Quaestiones medicae et problemata physica
Cassius Iatrosophista
Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.
Διὰ τί μὴ ὄντες ἐν δίψει, εἰ περιβάλλοιμεν πρὸς λουτρόν, προσγίνεται τὸ διψᾶν, καὶ ἀνάπαλιν, εἰ ἐν δίψει ὄντες, παύεται τὸ δίψος; ὅτι τὸ δίψος γίνεται κατὰ ξηρότητα. εἰ οὖν διψῶντες περιβάλλοιμεν τὸ λουτρόν, τὸ σῶμα, διὰ τὸ μετέχειν ζωτικῆς δυνάμεως αὐτό, οἱονεὶ ἐπισπᾶται διὰ τῶν τῆς ἐπιφανείας πόρων τὸ ὑγρόν, καὶ οὕτω συμβαίνει ὑγραίνεσθαι τὸ βάθος, ἐξ οὗ μάλιστα γίνεται τὸ δίψος. ἐπὶ δὲ τῶν μὴ διψώντων καὶ περιβαλλόντων τὸ λουτρόν, ὑπόκειται ὑγρὸν ἐν τῷ σώματι καὶ προΐεται τοῦτο διὰ τῶν ἱδρώτων, διὰ τὸ μὴ ἀντιποιεῖσθαι ὑγρασίας.
Διὰ τί ἐπὶ τῶν ἧπαρ ἢ σπλῆνα ἢ πνεύμονα πασχόντων, ἐπὶ τὸ πεπονθὸς ῥᾴων ἡ κατάκλισις; καὶ μὴν
ἐχρῆν ἐπιθλιβομένων τῶν μερῶν σφοδρύνεσθαι τὰ ἀλγήματα. ἀλλὰ ῥητέον, ὅτι ἐπὶ τὸ ἐναντίον εἰ γένοιτο ἡ κατάκλισις, ὡς ἐκκρεμασμός τις γίνεται. ἐκκρεμαμένων δὲ τῶν πεπονθότων, μείζων ἡ κατάκλισις γίνεται.Διὰ τί ὡς ἐπίπαν ἐν τοῖς παροξυσμοῖς τὰ ἄκρα περιψύχεται; ὅτι ἐφ᾽ ὧν ἡ ἀρχὴ τῆς κινήσεως γίνεται, ἐπ᾽ ἐκεῖνα συντρέχουσιν αἱ ὕλαι. ἡ δὲ ἀρχὴ τῆς κινήσεως ἐν τῷ βάθει τῶν μέσων. εἰκὸς οὖν ἐπὶ τοῦτο τὸ μέρος συντρεχούσης τῆς ὕλης ἐκ παντὸς μέρους τοῦ σώματος ἀποσυλᾶσθαι καὶ τὰ ἄκρα τῆς περιεχομένης ἐν αὐτοῖς ὕλης καὶ φέρεσθαι ἐπὶ τὸ μέσον. ἀποσυληθέντα γὰρ ἐκεῖνα καὶ ἐν ἐνδείᾳ τῆς ὕλης γενόμενα, τὴν περίψυξιν ὑπομένει.
