Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί ἴονθοι γίνονται περὶ τὸ πρόσωπον κατὰ τὸν καιρὸν τῆς ἀκμῆς, ὅθεν καὶ ἀκμὰς αὐτούς τινες τῶν

ἰδιωτῶν προσαγορεύουσιν; οὗτοι οὖν, ὡς ἔφαμεν, γίγνονται περὶ ὅλον μὲν πρόσωπον, μάλιστα δὲ περὶ τὴν ῥῖνα πλεονάζουσιν. εὔδηλον οὖν, ὅτι ἐκ τῆς αὐξήσεως τοῦτο συμβαίνει· κατὰ γὰρ τοῦτον τὸν καιρὸν πρόσφυσις καὶ πρόσνευσις γίνεται ἐκ τῆς τροφῆς. ἑκάστου δὲ τῶν μερῶν μεταβάλλοντος κατὰ τὴν οἰκείαν δύναμιν τὴν προσχροῦσαν τροφήν, τὰ περὶ τὸ πρόσωπον μέρη, μάλιστα δὲ τὰ περὶ τὴν ῥῖνα, οὐ δύναται πᾶσαν τὴν χρηγυμένην μεταβάλλειν εἰς σάρκα· καὶ οὕτω συμβαίνει τὸ πλεονάζον τῆς εἰς αὐτὸ τροφῆς ἐπὶ τὸ ἀλλότριον μεταβάλλεσθαι. ὅτι δ᾽ αἴτιον τῆς τούτου γενέσεως, τὸ ὀλιγόσαρκα εἶναι τὰ μέρη, δῆλον ἀπὸ τοῦ ἐν τοῖς χείλεσι μὴ γίγνεσθαι τοὺς ἰόνθους, διὰ τὸ εἶναι σαρκώδη ταῦτα τὰ μέρη.

Ζητητέον, δι᾽ ἣν αἰτίαν, ὕδατος ψυχροῦ προσενεχθέντος τῷ μυκτῆρι ἐπὶ αἱμορραγίας μυκτῆρος, αἵματος ῥύσις πλείων γίνεται, καίτοι πυκνοτέρου τῇ φύσει ὄντος τοῦ ψυχροῦ; Ῥητέον οὖν, ὅτι εὔθρυπτα καθέστηκε τὰ πρὸς τὴν ῥῖνα σώματα καὶ ἀγγεῖα. συμβαίνει οὖν πυκνώδες γενομένης, τινὰ μὲν πυκνοῦσθαι καὶ συστρέφεσθαι, τινὰ δὲ διατείνεσθαι. ὅσῳ γὰρ συστρέφεται πρὸς ἑαυτὰ αἰτίων· ἢ καὶ ὑποκειμένης ἐπιτηδειότητος πρὸς τὴν ῥύσιν, προσενεχθὲν τὸ ὕδωρ συνδιατίθησι τὸ σῶμα, ὑπομιμνῆσκον ἐκ τούτου γίνεσθαι, καὶ οὕτως ἐπακολουθεῖ τὴν αἰτίαν αἵματος ῥύσιν.

Διὰ τί ἐπὶ τῶν θυμιωμένων ἀρωμάτων, μᾶλλον ἀντιλαμβάνονται οἱ πόρρω ὄντες τῆς πυρᾶς, ὅθεν ἐπιβέβληται τὰ ἀρώματα, ἤπερ οἱ πλησίον; εὔδηλον ὅτι εὐωδία γίνεται δυναμικτέρα κατακιρνωμένη τῷ περιέχοντι ἀέρι οὕτω γὰρ καὶ ὁ ποιητὴς ἔφη Κνίσση δ᾽ οὐρανὸν ἷκεν ἑλισσομένη περὶ καπνῷ. καὶ εἰκότως ἀντιληπικωτέρα γίνεται ἡ εὐωδία τοῖς πόρρωθεν· λεπτυνομένη γὰρ μᾶλλον αἴσθησιν κινεῖ.

Διὰ τί δυσχεραίνοντες πολλάκις περὶ τὸν πταρμόν, εἰ προσέχοιμεν τῇ αὐγῇ τοῦ ἡλίου, συμβαίνει εὐοδοῦσθαι τὸν πταρμόν; τίς οὖν ἡ αἰτία; Ὁτι ἡ ἀκτὶς τοῦ

ἡλίου προσπίπτουσα τοῖς ἔνδον μέρεσι τῆς ῥινός, καρφίου δίκην ἀνακινεῖ τὸν πταρμόν, διερεθίζουσα τοὺς πόρους. ἢ ὅτι πταρμοὺς γίνεται, πνεύματος ὑποτρέχοντος καὶ ἐρεθίζοντος τὰ μέρη; ἡ δὲ ἀκτὶς θερμαίνουσα τὰ ἐν τῇ ῥινί, πλέον ἐξατμίζει ταῦτα καὶ συνεργεῖ τῷ πνεύματι. ὅπερ εἰ ἐπικρατέστερον γένοιτο, θᾶττον ἀποτελεῖ τὸν πταρμόν, ἐρεθίσαν τὰ σώματα.