Quaestiones medicae et problemata physica
Cassius Iatrosophista
Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.
Διὰ τί ἐπιτήδεια τὰ ἄκρα μέρη τοῦ σώματος πρὸς νομήν, ὁμοίως δὲ καὶ τὰ κοῖλα; ἢ ἐπειδὴ ἡ νομὴ νέκρωσίς τίς ἐστι καὶ σῆψις, εὐπερίψυκτα δὲ τὰ ἄκρα δι᾽ ἔνδειαν ὕλης, ὡς διὰ τοῦτο τὴν νέκρωσιν ὑπομένειν· τὰ δὲ κοῖλα, διὰ τὸ πλεονάζειν ἐν αὐτοῖς ὕλην ὑγρὰν καὶ διὰ τοῦτο τὴν σῆψιν ὑπομένειν.
Διὰ τί ὑγιαζομένων τῶν ἑλκῶν καὶ λεπτυνομένων τῶν φλεγμονῶν, κνησμοὶ γίνονται; ῥητέον, ἐπειδὴ ἐπικρατεῖ τότε τὸ οἰκεῖον. ἐπικρατοῦν δὲ τοῦτο τὸ ἀνοίκειον ἀπελαύνει ἐκ τοῦ βάθους. ἡ φύσις δὲ ἥδεται χωριζομένου τοῦ ἀνοικείου.
Διὰ τί ἐπὶ τῶν ὑδρωπικῶν δίψα γίνεται, καίτοι πολλοῦ τοῦ ὑγροῦ ὑποκειμένου; ῥητέον, ὅτι ἡ ὄρεξις αὕτη γίνεται κατ᾽ ἐπιζήτησιν τοῦ κατὰ φύσιν ὑγροῦ, οὐ τοῦ παρὰ φύσιν. τὸ δὲ παρακείμενον ἐπὶ τούτων παρὰ φύσιν ἐστί. γίνεται δὲ ἡ ἀνάπαυλα τῆς ὀρέξεως, παρατιθεμένου τοῦ κατὰ φύσιν ὑγροῦ. ἢ ὅτι οὐκ εἰς δεομένους πόρους τὸ κατὰ φύσιν ὑγρὸν μερίζεται, ἀλλ᾽ ἔξω διωθεῖται. διψῶσιν οὖν ὡς μὴ πίνοντες.
Διὰ τί μὴ ὄντες ἐν δίψει, εἰ περιβάλλοιμεν πρὸς λουτρόν, προσγίνεται τὸ διψᾶν, καὶ ἀνάπαλιν, εἰ ἐν δίψει ὄντες, παύεται τὸ δίψος; ὅτι τὸ δίψος γίνεται κατὰ ξηρότητα. εἰ οὖν διψῶντες περιβάλλοιμεν τὸ λουτρόν, τὸ σῶμα, διὰ τὸ μετέχειν ζωτικῆς δυνάμεως αὐτό, οἱονεὶ ἐπισπᾶται διὰ τῶν τῆς ἐπιφανείας πόρων τὸ ὑγρόν, καὶ οὕτω συμβαίνει ὑγραίνεσθαι τὸ βάθος, ἐξ οὗ μάλιστα γίνεται τὸ δίψος. ἐπὶ δὲ τῶν μὴ διψώντων καὶ περιβαλλόντων τὸ λουτρόν, ὑπόκειται ὑγρὸν ἐν τῷ σώματι καὶ προΐεται τοῦτο διὰ τῶν ἱδρώτων, διὰ τὸ μὴ ἀντιποιεῖσθαι ὑγρασίας.
