Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί οἱ πάνυ φλεγμαίνοντες ὀφθαλμοὶ τραχύτητός τινος συναίσθησιν παρέχουσι τοῖς κάμνουσιν; ἢ λήμης ἐπιγενομένης καὶ τῷ ἄνω βλεφάρῳ ὑπεισελθούσης; ὁ τραχυσμὸς ἀποτελεῖται; ἢ διὰ τὸ τὰ ἔνδον ἀνωμάλως καταπλέκοντα τὸ βλέφαρον ἀγγεῖα κυρτοῦσθαι, καὶ οὕτω τὴν τραχύτητα ἐπάγειν;

Διὰ τί γίνεται ἐν ὀφθαλμῷ λήμη; ἢ ὅτι τῶν ὑμένων τοῦ ὀφθαλμοῦ ὥσπερ ἐξ ἐπικαύσεως ἄγαν πυρωθέντων, διὰ τὴν πλεόνασιν καὶ δυσδιαφορησίαν τῶν πόρων ἐπεχομένου τοῦ ὀφείλοντος θερμοῦ ἐκ τοῦ βάθους διαφορηθῆναι ἀποτελεῖται; ἢ ὅτι τὰ ἐν τῷ ὀφθαλμῷ κατὰ φύσιν ὑγρά, ἀναξηρανθέντα καὶ οἱονεὶ φρυγέντα ὑπὸ τῆς τοπικῆς πυρώσεως, τῆς λήμης γένεσιν ἀποτελεῖ;

Διὰ τί ἐπὶ τῶν πυρεσσόντων οἱ σφυγμοὶ ἀλλοιοῦνῷ τὸ ἐν ἡμῖν κατὰ φλυσιν ὂν καὶ ͅ11

μετρον, πλεονάζον, λεπτυνθὲν κατὰ διαίρεσιν ὑπὸ τῆς ἐν τῷ βάθει γενομένης [πλείονος] θερμασίας, καὶ γενόμενον ὀξυκίνητον διὰ τὴν κουφότητα, οὐ μόνον τοὺς σφυγμοὺς ἀλλοιοῖ, ἀλλὰ καὶ αὐτὴν τὴν ἀναπνοήν.

Διὰ τί τὴν ἐπιφάνειαν ἑλκώδη ἴσχουσιν οἱ πυρέττοντες; ὅτι παρατριβομένης τῆς σαρκὸς τοῖς παρακρατουμένοις ὄγκοις εὐτριψίας οὔσης, προσαγανακτεῖ· ὡς καὶ ἐπὶ τῶν φλεγμαινόντων τι μέρος τοῦ σώματος εἴωθε γίνεσθαι.