Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί τρίψαντες τὸν ὀφθαλμόν, παυόμεθα τῶν πταρμῶν; ἢ διότι ἡ ἀναπνοὴ γίνεται αὕτη τῷ ὑγρῷ; δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τὴν τρίψιν. [ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγρῶν. ἢ ὅτι ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος·] ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί. διὰ ταῦτα δὲ καὶ ἐάν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται ὁ πταρμός.

Διὰ τί οἱ γέροντες οὐχ οἱ παῖδες τὴν ἀσιτίαν φέρουσιν; ὅτι δυσκίνητον τὸ γῆρας, ὡς κατεψυγμένον. τὰ

δὲ βρέφη πολύθερμα καὶ πολυκίνητα. διαφορεῖ δὲ καὶ ἡ κίνησις. οἱ δὲ διαφορούμενοι τροφῆς δέονται.

Διὰ τί μετὰ τὸν θάνατον, πάντων τῶν μελῶν χαλωμένων, οἱ δίδυμοι μόνοι ἄνω σπῶνται; ὅτι ἐν τῷ τελευτᾶν σπερμαίνουσιν οἱ ἄνθρωποι· ἐκκρίνεται δὲ τὸ σπέρμα συνήθως τῶν διδύμων ἀνατρεχόντων, ὅθεν ἄνω κρατηθέντες μένουσι.

Διὰ τί οἱ μέθυσοι φαῦλον οἶνον ἡδέως πίνουσιν; Ὅτι οἱ πολυπόται ἁδροπόροι εἰσί. διὰ μεγάλων οὖν πόρων ὁ λεπτός κάλλιστος οἶνος χωρὶς ἀντιλήψεως ἀνατρέχει. ὁ δὲ φαῦλος παχὺς ὢν ἵσταται καὶ μένει, καὶ τὴν ἐξ αὐτοῦ ἡδονὴν τότε δοκεῖ παρέχειν.