Quaestiones medicae et problemata physica
Cassius Iatrosophista
Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.
Διὰ τί σκαλευόντων ἡμῶν τὰς ἀκοὰς οἷα μηλωτίσιν ἤ τισιν ἄλλοις, συμβαίνει βῆχα κινεῖσθαι, ὥσπερ
ἐρεθιζομένης τῆς ἀρτηρίας; ἢ ὅτι πολλὴ συγγένεια οὐ τῇ φωνῇ μόνῃ πρὸς τὴν ἀκοήν, ἀλλὰ καὶ τοῖς μέρεσι πρὸς τὰ μέρη οὕτως, ὡς καὶ τὸ φωνητικὸν ὄργανον συμπαθεῖν. γίνεται δὲ τὸ βηχίον ἐν τῷ φωνητικῷ.Τίνος ἕνεκα τῶν κεφαλαλγούντων οἱ μὲν ὀξέως αἰσθάνονται τῶν φωνῶν, οἱ δὲ οὐδόλως αἰσθάνονται; ἢ δῆλον τό, ἐὰν γένωνται σφοδραὶ αἱ κεφαλαλγίαι, ὡς σφήνωσιν πλείονα γενέσθαι πρηγησαμένης καὶ σκοτώσεως, συμβαίνει τὸν νοῦν κατὰ φύσιν μὴ διακεῖσθαι· νοῦς δὲ ὁρᾷ, ὥς φησί τις τῶν ἀρχαίων· ὥστε καὶ τούτου κακωθέντος, καὶ τῆς φωνήσεως ὑποκειμένης, εἰκότως οὐκ ἀντιαμβάνονται τῶν φωνῶν.
Διὰ τί κώφωσιν ἔχοντες διὰ τῶν μυκτήρων φθέγγονται; δῆλον, ὅτι ἐκ πρώτου τοῦ πάθους συναισθήσεις γίνονται αὐτοῖς, οἷον εἰς δύναμιν ἀνευρύνουσι τὰς ἀκοάς· ὧν ἀνευρυνομένων καὶ οἱ πόροι ἀνευρύνονται τῶν μυκτήρων ἐκ τῆς διαστάσεως μυσάντων. οὕτω δὲ τοῦ πνεύματος ἐκ τῆς διαστάσεως φερομένου, εὐμαρῶς ὥσπερ φθογγή τις ἀποτελεῖται.
Διὰ τί ἡ πολυυπνία καὶ ἡ ἀγρυπνία ἡ ἐπιπολὺ γενομένη βάρος ἐμποιοῦσι τῇ κεφαλῇ; καὶ οὐκ ἔστι λέγειν ὅτι ὡς ὑπερβολαὶ κακοῦσι τὸ σῶμα· οὐ γαρ τοῦτό ἐστι τὸ ζητούμενον, ὅτι διὰ τί κακοῦται ἡ κεφαλὴ ὑπὸ τῶν ἐναντίων, ἀλλ᾽ ὅτι διὰ τί τὸ αὐτὸ πρὸς ἀκρίβειαν ἐπιγίνεται σύμπτωμα ἔκ τε τῆς ἀγρυπνίας καὶ πολυυπνίας, ἐναντίων ὄντων; Ῥητέον οὖν, ὅτι ἐκ μὲν τῆς πολυυπνίας τοῦτο συμβαίνει, τῆς ἀναπεμπομένης εἰς τὴν κεφαλὴν ὕλης μὴ δυναμένης διαπνεῖσθαι διὰ τὴν πυκνότητα τὴν ἐκ τοῦ ὕπνου. Ἐπὶ δὲ τῆς ἀγρυπνίας τὸ αὐτὸ ἀποτελεῖται διὰ τήνδε τὴν αἰτίαν· λεπτοποιουμένων γὰρ τῶν ὑλῶν ἐκ τῶν ἐν τῇ ἐγρηγόρσει ἐνεργειῶν, ἀναδίδονταί τινες ἀτμοὶ εἰς τὰ μετεωρότερα (οὕτω γὰρ καὶ εἰς τὴν κεφαλὴν) καὶ συμβαίνει ἐπὶ πλεῖον λεπτοποιουμένης τῆς ὕλης ἐκ τῆς συντόνου ἀγρυπνίας ἐπὶ πλέον καὶ τὴν ἀνάδοσιν γίνεσθαι. συμβαίνει δὲ ἐκ τῆς ἀγρυπνίας μὴ τὰς τροφὰς κατὰ λόγον διοικεῖσθαι, ἀλλὰ τρέπεσθαι ἐπὶ τὸ ἐφθαρμένον· ὡς καὶ αὐτοὺς τοὺς ἀναδιδομένους εἰς τὴν κεφαλὴν ἀτμοὺς μὴ
