Quaestiones medicae et problemata physica
Cassius Iatrosophista
Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.
Διὰ τί οἱ φρενιτικοὶ καὶ οἱ μεμηνότες ἐν τοῖς παροξυσμοῖς ἰσχυρότεροί τέ εἰσι καὶ τὴν δύναμιν ἐπιτεb ταμένην ἔχουσι; ῥητέον, ὅτι θρασύνονται μὲν ὑπὸ τῆς παρακοπῆς· δύσκαμπτον δὲ αὐτοῖς ἐστι τὸ σῶμα ἀπὸ τῆς ἄγαν σφίγξεως. διὰ τοῦτο δὲ εἰς ἄνεσιν ἐλθόντες ἀτονοῦσιν, οὐ γινόμενοι ἀπὸ τοῦ κρείττονος χείρονες, ἀλλὰ τῆς σφίγξεως ἀνεθείσης.
Διὰ τί σιναπισθέντες ὕδατι μὲν τοῦ σινήπεως λειθέντος καὶ καταχρισθέντος, φοινίσσονται πλέον· ἐπὰν δ᾽ ὄξει λειωθῇ, οὐκ ἔτι τοῦτο παρέχει τοῖς πεπονθόσι; ῥητέον, ὅτι οἱ τῷ ὄξει ἐπιχρισθέντες εἰκότως ἥττονα τὴν ἄμυξιν ὑπομένουσι καὶ τὸν φοινιγμόν· στύφονται γὰρ τὴν ἐπιφάνειαν, καὶ ὡς εἰπεῖν περιγανοῖ τὴν ἐξ αὐτοῦ ἀποτελουμένην πύκνωσιν τῶν πόρων [τὸ ὄξος]· ὅθεν οὐ συγχωρεῖ εἰς παρείσδυσιν χώραν ἔχειν τὸ νάπυ πρὸς τὸ καθάψασθαι τῶν πόρων. Ἢ ὅτι ἡ δριμύτης τοῦ νάπυος, τῇ ἐπιμιξίᾳ τοῦ ὄξους ἀμβλύνεται; αὗται γὰρ αἱ ποιότητος δίεφθειραν, συμπλακεῖσαι τὴν οἰκείαν ἄκραν τῆς ποιότητος διέφθειραν, τῷ ἕκαστον τὴν ἰδίαν ἰσχὺν ἀποβεβληκέναι. ὃν τρόπον καὶ ἐπὶ τοῦ εὐκράτου λεγομένου ἐστὶ συνορᾶν· καὶ γὰρ τοῦτο ἐκ θερμοῦ ἄγαν ὕδατος καὶ ψυχροῦ συστάν, τῇ ποιᾷ περιλοκῇ ἀπέβαλε τὰς ἄκρας ποιότητας, καὶ παρ᾽ ἐκείνας ἑτέρα τις ποιότης ἀπετελέσθη. Οἱ δὲ σιναπισθέντες, τοῦ νάπυος ὕδατι λειωθέντες, μᾶλλον φοινίσσονται [τοὺς τόπους] δι᾽ αἰτίαν τοιάνδε· τὸ γὰρ ὕδωρ τῷ λεῖον εἶναι καὶ τῷ διυγραίνειν, ἀνευρῦνον τοὺς πόρους τοὺς λόγῳ θεωρητούς, παρεισδύνειν συγχωρεῖ τῷ νάπυϊ. ἔστι δὲ ὡς προείρηται θερμὸν
καὶ συνεργεῖ μᾶλλον τῇ τῶν πόρων ἀναπετείᾳ. Εἰκότως οὖν οἱ μὲν ὄξει σιναπισθέντες, ἔλαττον φοινίσσονται· οἱ δ᾽ ὕδατι, μᾶλλον.Διὰ τί τὸ ὄμβριον ὕδωρ γλυκύ, καίπερ ἀπὸ θαλάσσης ἀνιμώμενον; ῥητέον, ὅτι τὸ θαλάττιον ὕδωρ καθ᾽ ἑαυτὸ ἁλμυρόν ἐστι· ἔστι δὲ τοῦτο βαρύ. ἔχει δὲ ποταμοὺς ἐπιρρέοντας εἰς αὐτήν. τὸ γοῦν πνεῦμα ἀνιμώμενον ἐκ τῆς θαλάττης τὸ ὕδωρ, οὐ τὸ παχὺ ἐφέλκεται, ἀλλὰ τὸ ἐν αὐτῇ λεπτόν, ὅ ἐστι τὸ γλυκύ. εἰκότως οὖν τὸ ὄμβριον γλυκύ, κἂν ἀπὸ θαλάττης ἀνιμᾶται. ἢ ὅτι τὸ πνεῦμα τῇ βίᾳ τῇ σφοδρᾷ, κἂν [αὐτὸ] τὸ θαλάσσιον ἀνιμήσηται, κινεῖ τοῦτο, κινηθὲν δὲ αὐτὸ λεπτότερον γίνεται; ἀεὶ γὰρ τὰ κινούμενα εὐφυῆ πρὸς λεπτυσμόν. τὸ δὲ λεπτόν, καὶ γλυκύ, ὡς [μὴ] ἐκ μεγάλων συνεστὼς ὄγκων. διὸ γλυκὺ τὸ ὄμβριον ὕδωρ.
