Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί οἱ ὑδροφοβικοὶ τὸ ὕδωρ φοβοῦνται, καὶ τὸ αἰδοῖον ἅμα τοῖς ὑποχονδρίοις ἐντείνονται, καὶ τρέμουσι καὶ σπῶνται καὶ παρακόπτουσιν εἰς τοσοῦτον, ὥστε καὶ ὑλακτῆσαι κυσὶν ὁμοίως; σπῶνται μὲν οὖν καὶ τρέμουσι, τοῦ στομάχου συντιθεμένου τῷ νευρώδει. διὰ ταὐτὸ δὲ καὶ τὸ αἰδοῖον ἐντείνονται. ἡ γὰρ τοῦ ὑδροφόβου κατασκευὴ καὶ ἡ πεῖσις, ἔνστασίς ἐστι περὶ τὸν στόμαχον καὶ τὴν κοιλίαν. παρακόπτουσι δὲ διὰ τὸ ἀναδίδοσθαι ἐπὶ κοιλίαν καὶ στόμαχον ὕλην ἐφθαρμένην, καὶ ταύτης μέρος τι εἰς τὰς μήνιγγας ἀναθυμιᾶσθαι. ἐνιστάμενον δὲ περὶ ταύτας, ἀπεργάζεται τὰς ἐκνοίας· ὀχλοῦνται δὲ πίνοντες, ὅτι ἡ μὲν σύστασις ἀπετελέσθη περὶ μικροὺς πόρους. ὅταν οὖν πίνωσι, παραδύεται τὸ ὕδωρ, ἅτε λεπτομερὲς ὄν, τοῖς μικροῖς πόροις καὶ αὔξει τὰς ἐνστάσεις. ὑπὸ δὲ τῆς στερεμνίου τροφῆς οὐκ ὀχλοῦνται. τοὺς γὰρ ὄγκους αὐτῶν μεγάλους ὄντας, οἱ πεπονθότες οὐ παραδέχονταί ποτε. καὶ μὴ πίνοντες δὲ τὸ ὕδωρ, δεδοίκασι τοῦτο διὰ τὴν τῶν αἰσθητηρίων φαντασίαν. πίνων γάρ τις ὁρᾷ ἅμα καὶ πίνει· ἡ δὲ ὅρασις ὑπὸ τοῦ ὕδατος κινηθεῖσα, συγκινεῖ τὸ ἐν τῷ στόματι πνεῦμα. τοῦτο δὲ κινηθὲν ὑπὸ τοῦ πινομένου συγκινεῖ τὴν ὅρασιν οὕτως, ὡς ὑπὸ τοῦ ὕδατος πρὶν ἐκινεῖτο ἐκ δὲ τῆς συγκινήσεως γίνεται συγγυμνασία τοιαύτη, ὥστε κἂν μὴ πίνηται τὸ ὕδωρ, βέβληται ἐν τῷ στομάχῳ πνεῦμα συγκινοῦν, ὡς ὑπὸ τοῦ πινομένου τάχιον ὀχληρῶς ἐκινεῖτο. συγκαλυψάμενοι οὖν πίνουσι διὰ τὸ ἀποχωρεῖν τῶν κινημάτων τὸ ἕτερον. ὑπὲρ δὲ τοῦτο ἰόν, τοῖς πόροις τοῦ στομάχου ἐνίστασθαι βέλτιον ἔχει.

Διὰ τί οἱ ἀπεπτήσαντες ἐφθαρμένην ἀπερεύγουσι τροφήν; ὅτι διὰ τὸ πλῆθος τῆς προσαχθείσης, θερμασία πλείων γίνεται εἰς τὸ κύτος τῆς κοιλίας· καὶ αὕτη ἐμπλεομένη, φθείρει τὴν τροφὴν καὶ κνισσοῖ, οὐκ ἐκ τοῖς ἀραιώμασιν, ἀλλ᾽ ἐν τῷ κύτει.

Διὰ τί οἱ κεφαλάλγειαν ἔχοντες ἀμβλυωποῦσι καὶ

δακρύουσι συνεχῶς; ὅτι ἐπὶ τὴν κεφαλὴν ἀναδιδομένης ὕλης (ἀεὶ γὰρ ἐπὶ τὰ πεπονθότα αἱ ὕλαι φέρονται) πολὺ μέρος φέρεται ἐπὶ τοὺς ὀφθαλμούς, καὶ τοῦτ᾽ εἰκότως, διὰ τὸ ἀνεῷχθαι διὰ τὸ πλῆθος τῆς λεπτομερείας, ὃ γίνεται διὰ τὴν συνεχῆ κίνησιν αὐτῶν. [ἢ] καὶ πῇ μὲν δακρύουσι διὰ τὸ πλῆθος τῆς ἐπιφορτιζούσης τὰ μέρη ὕλης· πῇ δὲ ἀμβλυωποῦσι διὰ τὸ ἐπιολοῦσθαι τὸ κατὰ φύσιν πνεῦμα, τὸ διοδεῦον διὰ τῶν ὁρατικῶν πόρων τῇ ἐπιμιξίᾳ τῆς 76. δοθείσης ὕλης.

Διὰ τί ἦχοι ἀποτελοῦνται κεφαλαλγείας οὔσης; ὅτι τὸ ἀκουστικὸν πνεῦμα κραδαίνεται ὑπὸ τῆς ἐνστάσεως τῆς περὶ τὰ μέρη συστάσης· ἔνστασις δέ ἐστιν ὄγκος ἐν λόγῳ θεωρητοῖς ἀραιώμασι διὰ σφήνωσιν.