Διὰ τί ἐπὶ τῶν ἧπαρ ἢ σπλῆνα ἢ πνεύμονα πασχόντων, ἐπὶ τὸ πεπονθὸς ῥᾴων ἡ κατάκλισις; καὶ μὴν
ἐχρῆν ἐπιθλιβομένων τῶν μερῶν σφοδρύνεσθαι τὰ ἀλγήματα. ἀλλὰ ῥητέον, ὅτι ἐπὶ τὸ ἐναντίον εἰ γένοιτο ἡ κατάκλισις, ὡς ἐκκρεμασμός τις γίνεται. ἐκκρεμαμένων δὲ τῶν πεπονθότων, μείζων ἡ κατάκλισις γίνεται.Διὰ τί ὡς ἐπίπαν ἐν τοῖς παροξυσμοῖς τὰ ἄκρα περιψύχεται; ὅτι ἐφ᾽ ὧν ἡ ἀρχὴ τῆς κινήσεως γίνεται, ἐπ᾽ ἐκεῖνα συντρέχουσιν αἱ ὕλαι. ἡ δὲ ἀρχὴ τῆς κινήσεως ἐν τῷ βάθει τῶν μέσων. εἰκὸς οὖν ἐπὶ τοῦτο τὸ μέρος συντρεχούσης τῆς ὕλης ἐκ παντὸς μέρους τοῦ σώματος ἀποσυλᾶσθαι καὶ τὰ ἄκρα τῆς περιεχομένης ἐν αὐτοῖς ὕλης καὶ φέρεσθαι ἐπὶ τὸ μέσον. ἀποσυληθέντα γὰρ ἐκεῖνα καὶ ἐν ἐνδείᾳ τῆς ὕλης γενόμενα, τὴν περίψυξιν ὑπομένει.
Ἡ ἡδονὴ ὥσπερ διάχυσις καὶ ἄνεσις τοῦ σώματός ἐστι, καὶ τοῦτο τρόπον τινὰ αὐτὴ ἡ αἴσθησις παρεγγυᾷ. δῆλον δέ, ὅτι καὶ ἡ ἡδονὴ γίνεται ὕπνου γενομένου. καὶ τοῦτο ἡ πεῖρα μαρτυρεῖ, καὶ ὁ ποιητής, ἐν πολλοῖς ήδυμ αὐτὸν ὀνομάζων, ὡς ἂν ἡδονῆς παρεκτικόν. Εἰ τοίνυν ἡ ἡδονὴ διάχυσίς ἐστι τοῦ σώματος, ταύτην δὲ ἀπεργάζεται ὁ ὕπνος, τί οὐ χαλαστικὸν μᾶλλόν φαμεν τὸν ὕπνον, ἤπερ πυκνωτικόν, ὡς οἴονται οἱ μεθοδικοί; ἀλλὰ καὶ ἡ διὰ σκάφης αἰώρα χαλαστική ἐστι, καὶ τῷ παραλαμβάνεσθαι ταύτην ὑπνώδεις πως γίνονται, καταφερόμενοι μεθ’ γ̔δονῆς τινος, ὥστε καὶ ἐκ τούτων ἐστὶ συμβαλεῖν, ὅτι ἄρα μᾶλλόν ἐστι χαλαστικὸς ὁ ὕπνος, ἤπερ ἐφεκτικός. Ἢ πρὸς τοῦτο ῥητέον, ὅτι οὐ πάνυ συμβεβηκός ἐστι τοῦ ὕπνου ἡδονή, ἀλλὰ συμβαίνει τούτου γενομένου, τὴν ἡδονὴν γίγνεσθαι διὰ τὸ τὰ σώματα εἰς τὸ οἰκεῖον ἀποκαθίστασθαι κατάστημα, οἱονεὶ ὑφιεμένου τοῦ κόπου ἐκ τῶν ἐνεργειῶν τῶν ἐν τῇ ἐγρηγόρσει· ὅτι δὲ οὐ πάντως ἡ ἡδονὴ γίνεται διὰ τὴν διάχυσιν τῶν σωμάτων, ἐντεῦθέν ἐστιν εὑρεῖν· ἡ δίψα κατὰ ξηρότητα γίνεται· ἡ δὲ ξηρότης πύκνωσιν ἀπεργάζεται. διψῶντες οὖν ἔσθ᾽ ὅτε εἰ προσενεγκοίμεθα ὕδωρ ψυχρόν, ἡδόμεθα σφόδρα, καίτοι τῆς προυποκειμένης πυκνότητος ἐπιτεινομένης ἐκ τῆς μίξεως τοῦ ψυχροῦ. καὶ ὥσπερ τὸ ψυχρὸν οὐ λέγομεν χαλαστικὸν διὰ τὸ ἡδονὴν ἐμποιεῖν τοῖς σώμασιν, οὕτω οὐδὲ τὸν ὕπνον ἂν εἴποιμεν χαλαστικόν, ἐπειδὴ ἡδονῆς γίγνεται παρεκτικός.
