Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί ἐπὶ τῶν θαλαττουργῶν μάλιστα ἐπιπολάζει τὰ πτερύγια; γίνεται μὲν γὰρ καὶ ἐν ἄλλοις, ἐπιπολάζει δὲ ἐπὶ τῶν κατὰ τὴν θάλατταν ἐργαζομένων. Ῥητέον οὖν, ὅτι διαφοραὶ πτερυγίων εἰσὶ δύο· ἢ γὰρ γίνεται, ὁτὲ μὲν τῆς ὑπιοκειμένης τῷ κανθῷ τοῦ ὀφθαλμοῦ κατὰ φύσιν σαρκὸς ἐπεκτεινομένης, ἢ ἐξ συναυξήσεως, ὁτὲ δὲ τοῦ λεπτοῦ καὶ περιτεταμένου ὑμένος περιτυλουμένου καὶ ἐξοιδαίνοντος. ἔστι δὲ οὗτος ἐπὶ μὲν ἀνθρώπων δυσόρατος δι᾽ ὑπερβάλλουσαν λεπτότητα, ἐπὶ δὲ ζῴων καὶ μάλιστα ἀρνειῶν ἐκδηλότατος, παχύτερος ὑπάρχων· οὐ μὴν ἐπ᾽ ἀνθρώπου. οὗτος τοίνυν ἐκ τῶν θαλαττίων ἀτμῶν δριμυτέρων ὄντων ἐστὶ βιβρωσκόμενος, καὶ τύλωσιν μετὰ φλεγμονῆς ἀνἀέχεται, ὡς ἐκ τούτου παχυνθέντος τὸ τοῦ πτερυγίου πάθος

ὑφίστασθαι. ἴσμεν δέ, ὅτι δύο διαφοραί εἰσι πτερυγίων· καὶ τὰ μέν ἐστι προσηρτημένα, τὰ δὲ ὥσπερ συμπεφυκότα.

Διὰ τί αἱ μονοπάθειαι τῶν ὀφθαλμῶν στραγγότεραί εἰσιν; ἢ ὅτι τοῦ ἑτέρου κατὰ φύσιν διακειμένου καὶ κινουμένου φυσικήν τινα κίνησιν, συγκινεῖται καὶ ὁ πεποθώς, τῷ ἐκ μιᾶς βάσεως αὐτῶν τὴν φύσιν εἶναι, καὶ διὰ τοῦτο τῆ συγκινήσει παροξύνει τὸν πεπονθότα; χρεία γὰρ ἠρεμίας ἐστὶ τῷ κάμνοντι. ἀμφοτέρων δὲ κατὰ τὸ αὐτὸ πασχόντων, μετριώτερον γίνεται πάθος. ἅμα γὰρ ἑκάτερος ἠρεμεῖ καὶ οὐ παροξύνεται· καὶ οὕτως ἐκ τῆς ἠρεμίας ῥώμη ταχεῖα γίνεται.

1.5 Διὰ τί ἐπ᾽ ἐνίων ὀφθαλμιασάντων πυρετὸς εἰ ἐπιγίγνοιτο, λύει ταύτην, ἐπ᾽ ἐνίων δὲ οὐ μόνον οὐ λύει, ἀλλὰ καὶ πήρωσιν ἀπεργάζεται τελείαν; τίς οὖν ἡ αἰτία τοῦ ἐπὶ μὲν ἐνίων ὑγιάζειν, ἐπὶ δ᾽ ἐνίων ἀφανίζειν; Ὅτι ὁ πυρετὸς ἐπιγίνεται λόγῳ τινὶ μετασυγκρίσεως καὶ εἰ μὲν εἴη οὗτος μέτριος, τῷ καὶ τὴν ἐξ αὐτοῦ γεγενημένην μετασύγκρισιν μετρίαν εἶναι, ὠφέλειαν παρακολουθεῖν συμβαίνει. εἰ δὲ σφοδρὸς εἴη εἰσβαλὼν οὗτος, τῷ καὶ τὴν κίνησιν σφοδροτέραν γίνεσθαι, ἡ ἐσχάτη βλάβη παρακολουθεῖ. ἴποι δ᾽ ἄν τις, ὅτι καὶ ὁ πυρετὸς ἀναξηραντικός· καὶ ὅτι μὲν ἀναξηραντικός, ἴδοι ἄν τις ἐκ τοῦ παρακολουθοῦντος δίψους τοῖς πυρέττουσιν· ὅτι δὲ καὶ ἐναποσκηπτικός, δηλοῖ ἐκ τοῦ, ἐπιγινομένου τούτου, περισσοπαθεῖν τινα τῶν μερῶν. καὶ ἡ μὲν ὠφέλεια γίνεται, ἀναξηραντικοῦ συμπεσόντος, διὰ τὸ ἐπερχόμενον ῥεῦμα ἀναξηραίνεσθαι. ὅτε δὲ βλάπτει, ἐναποσκηπτικὸς οὗτος ὑπάρχει, καὶ τῷ τὰ παθόντα μέρη μᾶλλον ἐμπαθέστερα ὄντα, ἐπιδέχεσθαι πλείονα, καὶ τῷ ἐπιστηρίζειν ἐναποσκηπτικὸν τυγχάνοντα. καὶ οὕτως ἡ πήρωσις γίνεται ἐκ τῆς πολλῆς σκήψεως.

Διὰ τί ἐν τῷ θέρει μᾶλλον αἱ ὀφθαλμίαι γίνονται, ἤπερ ταῖς ἄλλαις ὥραις, καίτοι ξηροῦ τούτου ὑπάρχοντος καὶ ἀλεεινοῦ; ἔδει γὰρ διὰ μὲν τὸ παρακολουθεῖν τῷ καιρῷ ξηρόν, ῥεῦμα μὴ γίνεσθαι οὐ μὴν οὐδὲ κατὰ στέγνωσιν συμβαίνειν ὤφελεν διὰ τὴν προσοῦσαν ἁλέαν. Ῥητέον, ὅτι εἰ καὶ ταῦτα παρακολουθεῖ, ἀλλ᾽ ὅμως τὸ φαιδρὸν πολὺ ὄν, μᾶλλον βλάπτει τὰς ὄψεις, διὰ τὸ πᾶν

τὸ ὑπὲρ τὸ μέσον λευκόν, ταρακτικὸν καὶ συγχυτικὸν εἶναι. οὕτω γὰρ καὶ ἠρεμίαν προστάσσοντες κελεύομεν ἐν σκοτεινῷ τόπου μέρει ταύτην παραλαμβάνεσθαι, ὡς πᾶσαν τὴν συγκριτικὴν αἰτίαν φεύγειν. ἐν τῷ οὖν θέρει τὸ αἴτιον τῆς ὀφθαλμίας, καθὼς δέδεικται, ὑπάρχει τὸ φαιδρὸν τοῦ ἡλίου.