Quaestiones medicae et problemata physica
Cassius Iatrosophista
Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.
Διὰ τί ἐπὶ τῆς κεφαλῆς, ἐκ μὲν τῶν δεξιῶν μερῶν τῆς μήνιγγος τρωθείσης, τὰ ἀριστερὰ παραλύεται· εἰ δὲ ἐκ τῶν ἀριστερῶν τοῦτο συμβαίη, τὰ δεξιὰ τὴν παράλυσιν ὑπομένει; Ῥητέον οὖν, ὅτι αἰτία ἡ θέσις τῶν νεύρων. ταῦτα γὰρ τὴν ἔκφυσιν ἔχει ἐκ τῆς βάσεως τοῦ ἐγκεφάλου. κεῖται γὰρ ἐναλλὰξ ἀλλήλων· τὰ μὲν γὰρ ἀπὸ τῶν δεξιῶν μερῶν τῆς βάσεως ἐκφυόμενα, φέρεται ἐπὶ τὰ ἀριστερὰ μέρη τῆς κεφαλῆς· τὰ δὲ ἀπὸ τῶν ἀριστερῶν μερῶν ἐκφυόμενα ἐπὶ τὰ δεξιὰ φέρεται μέρη· ὡς τὴν σύνθεσιν αὐτῶν γίνεσθαι ἐναλλάξ· εἰκότως οὖν τρωσθέντος τινὸς ἐκ τῶν δεξιῶν μερῶν τῆς μήνιγγος, τὰ ἀριστερὰ παραλύεται· ἐπὶ δὲ τοῦ ἑτέρου τὸ ἐναντίον. 30
Διὰ τί ἐν τοῖς πολέμοις ἐπὶ τὴν τρῶσιν ἡ πτῶσις γίνεται; τοῦτο γὰρ τετήρηται, ὅτι ἐπὶ τὸ τὴν τρῶσιν ὑπομένον μέρος γίνεται ἡ πτῶσις· οἷον εἱ τύχοι τῆς τρώσεως κατὰ τὰ ἐμπρόσθια μέρη γενομένης, οὐκ ἐπὶ τὰ νῶτα γίνεται ἡ πτῶσις, ἀλλ᾽ ἐπὶ [τὰ] ἐμπρόσθια. Ῥητέον ὅτι ἐφ᾽ ὃ σκάζει ἡ φύσις, ἐπ᾽ ἐκεῖνο γίνεται ἡ φορά· οἷον, εἰ ἡ φύσις τοῦ σώματος ἐν ἰσορροπίᾳ τινί ἐστι καὶ βούλεται ἐπίσης ἑστάναι. εἰ οὖν συμβαίνει τι προπεσεῖν καὶ κινῆσαι τοῦτο
ὥστε σκάσαι, ἐφ᾽ ὃ σκάζει, φέρεται· ὅπερ συμβαίνει καὶ ἐπὶ τῶν κεκλιμένων τοίχων. ἐπὶ γὰρ τούτων, εἰ καὶ ἐκ τῶν ἐναντίων τις ἀντιθεῖναί τι θελήσει, ὥστε ἀντιβῆναι τῇ κλίσει, ὅμως ἐπ᾽ ἐκεῖνο φέρονται, ἐφ’ ὃ ἡ κλίσις γέγονε· καὶ μάλιστα, εἰ βιαιοτέρᾳ χρήσαιο πληγῇ ἐν τῷ ἀντερείδειν.Διὰ τί ἐπὶ μὲν τῶν ζώντων καιομένων, φλύκταιναι ἐπανίστανται, ἐπὶ δὲ τῶν νεκρῶν οὐδαμῶς; Ῥητέον, ὄτι ἐπὶ τῶν ζώντων σωμάτων καὶ πνεύματά πως ὑπέσπαρται ἐν ὅλῳ τῷ σώματι, ἐπὶ δὲ τῶν νεκρῶν οὐδαμῶς· ἢ ὅτι τῶν μὲν νεκρῶν τὰ σώματα ἄθρυπτα καθέστηκε, τῶν δὲ ζώντων τοιαῦτά ἐστιν, ὥστε καὶ περιτένειαν ὑπομένειν καὶ δύνασθαι περιτείνεσθαι. προενεχθέντος οὖν τοῦ πυρός, γίνεταί τις ὁλκὴ ὕλης περὶ τὴν ἐπιφάνειαν καὶ ἀποτελεῖ τὰς φλυκταίνας. ἐπὶ οὖν τῶν νεκρῶν σωμάτων αὗται οὐ γίνονται, διὰ τὸ μὴ εἶναι ἐν αὐτοῖς τὸ οὐσιοποιὸν τῆς φλυκταίνης.