μόνον διὰ τὸ πλῆθος ταύτην βαρεῖν, ἀλλὰ καὶ διὰ τὸ τετράφθαι ἐπὶ τὸ χεῖρον τὴν τροφήν.Διὰ τί οἱ μὲν ἐγρηγορότες ἐν τῷ φωτὶ τῆς σελήνῆς, κἂν ἐπὶ πολὺ τύχωσιν ἐν τούτῳ διατρίβοντες, οὐδὲν ὅλως βλάπτονται ὑπὸ τούτου, οἱ δὲ καθεύδοντες ἐπὶ τούτῳ σφηνοῦνται τὰς κεφαλάς; ἢ δῆλον, ὅτι θερμοῦ τε ἄμα ὄντος καὶ ὑγροῦ τοῦ ταύτης φωτός, βαρύνονται τὰς κεφαλὰς οἱ ἐν τούτῳ καθεύδοντες; ἢ τοῦτο συμβαίνει τρόπον πληγοειδῆ ἐπὶ τῶν καθευδόντων προσπίπτοντος τοῦ φωτός, διὰ τὸ συμπεπλέχθαι βαρύτητι τῇ ἐκ τῆς ὑγρότητος, ὥσπερ ἐπὶ τῶν μετὰ ἀράξεως κρουνιζομένων; ἐπὶ γὰρ τούτων, διὰ τὴν ἄραξιν, πληγοειδεῖς γίνονται αἱ ἐπίρροιαι, ὡς σφήνωσιν μᾶλλον ἢ ἀραίωσιν γίνεσθαι. οὕτως οὖν συμβαίνει καὶ τοῦ φωτὸς τῆς σελήνης μετὰ βαρύτητος προσπίπτοντος διὰ τὴν εἰρημένην αἰτίαν, σφήνωσιν ἢ βαρύτητα γίνεσθαι, συνεργούσης καὶ τῆς ἐκ τοῦ ὕπνου πυκνώσεως.
Διὰ τί ἠρέμα μὲν τῇ κινήσει χρώμενοι, κἂν ἔχωσι βαρυτέρας τὰς κεφαλὰς πρὸ τῆς κινήσεως, κουφίζονται ταύτας μετὰ τὴν κίνησιν, οἱ δὲ μετὰ δρόμου κινούμενοι καὶ μὴ πρότερον ἀντιλαμβανόμενοι βαρύτητος, μετὰ τὴν κίνησιν βαρύνονται τὰς κεφαλάς; Ῥητέον, ὅτι ἐπὶ μὲν τῶν ἠρέμα τῇ κινήσει χρωμένων συμβαίνει ἠρέμα τὰς ὕλας ἀποσυλᾶσθαι ἐπὶ τὰ κάτω μέρη· ἐπὶ δὲ τῶν ἐπιτεταμένη χρωμένων τῇ κινήσει, καὶ ἀνταποπάλσεις γίνονται, ὅθεν αἱ φερόμεναι ἐπὶ τὰ κάτω μέρη ὕλαι πάλιν ἀναπέμπονται ἀνταποπάλσεως γενομένης· ὥσπερ ἔχει ἐπὶ ῥιπτομένων ἐπὶ τὸ ἔδαφος στρογγύλων τινῶν. ἐνταῦθα γάρ, ἐὰν μὲν ἠρέμα τις ἀφῇ ἐπὶ τοῦ ἐδάφους, μένει καὶ οὐκ ἀντιπάλλεται. εἰ δέ τις μετὰ σφοδρότητος ῥίψει ταῦτα, πάλιν φέρεται ἐπὶ τὸ ἄνω, ὥς ἐστιν ἐπὶ τῶν σφαιρῶν ἰδεῖν· τὸ αὐτὸ δὴ συμβαίνει καὶ ἐπὶ τῶν τρεχόντων, πάλιν οὕτω τῆς ὕλης ἐπὶ τὰ ἄνω φερομένης μετὰ ἀντιτυπίας. καὶ ὅτι συμβαίνει καὶ ἐν τῇ βιαίᾳ κινήσει καὶ τὸ πνεῦμα ἐπέχεσθαι καὶ ἐντείνεσθαι, ὡς καὶ διὰ τοῦτο τὴν σωτηρίαν μὴ γίνεσθαι.