γίγνεται γάρ, ὡς ἔφαμεν, ἡ ἡδονὴ διὰ τὴν εἰρημένην αἰτίαν. ἡ δὲ διὰ τῆς σκάφης αἰώρα διαφορητικὴ μὲν εἶναι δύναται τῶν παχυμερῶν σωμάτων, τοῦ δὲ αἰσθητικοῦ πνεύματος πυκνωτική, ἐπιθολοῦσα αὐτὸ καὶ συστέλλουσα διὰ τὴν ἀκινησίαν τῶν λοιπῶν ὑλῶν. συστελλομένου γὰρ τούτου, ὕπνον ἐπιγίνεσθαι συμβαίνει. καὶ οὐ δεῖ θαυμάζειν, εἰ ἡ αὐτὴ αἰώρα διαφορεῖ μὲν τὸ σῶμα, πυκνοῖ δὲ (ὡς ἔφαμεν) τὸ αἰσθτιὸν πνεῦμα. ὥσπερ γὰρ τὸ θερμὸν ὕδωρ ἀνίησι μὲν τὰ ἡμέτερα σώματα, εἰ δὲ ἐπιχυθείη πυρί, σβέννυσι τοῦτο, οὕτω καὶ ἡ αἰώρα τῶν ἐναντίων ἐστὶ ποιητική. καὶ πολλὰ ἄν τις εὕροι τὰ ἐναντία ἀποτελεῖν δυνάμενα.Διὰ τί ἐπὶ τῶν ἐν τῇ κεφαλῇ τραυμάτων, διαιρέσεως γινομένης ἐπὶ τοσοῦτον ὥστε καὶ μήνιγγα τρωθῆναι, καὶ περιγεγονότων τῶν πεπονθότων καὶ λοιπὸν εἰς ἀπούλωσιν ἐλθόντων τῶν τραυμάτων σπασμὸς ἔσθ᾽ ὅτε γίνεται, ὥστε καὶ ἀπόλλυσθαι τοὺς τοῦτο παθόντας; ῥητέον οὖν ὅτι φυσικῶς πάλλοντος τοῦ ἐγκεφάλου, συμβαίνει τὴν μήνιγγα προστρίβεσθαι τοῖς ὀστέοις τοῖς περικειμένοις, ἀφ᾽ ὧν ἐκομίσθη τὰ ἀφαιρεθέντα, καὶ προστριβομένην ἀνελκοῦσθαι· ἀνελκώσεως δὲ γενομένης, καὶ ῥυπωθείσης, καὶ μὴ δυναμένης τῆς ὕλης ἐκείνης τῆς συλλεχθείσης ἐκ τῆς ἑλκώσεως διαπνευσθῆναι (διὰ τὸ ἤδη σαρκοφυῆσαι τὰ ἐπικείμενα σώματα, ἅμα καὶ διὰ τὸ εἶναι πυκνοτέραν τὴν γενομένην οὐλὴν) χωρεῖν ταύτην (λέγω δὲ τὴν συλλεχθεῖσαν ἐκ τῆς ἑλκώσεως ὕλην) ἐπὶ τὰ κύρια μέρη τοῦ ἐγκεφάλου, καὶ θλίψιν ἀπεργάζεσθαι, ὥστε καὶ τὸν σπασμὸν ἐπακολουθεῖν, μὴ δυνηθεισῶν τῶν ὑλῶν διαπνεῖσθαι, τῷ τὴν οὐλήν, σάρκωσιν παρὰ φύσιν οὖσαν, σκληρὰν γίνεσθαι.