Διὰ τί μόνος ὁ πταρμὸς ἡμῖν τῆς νυκτὸς γίνεται κατὰ φύσιν ἔχουσιν, ἢ σπανίως· τὰ δ᾽ ἄλλα, ὡς εἰπεῖν, ἅπαντα καὶ τῆς ἡμέρας καὶ τῆς νυκτός; ἢ ὅτι ὁ μὲν πταρμὸς γίνεται ὑπὸ θερμοῦ τινος κινήσαντος τὸν τόπον τοῦτον, ἀφ᾽ οὗ γίνεται. διὸ καὶ ἀνακύπτομεν πρὸς τὸν ἥλιον, ὅταν βουλώμεθα πταρῦναι· καθευδόντων δ᾽ ἡμῶν ἀντιπερισπᾶται τὸ θερμόν. διὸ καὶ γίνεται τὰ κάτω θερμὰ τῶν καθευδόντων κατὰ πολύ. εἰκότως οὖν οὐ πτάρνυμεν ἀπαλλαγέντος τοῦ θερμοῦ ἐκ τῆς κεφαλῆς, ὃ κινεῖν πέφυκε τὸ ἐνταῦθα ὑγρόν, οὗ ἐξωθουμένου γίνεται ὁ πταρμός. [καὶ τὸ συμβαῖνον πάθος εἰκὸς μὴ γίνεσθαι.]
Διὰ τί τρίψαντες τὸν ὀφθαλμόν, παυόμεθα τῶν πταρμῶν; ἢ διότι ἡ ἀναπνοὴ γίνεται αὕτη τῷ ὑγρῷ; δακρύει γὰρ ὁ ὀφθαλμὸς μετὰ τὴν τρίψιν. [ὁ δὲ πταρμὸς διὰ πλῆθος ὑγρῶν. ἢ ὅτι ἔλαττον θερμὸν φθείρεται ὑπὸ τοῦ πλείονος·] ὁ δὲ ὀφθαλμὸς τριφθεὶς πλείω λαμβάνει θερμότητα τῆς ἐν τῇ ῥινί. διὰ ταῦτα δὲ καὶ ἐάν τις αὐτὴν τὴν ῥῖνα τρίψῃ, παύεται ὁ πταρμός.
Διὰ τί οἱ γέροντες οὐχ οἱ παῖδες τὴν ἀσιτίαν φέρουσιν; ὅτι δυσκίνητον τὸ γῆρας, ὡς κατεψυγμένον. τὰ
δὲ βρέφη πολύθερμα καὶ πολυκίνητα. διαφορεῖ δὲ καὶ ἡ κίνησις. οἱ δὲ διαφορούμενοι τροφῆς δέονται.Διὰ τί μετὰ τὸν θάνατον, πάντων τῶν μελῶν χαλωμένων, οἱ δίδυμοι μόνοι ἄνω σπῶνται; ὅτι ἐν τῷ τελευτᾶν σπερμαίνουσιν οἱ ἄνθρωποι· ἐκκρίνεται δὲ τὸ σπέρμα συνήθως τῶν διδύμων ἀνατρεχόντων, ὅθεν ἄνω κρατηθέντες μένουσι.
Διὰ τί οἱ μέθυσοι φαῦλον οἶνον ἡδέως πίνουσιν; Ὅτι οἱ πολυπόται ἁδροπόροι εἰσί. διὰ μεγάλων οὖν πόρων ὁ λεπτός κάλλιστος οἶνος χωρὶς ἀντιλήψεως ἀνατρέχει. ὁ δὲ φαῦλος παχὺς ὢν ἵσταται καὶ μένει, καὶ τὴν ἐξ αὐτοῦ ἡδονὴν τότε δοκεῖ παρέχειν.
