Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί οἱ μὲν ἐγρηγορότες ἐν τῷ φωτὶ τῆς σελήνῆς, κἂν ἐπὶ πολὺ τύχωσιν ἐν τούτῳ διατρίβοντες, οὐδὲν ὅλως βλάπτονται ὑπὸ τούτου, οἱ δὲ καθεύδοντες ἐπὶ τούτῳ σφηνοῦνται τὰς κεφαλάς; ἢ δῆλον, ὅτι θερμοῦ τε ἄμα ὄντος καὶ ὑγροῦ τοῦ ταύτης φωτός, βαρύνονται τὰς κεφαλὰς οἱ ἐν τούτῳ καθεύδοντες; ἢ τοῦτο συμβαίνει τρόπον πληγοειδῆ ἐπὶ τῶν καθευδόντων προσπίπτοντος τοῦ φωτός, διὰ τὸ συμπεπλέχθαι βαρύτητι τῇ ἐκ τῆς ὑγρότητος, ὥσπερ ἐπὶ τῶν μετὰ ἀράξεως κρουνιζομένων; ἐπὶ γὰρ τούτων, διὰ τὴν ἄραξιν, πληγοειδεῖς γίνονται αἱ ἐπίρροιαι, ὡς σφήνωσιν μᾶλλον ἢ ἀραίωσιν γίνεσθαι. οὕτως οὖν συμβαίνει καὶ τοῦ φωτὸς τῆς σελήνης μετὰ βαρύτητος προσπίπτοντος διὰ τὴν εἰρημένην αἰτίαν, σφήνωσιν ἢ βαρύτητα γίνεσθαι, συνεργούσης καὶ τῆς ἐκ τοῦ ὕπνου πυκνώσεως.

Διὰ τί ἠρέμα μὲν τῇ κινήσει χρώμενοι, κἂν ἔχωσι βαρυτέρας τὰς κεφαλὰς πρὸ τῆς κινήσεως, κουφίζονται ταύτας μετὰ τὴν κίνησιν, οἱ δὲ μετὰ δρόμου κινούμενοι καὶ μὴ πρότερον ἀντιλαμβανόμενοι βαρύτητος, μετὰ τὴν κίνησιν βαρύνονται τὰς κεφαλάς; Ῥητέον, ὅτι ἐπὶ μὲν τῶν ἠρέμα τῇ κινήσει χρωμένων συμβαίνει ἠρέμα τὰς ὕλας ἀποσυλᾶσθαι ἐπὶ τὰ κάτω μέρη· ἐπὶ δὲ τῶν ἐπιτεταμένη χρωμένων τῇ κινήσει, καὶ ἀνταποπάλσεις γίνονται, ὅθεν αἱ φερόμεναι ἐπὶ τὰ κάτω μέρη ὕλαι πάλιν ἀναπέμπονται ἀνταποπάλσεως γενομένης· ὥσπερ ἔχει ἐπὶ ῥιπτομένων ἐπὶ τὸ ἔδαφος στρογγύλων τινῶν. ἐνταῦθα γάρ, ἐὰν μὲν ἠρέμα τις ἀφῇ ἐπὶ τοῦ ἐδάφους, μένει καὶ οὐκ ἀντιπάλλεται. εἰ δέ τις μετὰ σφοδρότητος ῥίψει ταῦτα, πάλιν φέρεται ἐπὶ τὸ ἄνω, ὥς ἐστιν ἐπὶ τῶν σφαιρῶν ἰδεῖν· τὸ αὐτὸ δὴ συμβαίνει καὶ ἐπὶ τῶν τρεχόντων, πάλιν οὕτω τῆς ὕλης ἐπὶ τὰ ἄνω φερομένης μετὰ ἀντιτυπίας. καὶ ὅτι συμβαίνει καὶ ἐν τῇ βιαίᾳ κινήσει καὶ τὸ πνεῦμα ἐπέχεσθαι καὶ ἐντείνεσθαι, ὡς καὶ διὰ τοῦτο τὴν σωτηρίαν μὴ γίνεσθαι.

Διὰ τί αἱ ἐπ᾽ εὐθείας κινήσεις οὐ ποιοῦσιν ἰλίγγους, αἱ δὲ κυκλικαὶ τοῦτο ποιοῦσι, καὶ ἐπὶ τοσοῦτον, ὥστε οἴεσθαι καὶ πάντα συμπερικινεῖσθαι τὰ ἐκτός; Ὅτι, ῥητέον,