Διὰ τί αἱ ἐπ᾽ εὐθείας κινήσεις οὐ ποιοῦσιν ἰλίγγους, αἱ δὲ κυκλικαὶ τοῦτο ποιοῦσι, καὶ ἐπὶ τοσοῦτον, ὥστε οἴεσθαι καὶ πάντα συμπερικινεῖσθαι τὰ ἐκτός; Ὅτι, ῥητέον,
αἱ μὲν ἐπ᾽ εὐθείας γενόμεναι κινήσεις οὐ κωλύουσι γίνεσθαι τὴν διαπνοὴν τῆς ὕλης· αἱ δὲ κυκλικαὶ οὐκ ἐῶσι γίνεσθαι τὴν διαπνοήν, σφοδρότερον προσπίπτοντος τοῦ ἀέρος καὶ κωλύοντος γίνεσθαι ταύτην. ὁμοίως δὲ τῇ γενομένῃ κινήσει συμβαίνει καὶ τὰς ἐν ἡμῖν ὕλας κινεῖσθαι κυκλικῶς· συμφερόμεναι γὰρ τῷ σώματι καὶ μὴ δυνάμεναι διαπνεῖσθαι διὰ τὴν εἰρημένην αἰτίαν, καὶ παυσαμένου τοῦ τῆς κινήσεως αἰτίου, αἱ ὕλαι κινοῦνται κυκλικῶς. καί ἐστιν αὐταῖς ἡ τοιαύτη κίνησις παρὰ φύσιν ἀντίληψις· οἷον οἱ ἰκτεριῶντες τῶν ἐκτὸς ἀντιλαμβάνονται χρωμάτων, κατὰ τὸ πάθος, τὸ περὶ τοὺς ὀφθαλμούς· ὁμοίως οἱ ὑποσφάγματα ἔχοντες ὑπέρυθρα πάντα νομίζουσιν· οὕτως ἔχει ἐν τῇ κυκλικῇ κινήσει, οἰομένων πάντα περιδινεῖσθαι· τῶν γὰρ περὶ τὰς ὄψεις ὑλῶν ἔτι κυκλικῶς δινουμένων, συμβαίνει κατὰ τοῦτο τὸ πάθος καὶ τὴν ἀντίληψιν γίνεσθαι. τοῦτο κατάδηλον, ὅτι ὀφθαλμὸς ὑγρὰ περιέχει· τό τε ὑδατῶδες, ἀφ᾽ οὗ τὸ δάκρυον, καὶ τὸ κρυσταλλοειδὲς καὶ τὸ ὑελοειδές· πάντα δὲ ταῦτα ὑγρά, διαυγῆ καὶ λευκανθίζοντα ὑπάρχει. πρὸς τούτοις δηλονότι ὁ πρῶτος χιτὼν λευκός ἐστι· διὸ λεπτοποιεῖται κατὰ μέσον τὸν ὀφθαλμόν, καθὸ φαίνεται μέλαν· οὐ τοιοῦτος δὲ τῇ χρόᾳ, ὥς φαμεν, ὑπάρχει· ἀλλὰ πᾶς διαυγὴς καὶ κατὰ τοῦτο τὸ μέρος. γνώριμον δὲ καὶ τοῦτο, ὅτι ὁ δεύτερος μέλας ὢν χιτὼν τῇ φύσει, ὑπέστρωται τῷ κερατοειδεῖ οὐ κατὰ πᾶν μέρος, ἀλλ᾽ ἔχει τινὰ τρῆσιν περιφανῆ, καθὸ δὴ φαίνεται ἡ κόρη. ἐκ τούτων οὖν ἁπάντων ἀναφαίνεται ἡ ζήτησις.