Διὰ τί οἱ μὲν ὀργιζόμενοι ἐρυθαίνονται τὸ πρόσωπον, ὠχριῶσι δὲ οἱ φοβούμενοι; ἡ μὲν ὀργὴ ἀθρόα τοῦ πνεύματός ἐστιν ἐκδρομή, ὁ δὲ φόβος, ὑποστολή· ὅθεν ὅπου μὲν περισσεύει, πυροῖ· ἔνθα δὲ ὑστερεῖ, ψύχει.
Διὰ τί τινες τῶν προβεβηκότων φαλακροῦνται, τινὲς δὲ οὔ; ὅτι τινές τινων μᾶλλον πολύθερμοι. οἱ γὰρ κατεψυγμένοι οὐ τριχοποιοῦσι.
Διὰ τί οἱ τερατόμορφοι καὶ ἄφρονες; ὅτι τοῖς σωματικοῖς τὰ ψυχικὰ συμπάσχει, ὥσπερ τοῖς ψυχικοῖς τὰ σωματικά.
Διὰ τί τὰ μεγάλα ἕλκη ἐν τῇ θεραπείᾳ ὅτε ἀνακαθαίρονται θανάσιμά ἐστιν; ὅτι διὰ πολλῶν πόρων κατὰ τὸ λεληθὸς τὸ ψυχικὸν πνεῦμα διαπνεῖ.
Διὰ τί ἐν τοῖς καύμασιν οἱ περιοδικῶς νοσοῦντες φρικιῶσιν; ὅτι ἀραιωθέντων τῶν πόρων, ἔξω τὸ θερμὸν διαπνεῖ· πυκνωθέντων δέ, ἔσω ἀποκλείεται· χωρήσαντος οὖν ἔξω τοῦ ἐν ἡμῖν θερμοῦ, κατάψυξις γίνεται. φρίκαι δὲ συστελλομένων διὰ ψῦξιν τῶν σωμάτων, συνίστανται.
Διὰ τί στερεὰν τροφὴν καταπιόντες πνιγόμεθα; ὅτι ἔμπροσθεν τοῦ στομάχου ἐστὶν ὁ βρόγχος κατὰ μῆκος αὐτῷ παρακείμενος. πληρωθεὶς οὖν οὗτος, θλίβει τὴν ἀρτηρίαν καὶ τὸ πνεῦμα ἐπέχει. 35
Διὰ τί ἡ λευκὴ γῆ ἄφορος κατὰ τὸ πλεῖστον; ὅτι κατάψυχρός ἐστιν, ἡ μέλαινα δὲ πολύθερμος· καὶ ἡ μὲν ἑρπετῶν ἐστι γεννητική (ψυχρὰ δὲ ταῦτα), ἡ δὲ καρπῶν
(θερμοὶ δὲ οὗτοι). καὶ γὰρ τῶν γυναικῶν αἱ μέλαιναι ὡς ἐπὶ τὸ πλεῖστον διὰ τὸ ἐν αὑταῖς πλέον θερμόν, πολυτόκοι.Διὰ τί τὰ βρέφη σφοδρότερον πυρέσσει; ὅτι πολύθερμά ἐστιν· ἐπίτασις δὲ τῆς ἐμφύτου θερμασίας ὁ πυρετὸς γίνεται.
Διὰ τί σημεῖον πωρωθέντων ὀστῶν τὸ τὰς ἐπιδεσμίδας ἐφαιμάσσεσθαι, καίπερ τοῦ κατάγματος ἄνευ τραύματος συστάντος; ὅτι ἡνίκα συρρεῖ ὁ πῶρος, τὰς ἐσπαρμένας τοῖς ἀραιώμασι τῶν ὀστῶν ῥανίδας τοῦ αἵματος θλίβει.