Διὰ τί τὸ θαλάσσιον ὕδωρ ἁλμυρὸν τυγχάνον, ἑψηθὲν ἐπὶ πολύ, γλυκύτερον γίνεται; ἕψεται δὲ ἕως ἀποτριτωθῇ. Ῥητέον, ὅτι τὸ θαλάττιον ὕδωρ ἐκ μεγάλων ὄγκων συνεστὼς λεπτύνεται καταδιαιρούμενον ὑπὸ τοῦ πυρός. μεταβολὴν τοίνυν ἐσχηκός, διὰ τὸ ἀπὸ παχέως εἰς λεπτὸν καταστῆναι, τῷ ἀποβεβληκέναι τὴν προτέραν ποιότητα, γέγονεν ἀντὶ ἁλμυροῦ γλυκύ.
Διὰ τί οἱ πάνυ φλεγμαίνοντες ὀφθαλμοὶ τραχύτητός τινος συναίσθησιν παρέχουσι τοῖς κάμνουσιν; ἢ λήμης ἐπιγενομένης καὶ τῷ ἄνω βλεφάρῳ ὑπεισελθούσης; ὁ τραχυσμὸς ἀποτελεῖται; ἢ διὰ τὸ τὰ ἔνδον ἀνωμάλως καταπλέκοντα τὸ βλέφαρον ἀγγεῖα κυρτοῦσθαι, καὶ οὕτω τὴν τραχύτητα ἐπάγειν;
Διὰ τί γίνεται ἐν ὀφθαλμῷ λήμη; ἢ ὅτι τῶν ὑμένων τοῦ ὀφθαλμοῦ ὥσπερ ἐξ ἐπικαύσεως ἄγαν πυρωθέντων, διὰ τὴν πλεόνασιν καὶ δυσδιαφορησίαν τῶν πόρων ἐπεχομένου τοῦ ὀφείλοντος θερμοῦ ἐκ τοῦ βάθους διαφορηθῆναι ἀποτελεῖται; ἢ ὅτι τὰ ἐν τῷ ὀφθαλμῷ κατὰ φύσιν ὑγρά, ἀναξηρανθέντα καὶ οἱονεὶ φρυγέντα ὑπὸ τῆς τοπικῆς πυρώσεως, τῆς λήμης γένεσιν ἀποτελεῖ;
Διὰ τί ἐπὶ τῶν πυρεσσόντων οἱ σφυγμοὶ ἀλλοιοῦνῷ τὸ ἐν ἡμῖν κατὰ φλυσιν ὂν καὶ ͅ11
μετρον, πλεονάζον, λεπτυνθὲν κατὰ διαίρεσιν ὑπὸ τῆς ἐν τῷ βάθει γενομένης [πλείονος] θερμασίας, καὶ γενόμενον ὀξυκίνητον διὰ τὴν κουφότητα, οὐ μόνον τοὺς σφυγμοὺς ἀλλοιοῖ, ἀλλὰ καὶ αὐτὴν τὴν ἀναπνοήν.Διὰ τί τὴν ἐπιφάνειαν ἑλκώδη ἴσχουσιν οἱ πυρέττοντες; ὅτι παρατριβομένης τῆς σαρκὸς τοῖς παρακρατουμένοις ὄγκοις εὐτριψίας οὔσης, προσαγανακτεῖ· ὡς καὶ ἐπὶ τῶν φλεγμαινόντων τι μέρος τοῦ σώματος εἴωθε γίνεσθαι.
