Quaestiones medicae et problemata physica
Cassius Iatrosophista
Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.
Διὰ τί ὠχριῶσιν οἱ πυρέττοντες; ἤτοι διὰ τὴν τροπὴν τῶν ἐν ἡμῖν ὑγρῶν, ἢ διὰ τὴν τῶν λόγῳ θερητῶν πόρων μετασκευὴν τοῦτο συμβαίνει· ἀνάλογον δὲ καὶ περὶ τὰς ἐκκρίσεις τῆς κοιλίας καὶ τῶν οὔρων ἡγητέον γίνεαι.,
Διὰ τί ἐπὶ τῶν ῥοωδῶς πυρεσσόντων, διαφορήσεως οὔσης καὶ ἀποικονομήσεως τῶν ἐν ἡμῖν, θερμασία τις ἐπιφαίνεται τούτοις, καὶ ὁ σφυγμὸς μέγας; ὅτι τῆς παρακειμένης ὕλης λεπτυνομένης ἐπὶ πολύ, ἡ διαφόρησις γίνεται· τῇ δὲ ποιᾷ παρόδῳ τῶν ὄγκων καὶ παρατρίψει, ἡ ποιὰ θερμασία ἀποτελεῖται. καὶ οὔ φαμεν ὁμοίως τοῖς τεγνοπα2ο θοῦσι τὴν θερμασίαν ἔχειν τοὺς ῥοωδῶς πυρέσσοντας· ἀλλ᾽ οὐδὲ μὴν τὸν σφυγμόν· κατὰ δὲ σύγκρισιν τῶν ὑγιαινόντων. ἔσται δέ σοι τοῦτο πρόδηλον κἀκ τῶν λουσαμένων ἢ γυμνασίᾳ χρμένων, ἐφ’ ὧν χαλῶνται μὲν οἱ πόροι, λεπτύνεσθαι δὲ συμβαίνει τὰ παρακείμενα καὶ διαπνεῖσθαι προδήλως τὴν θερμασίαν· γίγνεσθαί τε καὶ εἶναι πλείονα ἢ κατὰ φύσιν, καὶ τὸν σφυγμὸν σφοδρότερον, καὶ μέγεθος ἴσχειν· τὴν γὰρ δυσκινησίαν καὶ τὸ βάρος ὑπὸ τῆς μειωθείσης δυνάμεως ἀποτελεῖσθαι.
Διὰ τί πρὸς τὴν τροφὴν οἱ πυρέξαντες ἀνορέκτως ἔχουσιν; ἢ ὅτι ἡ ὄρεξις ἐν συμμετρίᾳ τινί ἐστι τῶν ἐν στομάχῳ καὶ κοιλίᾳ πόρων; ἣν συμμετρίαν εὔλογον οὐχ ὑγιῆ μένειν, ἤτοι διαστάντων ἐπὶ πλεῖον τῶν πόρων, ἢ μυόντων.
Διὰ τί ἐν ταῖς χολέραις τὰ ἄκρα συνέλκεται καὶ σπᾶται καὶ καταψύχεται, καὶ ἀμαυρὸν τὸν σφυγμὸν ἔχουσιν; ὅτι λεληθότως διαφορεῖται τὸ ἐξ αὐτῶν πνεῦμα πρὸς τὴν ἐν κοιλία λεπτομέρειαν· ἔνθερμος γὰρ τούτοις ἡ κοιλία·
ἔνθεν καὶ ναρκῶσι. ναρκᾷ δὲ τὰ στερούμενα τῆς τοῦ πνεύματος παραθέσεως· τὰ δὲ ἄκρα ψύχεται καὶ συνέλκεται, τῷ καὶ τὸ ἐν τούτοις θερμὸν πρὸς τὴν κοιλίαν φέρεσθαι διὰ τὴν λεπτομέρειαν.