Quaestiones medicae et problemata physica
Cassius Iatrosophista
Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.
Διὰ τί οἱ φρενιτικοὶ καὶ οἱ μεμηνότες ἐν τοῖς παροξυσμοῖς ἰσχυρότεροί τέ εἰσι καὶ τὴν δύναμιν ἐπιτεb ταμένην ἔχουσι; ῥητέον, ὅτι θρασύνονται μὲν ὑπὸ τῆς παρακοπῆς· δύσκαμπτον δὲ αὐτοῖς ἐστι τὸ σῶμα ἀπὸ τῆς ἄγαν σφίγξεως. διὰ τοῦτο δὲ εἰς ἄνεσιν ἐλθόντες ἀτονοῦσιν, οὐ γινόμενοι ἀπὸ τοῦ κρείττονος χείρονες, ἀλλὰ τῆς σφίγξεως ἀνεθείσης.
Διὰ τί σιναπισθέντες ὕδατι μὲν τοῦ σινήπεως λειθέντος καὶ καταχρισθέντος, φοινίσσονται πλέον· ἐπὰν δ᾽ ὄξει λειωθῇ, οὐκ ἔτι τοῦτο παρέχει τοῖς πεπονθόσι; ῥητέον, ὅτι οἱ τῷ ὄξει ἐπιχρισθέντες εἰκότως ἥττονα τὴν ἄμυξιν ὑπομένουσι καὶ τὸν φοινιγμόν· στύφονται γὰρ τὴν ἐπιφάνειαν, καὶ ὡς εἰπεῖν περιγανοῖ τὴν ἐξ αὐτοῦ ἀποτελουμένην πύκνωσιν τῶν πόρων [τὸ ὄξος]· ὅθεν οὐ συγχωρεῖ εἰς παρείσδυσιν χώραν ἔχειν τὸ νάπυ πρὸς τὸ καθάψασθαι τῶν πόρων. Ἢ ὅτι ἡ δριμύτης τοῦ νάπυος, τῇ ἐπιμιξίᾳ τοῦ ὄξους ἀμβλύνεται; αὗται γὰρ αἱ ποιότητος δίεφθειραν, συμπλακεῖσαι τὴν οἰκείαν ἄκραν τῆς ποιότητος διέφθειραν, τῷ ἕκαστον τὴν ἰδίαν ἰσχὺν ἀποβεβληκέναι. ὃν τρόπον καὶ ἐπὶ τοῦ εὐκράτου λεγομένου ἐστὶ συνορᾶν· καὶ γὰρ τοῦτο ἐκ θερμοῦ ἄγαν ὕδατος καὶ ψυχροῦ συστάν, τῇ ποιᾷ περιλοκῇ ἀπέβαλε τὰς ἄκρας ποιότητας, καὶ παρ᾽ ἐκείνας ἑτέρα τις ποιότης ἀπετελέσθη. Οἱ δὲ σιναπισθέντες, τοῦ νάπυος ὕδατι λειωθέντες, μᾶλλον φοινίσσονται [τοὺς τόπους] δι᾽ αἰτίαν τοιάνδε· τὸ γὰρ ὕδωρ τῷ λεῖον εἶναι καὶ τῷ διυγραίνειν, ἀνευρῦνον τοὺς πόρους τοὺς λόγῳ θεωρητούς, παρεισδύνειν συγχωρεῖ τῷ νάπυϊ. ἔστι δὲ ὡς προείρηται θερμὸν
καὶ συνεργεῖ μᾶλλον τῇ τῶν πόρων ἀναπετείᾳ. Εἰκότως οὖν οἱ μὲν ὄξει σιναπισθέντες, ἔλαττον φοινίσσονται· οἱ δ᾽ ὕδατι, μᾶλλον.Διὰ τί τὸ ὄμβριον ὕδωρ γλυκύ, καίπερ ἀπὸ θαλάσσης ἀνιμώμενον; ῥητέον, ὅτι τὸ θαλάττιον ὕδωρ καθ᾽ ἑαυτὸ ἁλμυρόν ἐστι· ἔστι δὲ τοῦτο βαρύ. ἔχει δὲ ποταμοὺς ἐπιρρέοντας εἰς αὐτήν. τὸ γοῦν πνεῦμα ἀνιμώμενον ἐκ τῆς θαλάττης τὸ ὕδωρ, οὐ τὸ παχὺ ἐφέλκεται, ἀλλὰ τὸ ἐν αὐτῇ λεπτόν, ὅ ἐστι τὸ γλυκύ. εἰκότως οὖν τὸ ὄμβριον γλυκύ, κἂν ἀπὸ θαλάττης ἀνιμᾶται. ἢ ὅτι τὸ πνεῦμα τῇ βίᾳ τῇ σφοδρᾷ, κἂν [αὐτὸ] τὸ θαλάσσιον ἀνιμήσηται, κινεῖ τοῦτο, κινηθὲν δὲ αὐτὸ λεπτότερον γίνεται; ἀεὶ γὰρ τὰ κινούμενα εὐφυῆ πρὸς λεπτυσμόν. τὸ δὲ λεπτόν, καὶ γλυκύ, ὡς [μὴ] ἐκ μεγάλων συνεστὼς ὄγκων. διὸ γλυκὺ τὸ ὄμβριον ὕδωρ.
Διὰ τί τὸ θαλάσσιον ὕδωρ ἁλμυρὸν τυγχάνον, ἑψηθὲν ἐπὶ πολύ, γλυκύτερον γίνεται; ἕψεται δὲ ἕως ἀποτριτωθῇ. Ῥητέον, ὅτι τὸ θαλάττιον ὕδωρ ἐκ μεγάλων ὄγκων συνεστὼς λεπτύνεται καταδιαιρούμενον ὑπὸ τοῦ πυρός. μεταβολὴν τοίνυν ἐσχηκός, διὰ τὸ ἀπὸ παχέως εἰς λεπτὸν καταστῆναι, τῷ ἀποβεβληκέναι τὴν προτέραν ποιότητα, γέγονεν ἀντὶ ἁλμυροῦ γλυκύ.