Quaestiones medicae et problemata physica
Cassius Iatrosophista
Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.
Διὰ τί ἐν μὲν τοῖς ὕδασιν ὄντες οὐκ ἀντιλαμβανόμεθα τῆς φωνῆς, ὥσπερ διὰ τῶν τοίχων καίτοι στερεωτέρων ὄντων τῶν διειργότων; Ὅτι ἐν μὲν τοῖς ὕδασιν, ὥσπερ μύσις τις ἀκριβὴς γίνεται, ὡς μὴ ἐνδέχεσθαι τὸν ἀέρα παρεισδύνειν. ἡνίκα δὲ διὰ τῶν τοίχων φθεγγόμεθα, τῷ μὴ ἐγκεῖσθαι τῇ ἀκοῇ τὸ διεῖργον, εἰκότως τοῦ εἰς τὸ ἐναντίον ἀέρος πληττομένου καὶ διαδιδομένου διὰ τοῦ ἐμπεριεχομένου ἐν τῷ τοίχῳ, συμβαίνει πλήττεσθαι τὸν ἀέρα, ὡς ἐκ τούτου γίνεσθαι τὴν ἀντίληψιν τοῦ ῥήματος.
Διὰ τί ἐν ταῖς παρακμαῖς τῶν χαλεπῶν νοσημάτων ὡς ἐπίπαν παρωτίδες γίνονται, ἃς καὶ Διοσκούρους τινὲς καλοῦσιν, ὡς ἐπὶ λύσει γινομένας τῶν κακῶν; Ἴσμεν ὅτι ἐν τοῖς χαλεποῖς νοσήμασι ἀνορεξίαι γίνονται· ἤδη δὲ ῥωσθέντες, μᾶλλον ὀρεκτικοὶ γίνονται. καὶ τῆς τροφῆς προσγενομένης πλείονος, κίνησις γίγνεται τῶν γενύων. ἐκ δὲ τῆς διαιρέσεως τῆς κατὰ τὴν μάσσησιν γίγνεται φλεγμονή. ἐναποσκηπτούσης δὲ τῆς φλεγμονῆς, ἀποτελοῦνται παρωτίδες.
[Διὰ τί λοβοὶ ἀνεστραμμένοι τῶν ὤτων ἐν τοῖς νοσήμασι θάνατον σημαίνουσι; ἡ αἰτία αὕτη· τοῦ αἵματος ἐναποσβεννυμένου, εἰκὸς περὶ ταῦτα πλείονα ξηρότητα συμβαίνειν, διὰ τὸ τῇ φύσει ξηρὰ καὶ ὀλιγόαιμα εἶναι τὰ μέρη. τοῦτο δὲ γίνεται παραπησίως τῷ ἐπὶ τῶν ἱμάντων· ὃν γὰρ τρόπον ἐπὶ τούτων ἡ ἔκλειψις τοῦ ὑγροῦ αἰτία τῆς οἱονεὶ κυρτώσεως γίγνεται, τὸν αὐτὸν τρόπον συμβαίνει καὶ ἐπὶ τῶν λοβῶν.
Διὰ τί αἱ κυψέλαι φύουσαι πικραί, γλυκεῖαι γίνονται ἐπὶ τῶν ἀπολλυμένων; Ὅτι δεικνύουσι πολλὴν τὴν ἐπὶ τὸ ἐναντίον ἐκ τοῦ κατὰ φύσιν μεταβολήν, μάλιστα κριτηρίου τοῦ γλυκέως καὶ τοῦ πικροῦ ἀκριβοῦς ὑπάρχοντος.