐχόντων ἀντίληψιν, ἀώρους ἄν τις δέξαιτο τοὺς ἀκώλους. HQ. cf. L. Ar. 189. cf. 124-126.
92.
πυκνοὶ καὶ θαμέες.
*) [ἡ διπλῆ ὅτι] ἐκ παραλλήλου ἔταξε τὰς λέξεις ἰσοδυναμούσας V.
cf. ad Π 636, ubi noster versus citatur in simili interpretatione.
124-126.
ἀλλὰ μάλα σφοδρῶς ἐλάαν, βωστρεῖν δὲ Κράταιιν, μητέρα τῆς Σκύλλης, ἥ μιν τέκε πῆμα βροτοῖσιν. ἥ μιν ἔπειτ’ ἀποπαύσει ἐς ὕστερον ὁρμηθῆναι.
*) ἀθετοῦνται γ′, ὅτι διὰ τούτων σημαίνει μὴ εἶναι τὴν Σκύλλαν σύμφυτον τῇ πέτρᾳ H. cf. ad 89. L. Ar. 189.
156.
ἵνα εἰδότες ἤ κε θάνωμεν. ἤ κεν ἀλευάμενοι θάνατον καὶ κῆρα φύγωμεν.
†) ἐν ἀμφοτέροις πλεονάζει ὁ κέν, ἢ ἑλώμεθα τὸν θάνα τον, ἢ τὰ πρὸς σωτηρίαν παρασκευασώμεθα H. cf. F. Ar. p. 8.
163-164 versus expunxit Aristophanes cf. H: καὶ ἐνταῦθα οἱ δύο ὀβελίζονται ὡς ἀδικώτατοι v. ad 53-54.