Διὰ τί ὠχριῶσιν οἱ πυρέττοντες; ἤτοι διὰ τὴν τροπὴν τῶν ἐν ἡμῖν ὑγρῶν, ἢ διὰ τὴν τῶν λόγῳ θερητῶν πόρων μετασκευὴν τοῦτο συμβαίνει· ἀνάλογον δὲ καὶ περὶ τὰς ἐκκρίσεις τῆς κοιλίας καὶ τῶν οὔρων ἡγητέον γίνεαι.,
Διὰ τί ἐπὶ τῶν ῥοωδῶς πυρεσσόντων, διαφορήσεως οὔσης καὶ ἀποικονομήσεως τῶν ἐν ἡμῖν, θερμασία τις ἐπιφαίνεται τούτοις, καὶ ὁ σφυγμὸς μέγας; ὅτι τῆς παρακειμένης ὕλης λεπτυνομένης ἐπὶ πολύ, ἡ διαφόρησις γίνεται· τῇ δὲ ποιᾷ παρόδῳ τῶν ὄγκων καὶ παρατρίψει, ἡ ποιὰ θερμασία ἀποτελεῖται. καὶ οὔ φαμεν ὁμοίως τοῖς τεγνοπα2ο θοῦσι τὴν θερμασίαν ἔχειν τοὺς ῥοωδῶς πυρέσσοντας· ἀλλ᾽ οὐδὲ μὴν τὸν σφυγμόν· κατὰ δὲ σύγκρισιν τῶν ὑγιαινόντων. ἔσται δέ σοι τοῦτο πρόδηλον κἀκ τῶν λουσαμένων ἢ γυμνασίᾳ χρμένων, ἐφ’ ὧν χαλῶνται μὲν οἱ πόροι, λεπτύνεσθαι δὲ συμβαίνει τὰ παρακείμενα καὶ διαπνεῖσθαι προδήλως τὴν θερμασίαν· γίγνεσθαί τε καὶ εἶναι πλείονα ἢ κατὰ φύσιν, καὶ τὸν σφυγμὸν σφοδρότερον, καὶ μέγεθος ἴσχειν· τὴν γὰρ δυσκινησίαν καὶ τὸ βάρος ὑπὸ τῆς μειωθείσης δυνάμεως ἀποτελεῖσθαι.
Διὰ τί πρὸς τὴν τροφὴν οἱ πυρέξαντες ἀνορέκτως ἔχουσιν; ἢ ὅτι ἡ ὄρεξις ἐν συμμετρίᾳ τινί ἐστι τῶν ἐν στομάχῳ καὶ κοιλίᾳ πόρων; ἣν συμμετρίαν εὔλογον οὐχ ὑγιῆ μένειν, ἤτοι διαστάντων ἐπὶ πλεῖον τῶν πόρων, ἢ μυόντων.