αἱ μὲν ἐπ᾽ εὐθείας γενόμεναι κινήσεις οὐ κωλύουσι γίνεσθαι τὴν διαπνοὴν τῆς ὕλης· αἱ δὲ κυκλικαὶ οὐκ ἐῶσι γίνεσθαι τὴν διαπνοήν, σφοδρότερον προσπίπτοντος τοῦ ἀέρος καὶ κωλύοντος γίνεσθαι ταύτην. ὁμοίως δὲ τῇ γενομένῃ κινήσει συμβαίνει καὶ τὰς ἐν ἡμῖν ὕλας κινεῖσθαι κυκλικῶς· συμφερόμεναι γὰρ τῷ σώματι καὶ μὴ δυνάμεναι διαπνεῖσθαι διὰ τὴν εἰρημένην αἰτίαν, καὶ παυσαμένου τοῦ τῆς κινήσεως αἰτίου, αἱ ὕλαι κινοῦνται κυκλικῶς. καί ἐστιν αὐταῖς ἡ τοιαύτη κίνησις παρὰ φύσιν ἀντίληψις· οἷον οἱ ἰκτεριῶντες τῶν ἐκτὸς ἀντιλαμβάνονται χρωμάτων, κατὰ τὸ πάθος, τὸ περὶ τοὺς ὀφθαλμούς· ὁμοίως οἱ ὑποσφάγματα ἔχοντες ὑπέρυθρα πάντα νομίζουσιν· οὕτως ἔχει ἐν τῇ κυκλικῇ κινήσει, οἰομένων πάντα περιδινεῖσθαι· τῶν γὰρ περὶ τὰς ὄψεις ὑλῶν ἔτι κυκλικῶς δινουμένων, συμβαίνει κατὰ τοῦτο τὸ πάθος καὶ τὴν ἀντίληψιν γίνεσθαι. τοῦτο κατάδηλον, ὅτι ὀφθαλμὸς ὑγρὰ περιέχει· τό τε ὑδατῶδες, ἀφ᾽ οὗ τὸ δάκρυον, καὶ τὸ κρυσταλλοειδὲς καὶ τὸ ὑελοειδές· πάντα δὲ ταῦτα ὑγρά, διαυγῆ καὶ λευκανθίζοντα ὑπάρχει. πρὸς τούτοις δηλονότι ὁ πρῶτος χιτὼν λευκός ἐστι· διὸ λεπτοποιεῖται κατὰ μέσον τὸν ὀφθαλμόν, καθὸ φαίνεται μέλαν· οὐ τοιοῦτος δὲ τῇ χρόᾳ, ὥς φαμεν, ὑπάρχει· ἀλλὰ πᾶς διαυγὴς καὶ κατὰ τοῦτο τὸ μέρος. γνώριμον δὲ καὶ τοῦτο, ὅτι ὁ δεύτερος μέλας ὢν χιτὼν τῇ φύσει, ὑπέστρωται τῷ κερατοειδεῖ οὐ κατὰ πᾶν μέρος, ἀλλ᾽ ἔχει τινὰ τρῆσιν περιφανῆ, καθὸ δὴ φαίνεται ἡ κόρη. ἐκ τούτων οὖν ἁπάντων ἀναφαίνεται ἡ ζήτησις.

Διὰ τί τοῖς ὑποθλίψασι τοῦ ὀφθαλμοῦ ἤτοι τὸ ἄνω ἢ τὸ κάτω βλέφαρον συμβαίνει διπλᾶ φαίνεσθαι τὰ ὑποκείμενα; τοῦτο δὲ κἀν τοῖς μέθης κοινωνήσασι μάλιστα συμβαίνει. Διότι μὲν οὐ μερίζεσθαι συμβαίνει τὸ ὁρατικὸν πνεῦμα, καὶ τοῦτο μὴ συμβαίνει δίχα τοῦ ὑποθλίψαι, ἐν τῷ ὁρᾶν κοινῶς τὸ ἐξ ἀμφοτέρων πνεῦμα, ἂν ἐπιβάλλῃ τῷ ἐκτὸς ὑποκειμένῳ· ἐν δὲ τῷ ὑποθλίβειν τὸν ἕτερον ὀφθαλμὸν οὐκ ἔτι κοινῇ ἐπιβάλλουσι τῷ ὑποκειμένῳ, ἀλλὰ μεμερισμένως ἕκαστος ὀφθαλμὸς ἰδίᾳ. καὶ τοῦτό ἐστι καταλαβεῖν, εἰ βούλοιτό τις, οὕτω· παρακειμένου γὰρ ἔτι τοῦ ὑποθλίβοντος δακτύλου τὸν ὀφθαλμόν, εἴ τις τὸν ἕτερον

τούτων, τοῦτ᾽ ἐστι τὸν μὴ θλιβόμενον ἐπιμύσει, προ0͂ενέγκας τὴν χεῖρα, οὐκ ἔτι φαίνεται διπιλᾶ, καίτοι τῆς παραθλίψεως ἐπιγινομένης· οὕτως ἄρα αἴτιος ὁ μερισμὸς τοῦ πνεύματος τοῖς τοιούτοις, ὥσπερ καὶ ἐπὶ τῶν μεθυσθέντων πολλαπλασίονα θεωρεῖται τὰ ὑποκείμενα.