Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί οἱ κεφαλάλγειαν ἔχοντες ἐξανιστάμενοι μᾶλλον ἀλγοῦσιν; Ὅτι κινουμένης τῆς κεφαλῆς, πλείων ἐπ᾽ αὐτὴν ἡ τῆς ὕλης φορὰ γίνεται καὶ τὰς ἐνστάσεις αὔξει.

Διὰ τί ἀσφυξία γίνεται; Ὅτι ἀπὸ τῶν ἀρτηριῶν πνεῦμα πονηρευομένου τοῦ πάθους πρὸς τὴν ἐν τοῖς πεπουθόσι λεπτομέρειαν ἕλκεται.

Διὰ τί οἱ μαινόμενοι παρακόπτουσιν; ὅτι δυσοδία τοῦ ψυχικοῦ πνεύματος ἀποτελεῖται, διὰ τὴν ἔνστασιν καὶ τὴν μύσιν τῶν ἐν τοῖς μεταβάλλουσιν αὐτὸ σώμασι πόρων συνίσταται γὰρ περὶ τὸν ἐγκέφαλον καὶ τὰς ἐκεῖσε μήνιγγας τὸ πάθος, καὶ τὰς ἐντεῦθεν διὰ τὸ παρὰ φύσιν διακεῖσθαι τὰς ἀποφύσεις. καὶ φαντασίας τινὰς ὁρῶνται φανταζόμενοι καὶ τὰ μὴ ἑστῶτα ὡς ἑστῶτα ὁρᾶν, καὶ τὰ μὴ ὑπάρχοντα ὡς ὑπάρχοντα, ὅμοιόν τι τοῖς ἰκτερικοῖς πάσχοντες. καὶ γὰρ ἐκεῖνοι διὰ τὴν ποροποιΐαν τῶν ἐν τοῖς ὀφθαλμοῖς ἀποτελεσθέντων πόρων, τοιάνδε τῶν ὁρατῶν φαντασίαν ἔχουσι· πάντα γὰρ αὐτοῖς χλωρὰ φαίνεται εἶναι.

Διὰ τί οἱ μελαγχολικοί, ὀργίλοι καὶ δύσθυμοι; ἐπειδὴ τὸ πάθος περί τε κοιλίαν ὑφίσταται καὶ τοῦ στομάχου τὸ πέρας, ὃ συνάπτει τῷ στόματι τῆς κοιλίας. ἐκεῖσε οὖν ὑγρῶν διεφθορότων, συναθροισμὸς ἀποτελεῖται, καὶ αἰτία γίνεται τῶν λεχθέντων· πρόδηλον δὲ τοῦτο κἀκ τῶν ὑγιαινόντων μέν, ἀρχῇ δὲ τροφῆς χρησαμένων. δυσεντευξίαι

γὰρ συμβαίνουσι. καὶ οἱ ὑδροφοβικοί, ἐπιβουλεύεσθαι δοκοῦντες, ἀτροφοῦσι σχεδόν.