Διὰ τί τοῖς ὑποθλίψασι τοῦ ὀφθαλμοῦ ἤτοι τὸ ἄνω ἢ τὸ κάτω βλέφαρον συμβαίνει διπλᾶ φαίνεσθαι τὰ ὑποκείμενα; τοῦτο δὲ κἀν τοῖς μέθης κοινωνήσασι μάλιστα συμβαίνει. Διότι μὲν οὐ μερίζεσθαι συμβαίνει τὸ ὁρατικὸν πνεῦμα, καὶ τοῦτο μὴ συμβαίνει δίχα τοῦ ὑποθλίψαι, ἐν τῷ ὁρᾶν κοινῶς τὸ ἐξ ἀμφοτέρων πνεῦμα, ἂν ἐπιβάλλῃ τῷ ἐκτὸς ὑποκειμένῳ· ἐν δὲ τῷ ὑποθλίβειν τὸν ἕτερον ὀφθαλμὸν οὐκ ἔτι κοινῇ ἐπιβάλλουσι τῷ ὑποκειμένῳ, ἀλλὰ μεμερισμένως ἕκαστος ὀφθαλμὸς ἰδίᾳ. καὶ τοῦτό ἐστι καταλαβεῖν, εἰ βούλοιτό τις, οὕτω· παρακειμένου γὰρ ἔτι τοῦ ὑποθλίβοντος δακτύλου τὸν ὀφθαλμόν, εἴ τις τὸν ἕτερον
τούτων, τοῦτ᾽ ἐστι τὸν μὴ θλιβόμενον ἐπιμύσει, προ0͂ενέγκας τὴν χεῖρα, οὐκ ἔτι φαίνεται διπιλᾶ, καίτοι τῆς παραθλίψεως ἐπιγινομένης· οὕτως ἄρα αἴτιος ὁ μερισμὸς τοῦ πνεύματος τοῖς τοιούτοις, ὥσπερ καὶ ἐπὶ τῶν μεθυσθέντων πολλαπλασίονα θεωρεῖται τὰ ὑποκείμενα.Διὰ τί ἐν μὲν τοῖς ὕδασιν ὄντες οὐκ ἀντιλαμβανόμεθα τῆς φωνῆς, ὥσπερ διὰ τῶν τοίχων καίτοι στερεωτέρων ὄντων τῶν διειργότων; Ὅτι ἐν μὲν τοῖς ὕδασιν, ὥσπερ μύσις τις ἀκριβὴς γίνεται, ὡς μὴ ἐνδέχεσθαι τὸν ἀέρα παρεισδύνειν. ἡνίκα δὲ διὰ τῶν τοίχων φθεγγόμεθα, τῷ μὴ ἐγκεῖσθαι τῇ ἀκοῇ τὸ διεῖργον, εἰκότως τοῦ εἰς τὸ ἐναντίον ἀέρος πληττομένου καὶ διαδιδομένου διὰ τοῦ ἐμπεριεχομένου ἐν τῷ τοίχῳ, συμβαίνει πλήττεσθαι τὸν ἀέρα, ὡς ἐκ τούτου γίνεσθαι τὴν ἀντίληψιν τοῦ ῥήματος.
Διὰ τί ἐν ταῖς παρακμαῖς τῶν χαλεπῶν νοσημάτων ὡς ἐπίπαν παρωτίδες γίνονται, ἃς καὶ Διοσκούρους τινὲς καλοῦσιν, ὡς ἐπὶ λύσει γινομένας τῶν κακῶν; Ἴσμεν ὅτι ἐν τοῖς χαλεποῖς νοσήμασι ἀνορεξίαι γίνονται· ἤδη δὲ ῥωσθέντες, μᾶλλον ὀρεκτικοὶ γίνονται. καὶ τῆς τροφῆς προσγενομένης πλείονος, κίνησις γίγνεται τῶν γενύων. ἐκ δὲ τῆς διαιρέσεως τῆς κατὰ τὴν μάσσησιν γίγνεται φλεγμονή. ἐναποσκηπτούσης δὲ τῆς φλεγμονῆς, ἀποτελοῦνται παρωτίδες.