Διὰ τί ἐν ταῖς χολέραις τὰ ἄκρα συνέλκεται καὶ σπᾶται καὶ καταψύχεται, καὶ ἀμαυρὸν τὸν σφυγμὸν ἔχουσιν; ὅτι λεληθότως διαφορεῖται τὸ ἐξ αὐτῶν πνεῦμα πρὸς τὴν ἐν κοιλία λεπτομέρειαν· ἔνθερμος γὰρ τούτοις ἡ κοιλία·
ἔνθεν καὶ ναρκῶσι. ναρκᾷ δὲ τὰ στερούμενα τῆς τοῦ πνεύματος παραθέσεως· τὰ δὲ ἄκρα ψύχεται καὶ συνέλκεται, τῷ καὶ τὸ ἐν τούτοις θερμὸν πρὸς τὴν κοιλίαν φέρεσθαι διὰ τὴν λεπτομέρειαν.Διὰ τί οἱ ὑδροφοβικοὶ τὸ ὕδωρ φοβοῦνται, καὶ τὸ αἰδοῖον ἅμα τοῖς ὑποχονδρίοις ἐντείνονται, καὶ τρέμουσι καὶ σπῶνται καὶ παρακόπτουσιν εἰς τοσοῦτον, ὥστε καὶ ὑλακτῆσαι κυσὶν ὁμοίως; σπῶνται μὲν οὖν καὶ τρέμουσι, τοῦ στομάχου συντιθεμένου τῷ νευρώδει. διὰ ταὐτὸ δὲ καὶ τὸ αἰδοῖον ἐντείνονται. ἡ γὰρ τοῦ ὑδροφόβου κατασκευὴ καὶ ἡ πεῖσις, ἔνστασίς ἐστι περὶ τὸν στόμαχον καὶ τὴν κοιλίαν. παρακόπτουσι δὲ διὰ τὸ ἀναδίδοσθαι ἐπὶ κοιλίαν καὶ στόμαχον ὕλην ἐφθαρμένην, καὶ ταύτης μέρος τι εἰς τὰς μήνιγγας ἀναθυμιᾶσθαι. ἐνιστάμενον δὲ περὶ ταύτας, ἀπεργάζεται τὰς ἐκνοίας· ὀχλοῦνται δὲ πίνοντες, ὅτι ἡ μὲν σύστασις ἀπετελέσθη περὶ μικροὺς πόρους. ὅταν οὖν πίνωσι, παραδύεται τὸ ὕδωρ, ἅτε λεπτομερὲς ὄν, τοῖς μικροῖς πόροις καὶ αὔξει τὰς ἐνστάσεις. ὑπὸ δὲ τῆς στερεμνίου τροφῆς οὐκ ὀχλοῦνται. τοὺς γὰρ ὄγκους αὐτῶν μεγάλους ὄντας, οἱ πεπονθότες οὐ παραδέχονταί ποτε. καὶ μὴ πίνοντες δὲ τὸ ὕδωρ, δεδοίκασι τοῦτο διὰ τὴν τῶν αἰσθητηρίων φαντασίαν. πίνων γάρ τις ὁρᾷ ἅμα καὶ πίνει· ἡ δὲ ὅρασις ὑπὸ τοῦ ὕδατος κινηθεῖσα, συγκινεῖ τὸ ἐν τῷ στόματι πνεῦμα. τοῦτο δὲ κινηθὲν ὑπὸ τοῦ πινομένου συγκινεῖ τὴν ὅρασιν οὕτως, ὡς ὑπὸ τοῦ ὕδατος πρὶν ἐκινεῖτο ἐκ δὲ τῆς συγκινήσεως γίνεται συγγυμνασία τοιαύτη, ὥστε κἂν μὴ πίνηται τὸ ὕδωρ, βέβληται ἐν τῷ στομάχῳ πνεῦμα συγκινοῦν, ὡς ὑπὸ τοῦ πινομένου τάχιον ὀχληρῶς ἐκινεῖτο. συγκαλυψάμενοι οὖν πίνουσι διὰ τὸ ἀποχωρεῖν τῶν κινημάτων τὸ ἕτερον. ὑπὲρ δὲ τοῦτο ἰόν, τοῖς πόροις τοῦ στομάχου ἐνίστασθαι βέλτιον ἔχει.
Διὰ τί οἱ ἀπεπτήσαντες ἐφθαρμένην ἀπερεύγουσι τροφήν; ὅτι διὰ τὸ πλῆθος τῆς προσαχθείσης, θερμασία πλείων γίνεται εἰς τὸ κύτος τῆς κοιλίας· καὶ αὕτη ἐμπλεομένη, φθείρει τὴν τροφὴν καὶ κνισσοῖ, οὐκ ἐκ τοῖς ἀραιώμασιν, ἀλλ᾽ ἐν τῷ κύτει.