Πάντῃ τοῦτο παρατετήρηται, ὅτι τραυμάτων περὶ κεφαλὴν φινομένων τοσούτων, ὡς καὶ ὀστῶν διαίρεσιν γίνεσθαι, ἐπικινδυνώτερα μὲν τὰ περὶ τὴν κορυφὴν καὶ βρέγμα, ἐλθόντα δὲ εἰς ἐπούλωσιν, εὐϊατοτέρα τυγχάνει τῶν περὶ τὸ ἰνίον συστάντων τραυμάτων. Ῥητέον, ὅτι κυριώτερα τὰ περὶ τὸ βρέγμα μέρη ὄντα, λεπτὴν ἔχει τὴν ἐπικειμένην μήνιγγα, καὶ εἰκὸς διὰ τοῦτο ἐπικίνδυνον εἶναι μέρος πρὸς δὲ ἐπούλωσιν ἐλθόντα εὐιατότερά ἐστιν ἐκ
τῆς τῶν κυριωτέρων μερῶν συνεργείας σφοδροτέρας γινομένης· τὰ δὲ περὶ τὸ ἰνίον ἀκινδυνώτερά ἐστι, διὰ τὸ τὴν ἐπικειμένην τοῖς τόποις μηνιγγα σαρκώδη εἶναι, δυσιατότερα δέ, τῷ μήτε συνεργείας τοιαύτης τινὸς τυγχάνειν, ἀλλὰ μὴν καὶ σύνοδον γινομένην ἀναξηραίνειν τὰ μέρη.Ἔτι δὲ τοῦτο παρατετήρηται, ὅτι ἐφ᾽ ὧν τοιαῦτα τραύματα περὶ τὴν κεφαλήν ἐστιν, εἰ συμβαίνει αὐτομάτως λυθῆναι τὴν κοιλίαν, θάνατος ἐπιγίνεται· εἰ δὲ λόγῳ τῆς διαίτης, τὴν τῆς σωτηρίας πρόνοιαν ὑποφαίνει. Ὅτι εἰ μὲν αὐτομάτως ἡ γαστὴρ ὑπεξέλθοι, ἐκ τῆς κεφαλῆς τὴν ὑπόστασιν ἔχουσα διὰ τὸ πάθος, κίνδυνον ἀπειλεῖ, τοῦ πάθους περιγιγνομένου τῆς φύσεως· εἰ δὲ λόγῳ τῆς διαίτης εἴη αὐτὴ ἐξυγρανθεῖσα, λεπτοποιουμένης τῆς ὕλης καὶ ἐπὶ τὰ κάτω μέρη συνδιδομένης, μένει τὰ περὶ τὴν κεφαλὴν μέρη ἀνενόχλητα, καὶ οὕτω μηδενὸς βάρους συνεδεύοντος, εὐΐατα γίνεται.
Διὰ τί ἡ ἐκ τῆς ἀνθρακιᾶς θέρμη ὡς ἐπίπαν κεφαλαλγίας ἐστὶ ποιητική, ἡ δὲ τῶν ξύλων οὐ τοιαύτη; Ὅτι ἡ μὲν ἀπὸ τῶν ἀνθράκων ὑπερβάλλουσα θέρμη πυκνοῖ κατά τινα ξηρότητα· ἡ δὲ ἐκ τῶν ξύλων ἔχει καὶ ἰκμάδα τινά, ἥτις δηλοῦται καὶ ἐξ αὐτοῦ τοῦ καπνοῦ. ὁ γὰρ καπνὸς τῆς ἐν τοῖς ξύλοις ὑγρασίας ἐστὶ δηλωτικός· δεῖ δὲ τοὺς ἄνθρακας σβεννύειν ἐν οἴνῳ ὀλίγῳ, ἵνα ἐκ τούτου μὴ παρακολουθῇ αὐτοῖς ἡ γινομένη ἐξ αὐτῶν βλάβη.
Διὰ τί ἐπὶ τῶν θαλαττουργῶν μάλιστα ἐπιπολάζει τὰ πτερύγια; γίνεται μὲν γὰρ καὶ ἐν ἄλλοις, ἐπιπολάζει δὲ ἐπὶ τῶν κατὰ τὴν θάλατταν ἐργαζομένων. Ῥητέον οὖν, ὅτι διαφοραὶ πτερυγίων εἰσὶ δύο· ἢ γὰρ γίνεται, ὁτὲ μὲν τῆς ὑπιοκειμένης τῷ κανθῷ τοῦ ὀφθαλμοῦ κατὰ φύσιν σαρκὸς ἐπεκτεινομένης, ἢ ἐξ συναυξήσεως, ὁτὲ δὲ τοῦ λεπτοῦ καὶ περιτεταμένου ὑμένος περιτυλουμένου καὶ ἐξοιδαίνοντος. ἔστι δὲ οὗτος ἐπὶ μὲν ἀνθρώπων δυσόρατος δι᾽ ὑπερβάλλουσαν λεπτότητα, ἐπὶ δὲ ζῴων καὶ μάλιστα ἀρνειῶν ἐκδηλότατος, παχύτερος ὑπάρχων· οὐ μὴν ἐπ᾽ ἀνθρώπου. οὗτος τοίνυν ἐκ τῶν θαλαττίων ἀτμῶν δριμυτέρων ὄντων ἐστὶ βιβρωσκόμενος, καὶ τύλωσιν μετὰ φλεγμονῆς ἀνἀέχεται, ὡς ἐκ τούτου παχυνθέντος τὸ τοῦ πτερυγίου πάθος
ὑφίστασθαι. ἴσμεν δέ, ὅτι δύο διαφοραί εἰσι πτερυγίων· καὶ τὰ μέν ἐστι προσηρτημένα, τὰ δὲ ὥσπερ συμπεφυκότα.Διὰ τί αἱ μονοπάθειαι τῶν ὀφθαλμῶν στραγγότεραί εἰσιν; ἢ ὅτι τοῦ ἑτέρου κατὰ φύσιν διακειμένου καὶ κινουμένου φυσικήν τινα κίνησιν, συγκινεῖται καὶ ὁ πεποθώς, τῷ ἐκ μιᾶς βάσεως αὐτῶν τὴν φύσιν εἶναι, καὶ διὰ τοῦτο τῆ συγκινήσει παροξύνει τὸν πεπονθότα; χρεία γὰρ ἠρεμίας ἐστὶ τῷ κάμνοντι. ἀμφοτέρων δὲ κατὰ τὸ αὐτὸ πασχόντων, μετριώτερον γίνεται πάθος. ἅμα γὰρ ἑκάτερος ἠρεμεῖ καὶ οὐ παροξύνεται· καὶ οὕτως ἐκ τῆς ἠρεμίας ῥώμη ταχεῖα γίνεται.
1.5 Διὰ τί ἐπ᾽ ἐνίων ὀφθαλμιασάντων πυρετὸς εἰ ἐπιγίγνοιτο, λύει ταύτην, ἐπ᾽ ἐνίων δὲ οὐ μόνον οὐ λύει, ἀλλὰ καὶ πήρωσιν ἀπεργάζεται τελείαν; τίς οὖν ἡ αἰτία τοῦ ἐπὶ μὲν ἐνίων ὑγιάζειν, ἐπὶ δ᾽ ἐνίων ἀφανίζειν; Ὅτι ὁ πυρετὸς ἐπιγίνεται λόγῳ τινὶ μετασυγκρίσεως καὶ εἰ μὲν εἴη οὗτος μέτριος, τῷ καὶ τὴν ἐξ αὐτοῦ γεγενημένην μετασύγκρισιν μετρίαν εἶναι, ὠφέλειαν παρακολουθεῖν συμβαίνει. εἰ δὲ σφοδρὸς εἴη εἰσβαλὼν οὗτος, τῷ καὶ τὴν κίνησιν σφοδροτέραν γίνεσθαι, ἡ ἐσχάτη βλάβη παρακολουθεῖ. ἴποι δ᾽ ἄν τις, ὅτι καὶ ὁ πυρετὸς ἀναξηραντικός· καὶ ὅτι μὲν ἀναξηραντικός, ἴδοι ἄν τις ἐκ τοῦ παρακολουθοῦντος δίψους τοῖς πυρέττουσιν· ὅτι δὲ καὶ ἐναποσκηπτικός, δηλοῖ ἐκ τοῦ, ἐπιγινομένου τούτου, περισσοπαθεῖν τινα τῶν μερῶν. καὶ ἡ μὲν ὠφέλεια γίνεται, ἀναξηραντικοῦ συμπεσόντος, διὰ τὸ ἐπερχόμενον ῥεῦμα ἀναξηραίνεσθαι. ὅτε δὲ βλάπτει, ἐναποσκηπτικὸς οὗτος ὑπάρχει, καὶ τῷ τὰ παθόντα μέρη μᾶλλον ἐμπαθέστερα ὄντα, ἐπιδέχεσθαι πλείονα, καὶ τῷ ἐπιστηρίζειν ἐναποσκηπτικὸν τυγχάνοντα. καὶ οὕτως ἡ πήρωσις γίνεται ἐκ τῆς πολλῆς σκήψεως.