[Διὰ τί λοβοὶ ἀνεστραμμένοι τῶν ὤτων ἐν τοῖς νοσήμασι θάνατον σημαίνουσι; ἡ αἰτία αὕτη· τοῦ αἵματος ἐναποσβεννυμένου, εἰκὸς περὶ ταῦτα πλείονα ξηρότητα συμβαίνειν, διὰ τὸ τῇ φύσει ξηρὰ καὶ ὀλιγόαιμα εἶναι τὰ μέρη. τοῦτο δὲ γίνεται παραπησίως τῷ ἐπὶ τῶν ἱμάντων· ὃν γὰρ τρόπον ἐπὶ τούτων ἡ ἔκλειψις τοῦ ὑγροῦ αἰτία τῆς οἱονεὶ κυρτώσεως γίγνεται, τὸν αὐτὸν τρόπον συμβαίνει καὶ ἐπὶ τῶν λοβῶν.
Διὰ τί αἱ κυψέλαι φύουσαι πικραί, γλυκεῖαι γίνονται ἐπὶ τῶν ἀπολλυμένων; Ὅτι δεικνύουσι πολλὴν τὴν ἐπὶ τὸ ἐναντίον ἐκ τοῦ κατὰ φύσιν μεταβολήν, μάλιστα κριτηρίου τοῦ γλυκέως καὶ τοῦ πικροῦ ἀκριβοῦς ὑπάρχοντος.
Διὰ τί ἴονθοι γίνονται περὶ τὸ πρόσωπον κατὰ τὸν καιρὸν τῆς ἀκμῆς, ὅθεν καὶ ἀκμὰς αὐτούς τινες τῶν
ἰδιωτῶν προσαγορεύουσιν; οὗτοι οὖν, ὡς ἔφαμεν, γίγνονται περὶ ὅλον μὲν πρόσωπον, μάλιστα δὲ περὶ τὴν ῥῖνα πλεονάζουσιν. εὔδηλον οὖν, ὅτι ἐκ τῆς αὐξήσεως τοῦτο συμβαίνει· κατὰ γὰρ τοῦτον τὸν καιρὸν πρόσφυσις καὶ πρόσνευσις γίνεται ἐκ τῆς τροφῆς. ἑκάστου δὲ τῶν μερῶν μεταβάλλοντος κατὰ τὴν οἰκείαν δύναμιν τὴν προσχροῦσαν τροφήν, τὰ περὶ τὸ πρόσωπον μέρη, μάλιστα δὲ τὰ περὶ τὴν ῥῖνα, οὐ δύναται πᾶσαν τὴν χρηγυμένην μεταβάλλειν εἰς σάρκα· καὶ οὕτω συμβαίνει τὸ πλεονάζον τῆς εἰς αὐτὸ τροφῆς ἐπὶ τὸ ἀλλότριον μεταβάλλεσθαι. ὅτι δ᾽ αἴτιον τῆς τούτου γενέσεως, τὸ ὀλιγόσαρκα εἶναι τὰ μέρη, δῆλον ἀπὸ τοῦ ἐν τοῖς χείλεσι μὴ γίγνεσθαι τοὺς ἰόνθους, διὰ τὸ εἶναι σαρκώδη ταῦτα τὰ μέρη.Ζητητέον, δι᾽ ἣν αἰτίαν, ὕδατος ψυχροῦ προσενεχθέντος τῷ μυκτῆρι ἐπὶ αἱμορραγίας μυκτῆρος, αἵματος ῥύσις πλείων γίνεται, καίτοι πυκνοτέρου τῇ φύσει ὄντος τοῦ ψυχροῦ; Ῥητέον οὖν, ὅτι εὔθρυπτα καθέστηκε τὰ πρὸς τὴν ῥῖνα σώματα καὶ ἀγγεῖα. συμβαίνει οὖν πυκνώδες γενομένης, τινὰ μὲν πυκνοῦσθαι καὶ συστρέφεσθαι, τινὰ δὲ διατείνεσθαι. ὅσῳ γὰρ συστρέφεται πρὸς ἑαυτὰ αἰτίων· ἢ καὶ ὑποκειμένης ἐπιτηδειότητος πρὸς τὴν ῥύσιν, προσενεχθὲν τὸ ὕδωρ συνδιατίθησι τὸ σῶμα, ὑπομιμνῆσκον ἐκ τούτου γίνεσθαι, καὶ οὕτως ἐπακολουθεῖ τὴν αἰτίαν αἵματος ῥύσιν.
