Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί σημεῖον πωρωθέντων ὀστῶν τὸ τὰς ἐπιδεσμίδας ἐφαιμάσσεσθαι, καίπερ τοῦ κατάγματος ἄνευ τραύματος συστάντος; ὅτι ἡνίκα συρρεῖ ὁ πῶρος, τὰς ἐσπαρμένας τοῖς ἀραιώμασι τῶν ὀστῶν ῥανίδας τοῦ αἵματος θλίβει.

Πῶς πῶρος συνίσταται; τὸν τρόπον τοῦτον· ἐκ τῆς τροφῆς οὐσία μεταβληθεῖσα καὶ εἰς τοὺς τόπους ἐκείνους ἐνεχθεῖσα, τοιάδε ἀποτελεῖ, καὶ γίνεται ὁ καλούμενος πῶρος. ὃν γὰρ τρόπον καὶ ἐν τοῖς μυξωτῆρσι φθάσασα αὕτη ἡ μεταβολὴ γίνεται μύξα, ἐν δὲ μαστοῖς γάλα, οὕτως καὶ ἐν ὀστοῖς πῶρος διὰ τοιαύτην κατασκευὴν καὶ φύσιν τοῦ μέρους. πρὸς ὃ γὰρ πέφυκε τὰ μέρη, τῇ ἑαυτῶν φύσει συνεξομοιοῖ τὴν τροφήν, ὡς ἐπὶ κήπου τοῦ πολυφύτου. ἑνὸς γὰρ ὄντος τοῦ ὕδατος ἀρδεύοντος τὰ φυτά, πρὸς ὃ ἔχει ἕκαστον φύσιν, οὕτως ἀναδέχεται τὸ ὕδωρ· οἷον τὸ μὲν ἀψίνθιον τῇ μὲν ἑαυτοῦ φύσει ἐξοικειοῖ τὸ ἐνεχθὲν εἰς αὐτὸ ὕδωρ, καὶ τὸ ὤκιμον ὡσαύτως, καὶ τὰ ἑξῆς. ὡς δὲ Ἀνδρέας ὁ Καρύστιός φησι, προσχεόμενος ὁ μυελὸς ταῖς κοιλότησι τῶν ὀστῶν καὶ περιπηγνύμενος τοῖς χείλεσι τῆς τοῦ ὀστέου διαιρέσεως, καὶ σκληρυνθεὶς γίνεται πῶρος.

Διὰ τί οἱ χολέρᾳ ἁλισκόμενοι, ἐπιταθέντες τῷ πάθει τὰς γαστροκνημίας συνέλκονται; ῥητέον ὅτι ἡ χολέρα πεῖσίς ἐστι τοῦ στομάχου. νευρώδης δὲ οὗτος· ἀξιολόγως οὖν ἐπιταθεὶς συνδιατίθησι τοὺς ἐν ἡμῖν μύας· νευρώδεις γὰρ οἱ μύες εἰσίν.

Διὰ τί ὑπαλειφθέντες κολλύριον στυπτικόν, μεμυκότες μὲν τοὺς ὀφθαλμούς, ἧττον τῆς στύψεως ἀντιλαμβάνονται ἀνοίξαντες δὲ τούτους, σφοδρότερον τῆς στύψεως ἀντιλαμβάνονται; διότι μεμυκότα τὰ βλέφαρα τὸν κερατοειδῆ ὑμένα ἠρεμεῖν ποιοῦσιν· ἐπηρεμοῦντος οὖν τοῦ βολβοῦ, τὸ ὑπαλειφθὲν παρεμφράσσον τοὺς πόρους, τῆς ἰδίας στύψεως ἀντίληψιν ἥττονα παρέχει· ἀνοίξαντες δὲ τὰ βλέφαρα, εἰκότως μᾶλλον τῆς στύψεως ἴσχομεν τὴν ἀντίληψιν.

τῇ γὰρ συνεχεῖ κινήσει τοῦ ὀφθαλμοῦ, ὁ βολβὸς πρὸς τὰ βλέφαρα παρατριβόμενος, θερμασίας αἴτιος γίνεται ταύτης δὲ ἀποτελεσθείσης, οἱ λόγῳ θεωρητοὶ πόροι χαυνοῦνται καὶ ἀνευρύνονται· ἀνευρυνθέντων δὲ τούτων, ἀνάγκη δέχεσθαι, ὡς εἰπεῖν, τοὺς λόγῳ θεωρητοὺς ὄγκους τοῦ κολλυρίου· ὅθεν στυπτικωτέραν παρέχει τὴν στύψιν. Ἢ ὅτι ἐν τῷ διάγειν τοὺς ὀφθαλμοὺς μετὰ τὴν ὑπάλειψιν συμπεριδονούμενον τῷ βολβῷ τὸ κολλύριον, λεπτύνεται· ἀεὶ γὰρ τὰ κινούμενα εὐφυῆ πρὸς λεπτυσμόν· ὅσῳ τοίνυν λεπτύνεται, τοσούτῳ τὴν ἀντίληψιν παρέχει τῆς στύψεως.