Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί ἐπὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων, διαιρέσεως γινομένης ἐπὶ τοσοῦτον ὥστε καὶ μήνιγγα τρωθῆναι, καὶ περιγεγονότων τῶν πεπονθότων καὶ λοιπὸν εἰς ἀπούλωσιν ἐλθόντων τῶν τραυμάτων σπασμὸς ἔσθ᾽ ὅτε γίνεται, ὥστε καὶ ἀπόλλυσθαι τοὺς τοῦτο παθόντας; ῥητέον οὖν ὅτι φυσικῶς πάλλοντος τοῦ ἐγκεφάλου, συμβαίνει τὴν μήνιγγα προστρίβεσθαι τοῖς ὀστέοις τοῖς περικειμένοις, ἀφ᾽ ὧν ἐκομίσθη τὰ ἀφαιρεθέντα, καὶ προστριβομένην ἀνελκοῦσθαι· ἀνελκώσεως δὲ γενομένης, καὶ ῥυπωθείσης, καὶ μὴ δυναμένης τῆς ὕλης ἐκείνης τῆς συλλεχθείσης ἐκ τῆς ἑλκώσεως διαπνευσθῆναι (διὰ τὸ ἤδη σαρκοφυῆσαι τὰ ἐπικείμενα σώματα, ἅμα καὶ διὰ τὸ εἶναι πυκνοτέραν τὴν γενομένην οὐλὴν) χωρεῖν ταύτην (λέγω δὲ τὴν συλλεχθεῖσαν ἐκ τῆς ἑλκώσεως ὕλην) ἐπὶ τὰ κύρια μέρη τοῦ ἐγκεφάλου, καὶ θλίψιν ἀπεργάζεσθαι, ὥστε καὶ τὸν σπασμὸν ἐπακολουθεῖν, μὴ δυνηθεισῶν τῶν ὑλῶν διαπνεῖσθαι, τῷ τὴν οὐλήν, σάρκωσιν παρὰ φύσιν οὖσαν, σκληρὰν γίνεσθαι.

Πάντῃ τοῦτο παρατετήρηται, ὅτι τραυμάτων περὶ κεφαλὴν φινομένων τοσούτων, ὡς καὶ ὀστῶν διαίρεσιν γίνεσθαι, ἐπικινδυνώτερα μὲν τὰ περὶ τὴν κορυφὴν καὶ βρέγμα, ἐλθόντα δὲ εἰς ἐπούλωσιν, εὐϊατοτέρα τυγχάνει τῶν περὶ τὸ ἰνίον συστάντων τραυμάτων. Ῥητέον, ὅτι κυριώτερα τὰ περὶ τὸ βρέγμα μέρη ὄντα, λεπτὴν ἔχει τὴν ἐπικειμένην μήνιγγα, καὶ εἰκὸς διὰ τοῦτο ἐπικίνδυνον εἶναι μέρος πρὸς δὲ ἐπούλωσιν ἐλθόντα εὐιατότερά ἐστιν ἐκ

τῆς τῶν κυριωτέρων μερῶν συνεργείας σφοδροτέρας γινομένης· τὰ δὲ περὶ τὸ ἰνίον ἀκινδυνώτερά ἐστι, διὰ τὸ τὴν ἐπικειμένην τοῖς τόποις μηνιγγα σαρκώδη εἶναι, δυσιατότερα δέ, τῷ μήτε συνεργείας τοιαύτης τινὸς τυγχάνειν, ἀλλὰ μὴν καὶ σύνοδον γινομένην ἀναξηραίνειν τὰ μέρη.

Ἔτι δὲ τοῦτο παρατετήρηται, ὅτι ἐφ᾽ ὧν τοιαῦτα τραύματα περὶ τὴν κεφαλήν ἐστιν, εἰ συμβαίνει αὐτομάτως λυθῆναι τὴν κοιλίαν, θάνατος ἐπιγίνεται· εἰ δὲ λόγῳ τῆς διαίτης, τὴν τῆς σωτηρίας πρόνοιαν ὑποφαίνει. Ὅτι εἰ μὲν αὐτομάτως ἡ γαστὴρ ὑπεξέλθοι, ἐκ τῆς κεφαλῆς τὴν ὑπόστασιν ἔχουσα διὰ τὸ πάθος, κίνδυνον ἀπειλεῖ, τοῦ πάθους περιγιγνομένου τῆς φύσεως· εἰ δὲ λόγῳ τῆς διαίτης εἴη αὐτὴ ἐξυγρανθεῖσα, λεπτοποιουμένης τῆς ὕλης καὶ ἐπὶ τὰ κάτω μέρη συνδιδομένης, μένει τὰ περὶ τὴν κεφαλὴν μέρη ἀνενόχλητα, καὶ οὕτω μηδενὸς βάρους συνεδεύοντος, εὐΐατα γίνεται.

Διὰ τί ἡ ἐκ τῆς ἀνθρακιᾶς θέρμη ὡς ἐπίπαν κεφαλαλγίας ἐστὶ ποιητική, ἡ δὲ τῶν ξύλων οὐ τοιαύτη; Ὅτι ἡ μὲν ἀπὸ τῶν ἀνθράκων ὑπερβάλλουσα θέρμη πυκνοῖ κατά τινα ξηρότητα· ἡ δὲ ἐκ τῶν ξύλων ἔχει καὶ ἰκμάδα τινά, ἥτις δηλοῦται καὶ ἐξ αὐτοῦ τοῦ καπνοῦ. ὁ γὰρ καπνὸς τῆς ἐν τοῖς ξύλοις ὑγρασίας ἐστὶ δηλωτικός· δεῖ δὲ τοὺς ἄνθρακας σβεννύειν ἐν οἴνῳ ὀλίγῳ, ἵνα ἐκ τούτου μὴ παρακολουθῇ αὐτοῖς ἡ γινομένη ἐξ αὐτῶν βλάβη.