Διὰ τί ἐπὶ τῶν θυμιωμένων ἀρωμάτων, μᾶλλον ἀντιλαμβάνονται οἱ πόρρω ὄντες τῆς πυρᾶς, ὅθεν ἐπιβέβληται τὰ ἀρώματα, ἤπερ οἱ πλησίον; εὔδηλον ὅτι εὐωδία γίνεται δυναμικτέρα κατακιρνωμένη τῷ περιέχοντι ἀέρι οὕτω γὰρ καὶ ὁ ποιητὴς ἔφη Κνίσση δ᾽ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. καὶ εἰκότως ἀντιληπικωτέρα γίνεται ἡ εὐωδία τοῖς πόρρωθεν· λεπτυνομένη γὰρ μᾶλλον αἴσθησιν κινεῖ.
Διὰ τί δυσχεραίνοντες πολλάκις περὶ τὸν πταρμόν, εἰ προσέχοιμεν τῇ αὐγῇ τοῦ ἡλίου, συμβαίνει εὐοδοῦσθαι τὸν πταρμόν; τίς οὖν ἡ αἰτία; Ὁτι ἡ ἀκτὶς τοῦ
ἡλίου προσπίπτουσα τοῖς ἔνδον μέρεσι τῆς ῥινός, καρφίου δίκην ἀνακινεῖ τὸν πταρμόν, διερεθίζουσα τοὺς πόρους. ἢ ὅτι πταρμοὺς γίνεται, πνεύματος ὑποτρέχοντος καὶ ἐρεθίζοντος τὰ μέρη; ἡ δὲ ἀκτὶς θερμαίνουσα τὰ ἐν τῇ ῥινί, πλέον ἐξατμίζει ταῦτα καὶ συνεργεῖ τῷ πνεύματι. ὅπερ εἰ ἐπικρατέστερον γένοιτο, θᾶττον ἀποτελεῖ τὸν πταρμόν, ἐρεθίσαν τὰ σώματα.Διὰ τί πταρμὸς σπανιάκις γίνεται εἷς καὶ σπανιάκις πολλοί, ἀλλὰ πταρμοὶ πλεονάκις γίνονται κατὰ δύο; Πρόχειρος οὖν ἡ αἰτία· δύο γάρ εἰσι καὶ οἱ πόροι τῆς ῥινός· καὶ ἐπειδὴ ὁ πταρμὸς γίνεται κατ᾽ ἐκτιναγμὸν πνεύματος, τοῦ ἑνὸς καθ᾽ ἕνα πόρον γενομένου τοῦ πταρμοῦ, συνδιατίθεται καὶ ὁ ἕτερος.
Ζητήσειεν ἄν τις, δι᾽ ἣν αἰτίαν ἐπὶ μὲν τῶν κώλων κατάγματος μετ᾽ ἐγκυρτώσεως γενομένου, ἔσωθεν φύεται σὰρξ τοῦ ἀποπρισθέντος ὀστέου οὕτως, ὥστε ἀναπληρῶσαι τὴν μεταξὺ τῶν ὀστῶν στερέωσιν καὶ ἰσοδυναμεῖν ἐπὶ δὲ τῶν αἰγιλώπων εἰ γένοιτο τῇ τῶν ὀστέων φύσει. σύντριψις τοῦ ὀστέου, μένει τὰ μέρη μὴ σαρκοφυοῦντα; ἢ ὅτι ἐπὶ μὲν τῶν κώλων πλείονά ἐστι τὰ περικείμενα σώματα, καὶ ἄλλως συνέχειαν ἔχει πρὸς ἄλληλα, καὶ οὐκ ἀφέστηκεν ἀλλήλων· ἐπὶ δὲ τῆς ῥινὸς καὶ ὀλιγόσαρκα τὰ μέρη καὶ συνέχειαν οὐκ ἔχει, καὶ τὴν μεταξὺ κενὴν χώραν.
