Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί οἱ μὲν ὀργιζόμενοι ἐρυθαίνονται τὸ πρόσωπον, ὠχριῶσι δὲ οἱ φοβούμενοι; ἡ μὲν ὀργὴ ἀθρόα τοῦ πνεύματός ἐστιν ἐκδρομή, ὁ δὲ φόβος, ὑποστολή· ὅθεν ὅπου μὲν περισσεύει, πυροῖ· ἔνθα δὲ ὑστερεῖ, ψύχει.

Διὰ τί τινες τῶν προβεβηκότων φαλακροῦνται, τινὲς δὲ οὔ; ὅτι τινές τινων μᾶλλον πολύθερμοι. οἱ γὰρ κατεψυγμένοι οὐ τριχοποιοῦσι.

Διὰ τί οἱ τερατόμορφοι καὶ ἄφρονες; ὅτι τοῖς σωματικοῖς τὰ ψυχικὰ συμπάσχει, ὥσπερ τοῖς ψυχικοῖς τὰ σωματικά.

Διὰ τί τὰ μεγάλα ἕλκη ἐν τῇ θεραπείᾳ ὅτε ἀνακαθαίρονται θανάσιμά ἐστιν; ὅτι διὰ πολλῶν πόρων κατὰ τὸ λεληθὸς τὸ ψυχικὸν πνεῦμα διαπνεῖ.