Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί ἐν τοῖς καύμασιν οἱ περιοδικῶς νοσοῦντες φρικιῶσιν; ὅτι ἀραιωθέντων τῶν πόρων, ἔξω τὸ θερμὸν διαπνεῖ· πυκνωθέντων δέ, ἔσω ἀποκλείεται· χωρήσαντος οὖν ἔξω τοῦ ἐν ἡμῖν θερμοῦ, κατάψυξις γίνεται. φρίκαι δὲ συστελλομένων διὰ ψῦξιν τῶν σωμάτων, συνίστανται.

Διὰ τί στερεὰν τροφὴν καταπιόντες πνιγόμεθα; ὅτι ἔμπροσθεν τοῦ στομάχου ἐστὶν ὁ βρόγχος κατὰ μῆκος αὐτῷ παρακείμενος. πληρωθεὶς οὖν οὗτος, θλίβει τὴν ἀρτηρίαν καὶ τὸ πνεῦμα ἐπέχει. 35

Διὰ τί ἡ λευκὴ γῆ ἄφορος κατὰ τὸ πλεῖστον; ὅτι κατάψυχρός ἐστιν, ἡ μέλαινα δὲ πολύθερμος· καὶ ἡ μὲν ἑρπετῶν ἐστι γεννητική (ψυχρὰ δὲ ταῦτα), ἡ δὲ καρπῶν

(θερμοὶ δὲ οὗτοι). καὶ γὰρ τῶν γυναικῶν αἱ μέλαιναι ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ ἐν αὑταῖς πλέον θερμόν, πολυτόκοι.

Διὰ τί τὰ βρέφη σφοδρότερον πυρέσσει; ὅτι πολύθερμά ἐστιν· ἐπίτασις δὲ τῆς ἐμφύτου θερμασίας ὁ πυρετὸς γίνεται.