Quaestiones medicae et problemata physica
Cassius Iatrosophista
Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.
Διὰ τί πταρμὸς σπανιάκις γίνεται εἷς καὶ σπανιάκις πολλοί, ἀλλὰ πταρμοὶ πλεονάκις γίνονται κατὰ δύο; Πρόχειρος οὖν ἡ αἰτία· δύο γάρ εἰσι καὶ οἱ πόροι τῆς ῥινός· καὶ ἐπειδὴ ὁ πταρμὸς γίνεται κατ᾽ ἐκτιναγμὸν πνεύματος, τοῦ ἑνὸς καθ᾽ ἕνα πόρον γενομένου τοῦ πταρμοῦ, συνδιατίθεται καὶ ὁ ἕτερος.
Ζητήσειεν ἄν τις, δι᾽ ἣν αἰτίαν ἐπὶ μὲν τῶν κώλων κατάγματος μετ᾽ ἐγκυρτώσεως γενομένου, ἔσωθεν φύεται σὰρξ τοῦ ἀποπρισθέντος ὀστέου οὕτως, ὥστε ἀναπληρῶσαι τὴν μεταξὺ τῶν ὀστῶν στερέωσιν καὶ ἰσοδυναμεῖν ἐπὶ δὲ τῶν αἰγιλώπων εἰ γένοιτο τῇ τῶν ὀστέων φύσει. σύντριψις τοῦ ὀστέου, μένει τὰ μέρη μὴ σαρκοφυοῦντα; ἢ ὅτι ἐπὶ μὲν τῶν κώλων πλείονά ἐστι τὰ περικείμενα σώματα, καὶ ἄλλως συνέχειαν ἔχει πρὸς ἄλληλα, καὶ οὐκ ἀφέστηκεν ἀλλήλων· ἐπὶ δὲ τῆς ῥινὸς καὶ ὀλιγόσαρκα τὰ μέρη καὶ συνέχειαν οὐκ ἔχει, καὶ τὴν μεταξὺ κενὴν χώραν.
Διὰ τί κρυώδους τοῦ ἀέρος γινομένου, λεπτὸν τὸ ὑγρὸν πάνυ καὶ πολὺ φαίνεται διὰ τῶν μυξωτήρων, καίπερ παχυτέρου ὀφείλοντος φέρεσθαι διὰ τὴν ἐκ τοῦ κρύους πῆξιν; Ἐπειδὴ πύκνωσις γίνεται περὶ τὸ πρόσωπον ὑπερβάλλουσα καὶ ὥσπερ κατὰ διήθησίν τινα φέρεται τὸ ὑγρὸν ἀπὸ τῶν παρακειμένων τῇ ῥινί, καὶ συμβαίνει λεπτὸν αὐτὸ εἶναι.
Διὰ τί προσπταίσματος γινομένου, τὰ μὲν σύνεγγυς οὐ συμπάσχει, τὰ δὲ πολὺ ἀφεστῶτα συνδιατίθεται, οἷον βουβῶνες τοῖς ἐν ποσὶ προσπταίσμασιν; Ὁ οὖν Ἀσκληπιάδης ἐν τῷ περὶ ἑλκῶν φησιν ὅτι πρὸς τὰ πληττόμενα κατ᾽ ἀρχὰς ἡ ὕλη φέρεται, καὶ φερομένης αὐτῆς, ὅσον μὲν δύναται ὑποδέξασθαι τὰ πεπονθότα μέρη, αὕτη χωρεῖ εἰς αὐτά· πληρωθέντων δὲ τούτων, καὶ μὴ δυναμένων
ἐπιδέξασθαι ἕτερον πλῆθος, ἡ φερομένη ὕλη ἐκρέουσα καὶ μὴ ὑποδεχθεῖσα ὑπὸ τῶν μερῶν, ἐφ᾽ ἃ ἠνέχθη, εἶτα φερομένη, ἐὰν ἐπιτύχῃ κοίλων τόπων, μένει εἰς αὐτούς, ὥσπερ καὶ ἐπὶ τῶν ὑδάτων ἔχει. ταῦτα γὰρ ἔως μὲν ἐπ᾽ ἰσοπέδῳ φέρεται, ὁμαλῇ τῇ κινήσει χρῆται· τυχόντα δὲ κοίλων τόπων, μένει εἰς αὐτούς. ταὐτὸν οὖν συμβαίνει καὶ ἐπὶ τῆς φερομένης ὕλης ἐπὶ τὰ πληγέντα. ὅσην γὰρ ὑποδέξασθαι δύναται, αὕτη χωρεῖ εἰς αὐτά· ἡ δὲ λοιπὴ εἰς κοῖλα, καὶ μᾶλλον εἰς ἀραιοπόρους ἐμπίπτει τοὺς βουβῶνας, καὶ διογκοῖ τούτους. Ἔστι μὲν οὖν καὶ αὕτη πιθανὴ ἡ ἀπολογία· αἰτιάσαιτο δὲ ἄν τις καὶ τὸ πάνυ εὐπαθὲς τοῦ νευρώδους· τοῦτο γὰρ δι’ ὑπερβάλλουσαν εὐπάθειαν, θᾶττον τῶν ἄλλων μερῶν τοῦ σώματος, συμπαθεῖ τοῖς πεπονθόσι μέρεσι. διὰ τοῦτο γοῦν καὶ κατὰ τοὺς ἀδένας χοιράες συνίστανται περὶ τράχηλον, ἑλκῶν ὄντων περὶ τὴν κεφαλήν. καὶ βουβῶνες ἐν μασχάλῃ, ἑλκῶν περὶ χεῖρα ὄντων.