Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί ἐπὶ τῆς κεφαλῆς, ἐκ μὲν τῶν δεξιῶν μερῶν τῆς μήνιγγος τρωθείσης, τὰ ἀριστερὰ παραλύεται· εἰ δὲ ἐκ τῶν ἀριστερῶν τοῦτο συμβαίη, τὰ δεξιὰ τὴν παράλυσιν ὑπομένει; Ῥητέον οὖν, ὅτι αἰτία ἡ θέσις τῶν νεύρων. ταῦτα γὰρ τὴν ἔκφυσιν ἔχει ἐκ τῆς βάσεως τοῦ ἐγκεφάλου. κεῖται γὰρ ἐναλλὰξ ἀλλήλων· τὰ μὲν γὰρ ἀπὸ τῶν δεξιῶν μερῶν τῆς βάσεως ἐκφυόμενα, φέρεται ἐπὶ τὰ ἀριστερὰ μέρη τῆς κεφαλῆς· τὰ δὲ ἀπὸ τῶν ἀριστερῶν μερῶν ἐκφυόμενα ἐπὶ τὰ δεξιὰ φέρεται μέρη· ὡς τὴν σύνθεσιν αὐτῶν γίνεσθαι ἐναλλάξ· εἰκότως οὖν τρωσθέντος τινὸς ἐκ τῶν δεξιῶν μερῶν τῆς μήνιγγος, τὰ ἀριστερὰ παραλύεται· ἐπὶ δὲ τοῦ ἑτέρου τὸ ἐναντίον. 30

Διὰ τί ἐν τοῖς πολέμοις ἐπὶ τὴν τρῶσιν ἡ πτῶσις γίνεται; τοῦτο γὰρ τετήρηται, ὅτι ἐπὶ τὸ τὴν τρῶσιν ὑπομένον μέρος γίνεται ἡ πτῶσις· οἷον εἱ τύχοι τῆς τρώσεως κατὰ τὰ ἐμπρόσθια μέρη γενομένης, οὐκ ἐπὶ τὰ νῶτα γίνεται ἡ πτῶσις, ἀλλ᾽ ἐπὶ [τὰ] ἐμπρόσθια. Ῥητέον ὅτι ἐφ᾽ ὃ σκάζει ἡ φύσις, ἐπ᾽ ἐκεῖνο γίνεται ἡ φορά· οἷον, εἰ ἡ φύσις τοῦ σώματος ἐν ἰσορροπίᾳ τινί ἐστι καὶ βούλεται ἐπίσης ἑστάναι. εἰ οὖν συμβαίνει τι προπεσεῖν καὶ κινῆσαι τοῦτο

ὥστε σκάσαι, ἐφ᾽ ὃ σκάζει, φέρεται· ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν κεκλιμένων τοίχων. ἐπὶ γὰρ τούτων, εἰ καὶ ἐκ τῶν ἐναντίων τις ἀντιθεῖναί τι θελήσει, ὥστε ἀντιβῆναι τῇ κλίσει, ὅμως ἐπ᾽ ἐκεῖνο φέρονται, ἐφ’ ὃ ἡ κλίσις γέγονε· καὶ μάλιστα, εἰ βιαιοτέρᾳ χρήσαιο πληγῇ ἐν τῷ ἀντερείδειν.

Διὰ τί ἐπὶ μὲν τῶν ζώντων καιομένων, φλύκταιναι ἐπανίστανται, ἐπὶ δὲ τῶν νεκρῶν οὐδαμῶς; Ῥητέον, ὄτι ἐπὶ τῶν ζώντων σωμάτων καὶ πνεύματά πως ὑπέσπαρται ἐν ὅλῳ τῷ σώματι, ἐπὶ δὲ τῶν νεκρῶν οὐδαμῶς· ἢ ὅτι τῶν μὲν νεκρῶν τὰ σώματα ἄθρυπτα καθέστηκε, τῶν δὲ ζώντων τοιαῦτά ἐστιν, ὥστε καὶ περιτένειαν ὑπομένειν καὶ δύνασθαι περιτείνεσθαι. προενεχθέντος οὖν τοῦ πυρός, γίνεταί τις ὁλκὴ ὕλης περὶ τὴν ἐπιφάνειαν καὶ ἀποτελεῖ τὰς φλυκταίνας. ἐπὶ οὖν τῶν νεκρῶν σωμάτων αὗται οὐ γίνονται, διὰ τὸ μὴ εἶναι ἐν αὐτοῖς τὸ οὐσιοποιὸν τῆς φλυκταίνης.

Διὰ τί μόνος ὁ πταρμὸς ἡμῖν τῆς νυκτὸς γίνεται κατὰ φύσιν ἔχουσιν, ἢ σπανίως· τὰ δ᾽ ἄλλα, ὡς εἰπεῖν, ἅπαντα καὶ τῆς ἡμέρας καὶ τῆς νυκτός; ἢ ὅτι ὁ μὲν πταρμὸς γίνεται ὑπὸ θερμοῦ τινος κινήσαντος τὸν τόπον τοῦτον, ἀφ᾽ οὗ γίνεται. διὸ καὶ ἀνακύπτομεν πρὸς τὸν ἥλιον, ὅταν βουλώμεθα πταρῦναι· καθευδόντων δ᾽ ἡμῶν ἀντιπερισπᾶται τὸ θερμόν. διὸ καὶ γίνεται τὰ κάτω θερμὰ τῶν καθευδόντων κατὰ πολύ. εἰκότως οὖν οὐ πτάρνυμεν ἀπαλλαγέντος τοῦ θερμοῦ ἐκ τῆς κεφαλῆς, ὃ κινεῖν πέφυκε τὸ ἐνταῦθα ὑγρόν, οὗ ἐξωθουμένου γίνεται ὁ πταρμός. [καὶ τὸ συμβαῖνον πάθος εἰκὸς μὴ γίνεσθαι.]