Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί σκαλευόντων ἡμῶν τὰς ἀκοὰς οἷα μηλωτίσιν ἤ τισιν ἄλλοις, συμβαίνει βῆχα κινεῖσθαι, ὥσπερ

ἐρεθιζομένης τῆς ἀρτηρίας; ἢ ὅτι πολλὴ συγγένεια οὐ τῇ φωνῇ μόνῃ πρὸς τὴν ἀκοήν, ἀλλὰ καὶ τοῖς μέρεσι πρὸς τὰ μέρη οὕτως, ὡς καὶ τὸ φωνητικὸν ὄργανον συμπαθεῖν. γίνεται δὲ τὸ βηχίον ἐν τῷ φωνητικῷ.

Τίνος ἕνεκα τῶν κεφαλαλγούντων οἱ μὲν ὀξέως αἰσθάνονται τῶν φωνῶν, οἱ δὲ οὐδόλως αἰσθάνονται; ἢ δῆλον τό, ἐὰν γένωνται σφοδραὶ αἱ κεφαλαλγίαι, ὡς σφήνωσιν πλείονα γενέσθαι πρηγησαμένης καὶ σκοτώσεως, συμβαίνει τὸν νοῦν κατὰ φύσιν μὴ διακεῖσθαι· νοῦς δὲ ὁρᾷ, ὥς φησί τις τῶν ἀρχαίων· ὥστε καὶ τούτου κακωθέντος, καὶ τῆς φωνήσεως ὑποκειμένης, εἰκότως οὐκ ἀντιαμβάνονται τῶν φωνῶν.

Διὰ τί κώφωσιν ἔχοντες διὰ τῶν μυκτήρων φθέγγονται; δῆλον, ὅτι ἐκ πρώτου τοῦ πάθους συναισθήσεις γίνονται αὐτοῖς, οἷον εἰς δύναμιν ἀνευρύνουσι τὰς ἀκοάς· ὧν ἀνευρυνομένων καὶ οἱ πόροι ἀνευρύνονται τῶν μυκτήρων ἐκ τῆς διαστάσεως μυσάντων. οὕτω δὲ τοῦ πνεύματος ἐκ τῆς διαστάσεως φερομένου, εὐμαρῶς ὥσπερ φθογγή τις ἀποτελεῖται.

Διὰ τί ἡ πολυυπνία καὶ ἡ ἀγρυπνία ἡ ἐπιπολὺ γενομένη βάρος ἐμποιοῦσι τῇ κεφαλῇ; καὶ οὐκ ἔστι λέγειν ὅτι ὡς ὑπερβολαὶ κακοῦσι τὸ σῶμα· οὐ γαρ τοῦτό ἐστι τὸ ζητούμενον, ὅτι διὰ τί κακοῦται ἡ κεφαλὴ ὑπὸ τῶν ἐναντίων, ἀλλ᾽ ὅτι διὰ τί τὸ αὐτὸ πρὸς ἀκρίβειαν ἐπιγίνεται σύμπτωμα ἔκ τε τῆς ἀγρυπνίας καὶ πολυυπνίας, ἐναντίων ὄντων; Ῥητέον οὖν, ὅτι ἐκ μὲν τῆς πολυυπνίας τοῦτο συμβαίνει, τῆς ἀναπεμπομένης εἰς τὴν κεφαλὴν ὕλης μὴ δυναμένης διαπνεῖσθαι διὰ τὴν πυκνότητα τὴν ἐκ τοῦ ὕπνου. Ἐπὶ δὲ τῆς ἀγρυπνίας τὸ αὐτὸ ἀποτελεῖται διὰ τήνδε τὴν αἰτίαν· λεπτοποιουμένων γὰρ τῶν ὑλῶν ἐκ τῶν ἐν τῇ ἐγρηγόρσει ἐνεργειῶν, ἀναδίδονταί τινες ἀτμοὶ εἰς τὰ μετεωρότερα (οὕτω γὰρ καὶ εἰς τὴν κεφαλὴν) καὶ συμβαίνει ἐπὶ πλεῖον λεπτοποιουμένης τῆς ὕλης ἐκ τῆς συντόνου ἀγρυπνίας ἐπὶ πλέον καὶ τὴν ἀνάδοσιν γίνεσθαι. συμβαίνει δὲ ἐκ τῆς ἀγρυπνίας μὴ τὰς τροφὰς κατὰ λόγον διοικεῖσθαι, ἀλλὰ τρέπεσθαι ἐπὶ τὸ ἐφθαρμένον· ὡς καὶ αὐτοὺς τοὺς ἀναδιδομένους εἰς τὴν κεφαλὴν ἀτμοὺς μὴ

μόνον διὰ τὸ πλῆθος ταύτην βαρεῖν, ἀλλὰ καὶ διὰ τὸ τετράφθαι ἐπὶ τὸ χεῖρον τὴν τροφήν.