Διὰ τί ἐν τῷ θέρει μᾶλλον αἱ ὀφθαλμίαι γίνονται, ἤπερ ταῖς ἄλλαις ὥραις, καίτοι ξηροῦ τούτου ὑπάρχοντος καὶ ἀλεεινοῦ; ἔδει γὰρ διὰ μὲν τὸ παρακολουθεῖν τῷ καιρῷ ξηρόν, ῥεῦμα μὴ γίνεσθαι οὐ μὴν οὐδὲ κατὰ στέγνωσιν συμβαίνειν ὤφελεν διὰ τὴν προσοῦσαν ἁλέαν. Ῥητέον, ὅτι εἰ καὶ ταῦτα παρακολουθεῖ, ἀλλ᾽ ὅμως τὸ φαιδρὸν πολὺ ὄν, μᾶλλον βλάπτει τὰς ὄψεις, διὰ τὸ πᾶν
τὸ ὑπὲρ τὸ μέσον λευκόν, ταρακτικὸν καὶ συγχυτικὸν εἶναι. οὕτω γὰρ καὶ ἠρεμίαν προστάσσοντες κελεύομεν ἐν σκοτεινῷ τόπου μέρει ταύτην παραλαμβάνεσθαι, ὡς πᾶσαν τὴν συγκριτικὴν αἰτίαν φεύγειν. ἐν τῷ οὖν θέρει τὸ αἴτιον τῆς ὀφθαλμίας, καθὼς δέδεικται, ὑπάρχει τὸ φαιδρὸν τοῦ ἡλίου.Διὰ τί, ὁμοιότητος ὑπαρχούσης ἐπί τε τῶν ὀφθαλμῶν καὶ τῶν ὤτων, ὀφθαλμὸς ὀφθαλμῷ συμπάσχει, [οὖς δὲ ὠτὶ οὐκ ἔτι]; Ὅτι οὐ μόνον ὁμοιότης ἐπὶ τῶν ὀφθαλμῶν ὑπάρχει, ἀλλὰ καὶ πολλὴ ἐγγύτης· ἐπὶ δὲ τῶν ὤτων, πολύ ἐστι τὸ μεταξὺ διάστημα. καὶ ὅτι τὰ μὲν τῶν ὀφθαλμῶν συγκινητικὰ ἐκ τῶν ἔνδοθεν τὴν ἀρχὴν λαμβάνει, ἐπὶ δὲ τῶν ἀκοῶν, ἔξωθεν προσπίπτει.
Διὰ τί τινες τῶν ὀφθαλμιασάντων ὀξύτερον ὁρῶσιν; ἢ δῆλον, ὅτι ᾧ λόγῳ τὰ ἀποδακρυτικὰ κολλύρια ὀξυδορκικὰ λέγεται, τῷ ἐκ τῆς ἀποδακρύσεως καὶ ὡς εἰπεῖν καθάρσεως ὀξύτερον ὁρᾶν τοὺς χρωμένους· οὕτω καὶ ἐπὶ τῶν ἐκ τῆς ὀφθαλμίας ἀποδακρυσάντων, ἐκ παχυτέρας καὶ ἐπικειμένης τινὸς ὕλης συμβαίνει τὸ ἄμεινον ὁρᾶν, καθάρσεως γενομένης;
Διὰ τί ἐπὶ τῶν μελλόντων ὑποχεῖσθαι, συμβαίνει ὁρᾶσθαι κωνωποειδῆ καὶ μυιοειδῆ καὶ μυρμηκοειδῆ, καὶ ὅσα παρακολουθεῖν πέφυκεν; ἢ δῆλον, ὅτι ὁποίαν τὴν πῆξιν λάβοι τὸ ὑγρόν, τοιαῦτα καὶ ὑποπίπτειν ἀνάγκη ἅμα τῷ ἄρξασθαι πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔτι, κατὰ τὴν αὐτὴν ἐπιβολὴν ἐνεργεῖ τὸ ὁρατικὸν διὰ παντὸς τοῦ ὁρατικοῦ· ἀλλὰ γὰρ ἐμποδίζεται κατ’ ἐκεῖνα τὰ μέρη, καθ᾽ ἃ μάλιστα ἡ πῆξις γίνεται. οἷον οὖν ἂν συμβῇ τὸ πρωτοπαγὲς τοῦ ὑγροῦ σχῆμα, τοιαῦται καὶ αἱ ἀντιλήψεις γίνονται τῶν ἐκτὸς ὑποκειμένων.
Διὰ τί οἱ χασκόμενοι ἐπ’ ἔλαττον ἀκούουσιν; ὅτι ἐν τῷ διΐστασθαι τὰς γένυς, συμπιέζεται ἡ ἀκοή, ἅμα καὶ πνεύματος κατεχομένου, ὅθεν καὶ ἦχοι γίνονται. τοῦ οὖν ἔξωθεν ἀέρος μὴ ἔχοντος παρείσδυσιν, οὐ γίνεται ἀντίληψις.