Διὰ τί οἱ κεφαλάλγειαν ἔχοντες ἀμβλυωποῦσι καὶ
δακρύουσι συνεχῶς; ὅτι ἐπὶ τὴν κεφαλὴν ἀναδιδομένης ὕλης (ἀεὶ γὰρ ἐπὶ τὰ πεπονθότα αἱ ὕλαι φέρονται) πολὺ μέρος φέρεται ἐπὶ τοὺς ὀφθαλμούς, καὶ τοῦτ᾽ εἰκότως, διὰ τὸ ἀνεῷχθαι διὰ τὸ πλῆθος τῆς λεπτομερείας, ὃ γίνεται διὰ τὴν συνεχῆ κίνησιν αὐτῶν. [ἢ] καὶ πῇ μὲν δακρύουσι διὰ τὸ πλῆθος τῆς ἐπιφορτιζούσης τὰ μέρη ὕλης· πῇ δὲ ἀμβλυωποῦσι διὰ τὸ ἐπιολοῦσθαι τὸ κατὰ φύσιν πνεῦμα, τὸ διοδεῦον διὰ τῶν ὁρατικῶν πόρων τῇ ἐπιμιξίᾳ τῆς 76. δοθείσης ὕλης.Διὰ τί ἦχοι ἀποτελοῦνται κεφαλαλγείας οὔσης; ὅτι τὸ ἀκουστικὸν πνεῦμα κραδαίνεται ὑπὸ τῆς ἐνστάσεως τῆς περὶ τὰ μέρη συστάσης· ἔνστασις δέ ἐστιν ὄγκος ἐν λόγῳ θεωρητοῖς ἀραιώμασι διὰ σφήνωσιν.
Διὰ τί οἱ κεφαλάλγειαν ἔχοντες ἐξανιστάμενοι μᾶλλον ἀλγοῦσιν; Ὅτι κινουμένης τῆς κεφαλῆς, πλείων ἐπ᾽ αὐτὴν ἡ τῆς ὕλης φορὰ γίνεται καὶ τὰς ἐνστάσεις αὔξει.
Διὰ τί ἀσφυξία γίνεται; Ὅτι ἀπὸ τῶν ἀρτηριῶν πνεῦμα πονηρευομένου τοῦ πάθους πρὸς τὴν ἐν τοῖς πεπουθόσι λεπτομέρειαν ἕλκεται.
Διὰ τί οἱ μαινόμενοι παρακόπτουσιν; ὅτι δυσοδία τοῦ ψυχικοῦ πνεύματος ἀποτελεῖται, διὰ τὴν ἔνστασιν καὶ τὴν μύσιν τῶν ἐν τοῖς μεταβάλλουσιν αὐτὸ σώμασι πόρων συνίσταται γὰρ περὶ τὸν ἐγκέφαλον καὶ τὰς ἐκεῖσε μήνιγγας τὸ πάθος, καὶ τὰς ἐντεῦθεν διὰ τὸ παρὰ φύσιν διακεῖσθαι τὰς ἀποφύσεις. καὶ φαντασίας τινὰς ὁρῶνται φανταζόμενοι καὶ τὰ μὴ ἑστῶτα ὡς ἑστῶτα ὁρᾶν, καὶ τὰ μὴ ὑπάρχοντα ὡς ὑπάρχοντα, ὅμοιόν τι τοῖς ἰκτερικοῖς πάσχοντες. καὶ γὰρ ἐκεῖνοι διὰ τὴν ποροποιΐαν τῶν ἐν τοῖς ὀφθαλμοῖς ἀποτελεσθέντων πόρων, τοιάνδε τῶν ὁρατῶν φαντασίαν ἔχουσι· πάντα γὰρ αὐτοῖς χλωρὰ φαίνεται εἶναι.
Διὰ τί οἱ μελαγχολικοί, ὀργίλοι καὶ δύσθυμοι; ἐπειδὴ τὸ πάθος περί τε κοιλίαν ὑφίσταται καὶ τοῦ στομάχου τὸ πέρας, ὃ συνάπτει τῷ στόματι τῆς κοιλίας. ἐκεῖσε οὖν ὑγρῶν διεφθορότων, συναθροισμὸς ἀποτελεῖται, καὶ αἰτία γίνεται τῶν λεχθέντων· πρόδηλον δὲ τοῦτο κἀκ τῶν ὑγιαινόντων μέν, ἀρχῇ δὲ τροφῆς χρησαμένων. δυσεντευξίαι
γὰρ συμβαίνουσι. καὶ οἱ ὑδροφοβικοί, ἐπιβουλεύεσθαι δοκοῦντες, ἀτροφοῦσι σχεδόν.