Διὰ τί κρυώδους τοῦ ἀέρος γινομένου, λεπτὸν τὸ ὑγρὸν πάνυ καὶ πολὺ φαίνεται διὰ τῶν μυξωτήρων, καίπερ παχυτέρου ὀφείλοντος φέρεσθαι διὰ τὴν ἐκ τοῦ κρύους πῆξιν; Ἐπειδὴ πύκνωσις γίνεται περὶ τὸ πρόσωπον ὑπερβάλλουσα καὶ ὥσπερ κατὰ διήθησίν τινα φέρεται τὸ ὑγρὸν ἀπὸ τῶν παρακειμένων τῇ ῥινί, καὶ συμβαίνει λεπτὸν αὐτὸ εἶναι.
Διὰ τί προσπταίσματος γινομένου, τὰ μὲν σύνεγγυς οὐ συμπάσχει, τὰ δὲ πολὺ ἀφεστῶτα συνδιατίθεται, οἷον βουβῶνες τοῖς ἐν ποσὶ προσπταίσμασιν; Ὁ οὖν Ἀσκληπιάδης ἐν τῷ περὶ ἑλκῶν φησιν ὅτι πρὸς τὰ πληττόμενα κατ᾽ ἀρχὰς ἡ ὕλη φέρεται, καὶ φερομένης αὐτῆς, ὅσον μὲν δύναται ὑποδέξασθαι τὰ πεπονθότα μέρη, αὕτη χωρεῖ εἰς αὐτά· πληρωθέντων δὲ τούτων, καὶ μὴ δυναμένων
ἐπιδέξασθαι ἕτερον πλῆθος, ἡ φερομένη ὕλη ἐκρέουσα καὶ μὴ ὑποδεχθεῖσα ὑπὸ τῶν μερῶν, ἐφ᾽ ἃ ἠνέχθη, εἶτα φερομένη, ἐὰν ἐπιτύχῃ κοίλων τόπων, μένει εἰς αὐτούς, ὥσπερ καὶ ἐπὶ τῶν ὑδάτων ἔχει. ταῦτα γὰρ ἔως μὲν ἐπ᾽ ἰσοπέδῳ φέρεται, ὁμαλῇ τῇ κινήσει χρῆται· τυχόντα δὲ κοίλων τόπων, μένει εἰς αὐτούς. ταὐτὸν οὖν συμβαίνει καὶ ἐπὶ τῆς φερομένης ὕλης ἐπὶ τὰ πληγέντα. ὅσην γὰρ ὑποδέξασθαι δύναται, αὕτη χωρεῖ εἰς αὐτά· ἡ δὲ λοιπὴ εἰς κοῖλα, καὶ μᾶλλον εἰς ἀραιοπόρους ἐμπίπτει τοὺς βουβῶνας, καὶ διογκοῖ τούτους. Ἔστι μὲν οὖν καὶ αὕτη πιθανὴ ἡ ἀπολογία· αἰτιάσαιτο δὲ ἄν τις καὶ τὸ πάνυ εὐπαθὲς τοῦ νευρώδους· τοῦτο γὰρ δι’ ὑπερβάλλουσαν εὐπάθειαν, θᾶττον τῶν ἄλλων μερῶν τοῦ σώματος, συμπαθεῖ τοῖς πεπονθόσι μέρεσι. διὰ τοῦτο γοῦν καὶ κατὰ τοὺς ἀδένας χοιράες συνίστανται περὶ τράχηλον, ἑλκῶν ὄντων περὶ τὴν κεφαλήν. καὶ βουβῶνες ἐν μασχάλῃ, ἑλκῶν περὶ χεῖρα ὄντων.