Ἡ ἡδονὴ ὥσπερ διάχυσις καὶ ἄνεσις τοῦ σώματός ἐστι, καὶ τοῦτο τρόπον τινὰ αὐτὴ ἡ αἴσθησις παρεγγυᾷ. δῆλον δέ, ὅτι καὶ ἡ ἡδονὴ γίνεται ὕπνου γενομένου. καὶ τοῦτο ἡ πεῖρα μαρτυρεῖ, καὶ ὁ ποιητής, ἐν πολλοῖς ήδυμ αὐτὸν ὀνομάζων, ὡς ἂν ἡδονῆς παρεκτικόν. Εἰ τοίνυν ἡ ἡδονὴ διάχυσίς ἐστι τοῦ σώματος, ταύτην δὲ ἀπεργάζεται ὁ ὕπνος, τί οὐ χαλαστικὸν μᾶλλόν φαμεν τὸν ὕπνον, ἤπερ πυκνωτικόν, ὡς οἴονται οἱ μεθοδικοί; ἀλλὰ καὶ ἡ διὰ σκάφης αἰώρα χαλαστική ἐστι, καὶ τῷ παραλαμβάνεσθαι ταύτην ὑπνώδεις πως γίνονται, καταφερόμενοι μεθ’ γ̔δονῆς τινος, ὥστε καὶ ἐκ τούτων ἐστὶ συμβαλεῖν, ὅτι ἄρα μᾶλλόν ἐστι χαλαστικὸς ὁ ὕπνος, ἤπερ ἐφεκτικός. Ἢ πρὸς τοῦτο ῥητέον, ὅτι οὐ πάνυ συμβεβηκός ἐστι τοῦ ὕπνου ἡδονή, ἀλλὰ συμβαίνει τούτου γενομένου, τὴν ἡδονὴν γίγνεσθαι διὰ τὸ τὰ σώματα εἰς τὸ οἰκεῖον ἀποκαθίστασθαι κατάστημα, οἱονεὶ ὑφιεμένου τοῦ κόπου ἐκ τῶν ἐνεργειῶν τῶν ἐν τῇ ἐγρηγόρσει· ὅτι δὲ οὐ πάντως ἡ ἡδονὴ γίνεται διὰ τὴν διάχυσιν τῶν σωμάτων, ἐντεῦθέν ἐστιν εὑρεῖν· ἡ δίψα κατὰ ξηρότητα γίνεται· ἡ δὲ ξηρότης πύκνωσιν ἀπεργάζεται. διψῶντες οὖν ἔσθ᾽ ὅτε εἰ προσενεγκοίμεθα ὕδωρ ψυχρόν, ἡδόμεθα σφόδρα, καίτοι τῆς προυποκειμένης πυκνότητος ἐπιτεινομένης ἐκ τῆς μίξεως τοῦ ψυχροῦ. καὶ ὥσπερ τὸ ψυχρὸν οὐ λέγομεν χαλαστικὸν διὰ τὸ ἡδονὴν ἐμποιεῖν τοῖς σώμασιν, οὕτω οὐδὲ τὸν ὕπνον ἂν εἴποιμεν χαλαστικόν, ἐπειδὴ ἡδονῆς γίγνεται παρεκτικός.
γίγνεται γάρ, ὡς ἔφαμεν, ἡ ἡδονὴ διὰ τὴν εἰρημένην αἰτίαν. ἡ δὲ διὰ τῆς σκάφης αἰώρα διαφορητικὴ μὲν εἶναι δύναται τῶν παχυμερῶν σωμάτων, τοῦ δὲ αἰσθητικοῦ πνεύματος πυκνωτική, ἐπιθολοῦσα αὐτὸ καὶ συστέλλουσα διὰ τὴν ἀκινησίαν τῶν λοιπῶν ὑλῶν. συστελλομένου γὰρ τούτου, ὕπνον ἐπιγίνεσθαι συμβαίνει. καὶ οὐ δεῖ θαυμάζειν, εἰ ἡ αὐτὴ αἰώρα διαφορεῖ μὲν τὸ σῶμα, πυκνοῖ δὲ (ὡς ἔφαμεν) τὸ αἰσθτιὸν πνεῦμα. ὥσπερ γὰρ τὸ θερμὸν ὕδωρ ἀνίησι μὲν τὰ ἡμέτερα σώματα, εἰ δὲ ἐπιχυθείη πυρί, σβέννυσι τοῦτο, οὕτω καὶ ἡ αἰώρα τῶν ἐναντίων ἐστὶ ποιητική. καὶ πολλὰ ἄν τις εὕροι τὰ ἐναντία ἀποτελεῖν δυνάμενα.