Πῶς πῶρος συνίσταται; τὸν τρόπον τοῦτον· ἐκ τῆς τροφῆς οὐσία μεταβληθεῖσα καὶ εἰς τοὺς τόπους ἐκείνους ἐνεχθεῖσα, τοιάδε ἀποτελεῖ, καὶ γίνεται ὁ καλούμενος πῶρος. ὃν γὰρ τρόπον καὶ ἐν τοῖς μυξωτῆρσι φθάσασα αὕτη ἡ μεταβολὴ γίνεται μύξα, ἐν δὲ μαστοῖς γάλα, οὕτως καὶ ἐν ὀστοῖς πῶρος διὰ τοιαύτην κατασκευὴν καὶ φύσιν τοῦ μέρους. πρὸς ὃ γὰρ πέφυκε τὰ μέρη, τῇ ἑαυτῶν φύσει συνεξομοιοῖ τὴν τροφήν, ὡς ἐπὶ κήπου τοῦ πολυφύτου. ἑνὸς γὰρ ὄντος τοῦ ὕδατος ἀρδεύοντος τὰ φυτά, πρὸς ὃ ἔχει ἕκαστον φύσιν, οὕτως ἀναδέχεται τὸ ὕδωρ· οἷον τὸ μὲν ἀψίνθιον τῇ μὲν ἑαυτοῦ φύσει ἐξοικειοῖ τὸ ἐνεχθὲν εἰς αὐτὸ ὕδωρ, καὶ τὸ ὤκιμον ὡσαύτως, καὶ τὰ ἑξῆς. ὡς δὲ Ἀνδρέας ὁ Καρύστιός φησι, προσχεόμενος ὁ μυελὸς ταῖς κοιλότησι τῶν ὀστῶν καὶ περιπηγνύμενος τοῖς χείλεσι τῆς τοῦ ὀστέου διαιρέσεως, καὶ σκληρυνθεὶς γίνεται πῶρος.
Διὰ τί οἱ χολέρᾳ ἁλισκόμενοι, ἐπιταθέντες τῷ πάθει τὰς γαστροκνημίας συνέλκονται; ῥητέον ὅτι ἡ χολέρα πεῖσίς ἐστι τοῦ στομάχου. νευρώδης δὲ οὗτος· ἀξιολόγως οὖν ἐπιταθεὶς συνδιατίθησι τοὺς ἐν ἡμῖν μύας· νευρώδεις γὰρ οἱ μύες εἰσίν.
Διὰ τί ὑπαλειφθέντες κολλύριον στυπτικόν, μεμυκότες μὲν τοὺς ὀφθαλμούς, ἧττον τῆς στύψεως ἀντιλαμβάνονται ἀνοίξαντες δὲ τούτους, σφοδρότερον τῆς στύψεως ἀντιλαμβάνονται; διότι μεμυκότα τὰ βλέφαρα τὸν κερατοειδῆ ὑμένα ἠρεμεῖν ποιοῦσιν· ἐπηρεμοῦντος οὖν τοῦ βολβοῦ, τὸ ὑπαλειφθὲν παρεμφράσσον τοὺς πόρους, τῆς ἰδίας στύψεως ἀντίληψιν ἥττονα παρέχει· ἀνοίξαντες δὲ τὰ βλέφαρα, εἰκότως μᾶλλον τῆς στύψεως ἴσχομεν τὴν ἀντίληψιν.
τῇ γὰρ συνεχεῖ κινήσει τοῦ ὀφθαλμοῦ, ὁ βολβὸς πρὸς τὰ βλέφαρα παρατριβόμενος, θερμασίας αἴτιος γίνεται ταύτης δὲ ἀποτελεσθείσης, οἱ λόγῳ θεωρητοὶ πόροι χαυνοῦνται καὶ ἀνευρύνονται· ἀνευρυνθέντων δὲ τούτων, ἀνάγκη δέχεσθαι, ὡς εἰπεῖν, τοὺς λόγῳ θεωρητοὺς ὄγκους τοῦ κολλυρίου· ὅθεν στυπτικωτέραν παρέχει τὴν στύψιν. Ἢ ὅτι ἐν τῷ διάγειν τοὺς ὀφθαλμοὺς μετὰ τὴν ὑπάλειψιν συμπεριδονούμενον τῷ βολβῷ τὸ κολλύριον, λεπτύνεται· ἀεὶ γὰρ τὰ κινούμενα εὐφυῆ πρὸς λεπτυσμόν· ὅσῳ τοίνυν λεπτύνεται, τοσούτῳ τὴν ἀντίληψιν παρέχει τῆς στύψεως.