Quaestiones medicae et problemata physica

Cassius Iatrosophista

Cassius Iatrosophista. Physici et medici Graeci minores. Vol. 1. Ideler, Julius Ludwig, editor. Berlin: Reimer, 1841.

Διὰ τί, ὁμοιότητος ὑπαρχούσης ἐπί τε τῶν ὀφθαλμῶν καὶ τῶν ὤτων, ὀφθαλμὸς ὀφθαλμῷ συμπάσχει, [οὖς δὲ ὠτὶ οὐκ ἔτι]; Ὅτι οὐ μόνον ὁμοιότης ἐπὶ τῶν ὀφθαλμῶν ὑπάρχει, ἀλλὰ καὶ πολλὴ ἐγγύτης· ἐπὶ δὲ τῶν ὤτων, πολύ ἐστι τὸ μεταξὺ διάστημα. καὶ ὅτι τὰ μὲν τῶν ὀφθαλμῶν συγκινητικὰ ἐκ τῶν ἔνδοθεν τὴν ἀρχὴν λαμβάνει, ἐπὶ δὲ τῶν ἀκοῶν, ἔξωθεν προσπίπτει.

Διὰ τί τινες τῶν ὀφθαλμιασάντων ὀξύτερον ὁρῶσιν; ἢ δῆλον, ὅτι ᾧ λόγῳ τὰ ἀποδακρυτικὰ κολλύρια ὀξυδορκικὰ λέγεται, τῷ ἐκ τῆς ἀποδακρύσεως καὶ ὡς εἰπεῖν καθάρσεως ὀξύτερον ὁρᾶν τοὺς χρωμένους· οὕτω καὶ ἐπὶ τῶν ἐκ τῆς ὀφθαλμίας ἀποδακρυσάντων, ἐκ παχυτέρας καὶ ἐπικειμένης τινὸς ὕλης συμβαίνει τὸ ἄμεινον ὁρᾶν, καθάρσεως γενομένης;

Διὰ τί ἐπὶ τῶν μελλόντων ὑποχεῖσθαι, συμβαίνει ὁρᾶσθαι κωνωποειδῆ καὶ μυιοειδῆ καὶ μυρμηκοειδῆ, καὶ ὅσα παρακολουθεῖν πέφυκεν; ἢ δῆλον, ὅτι ὁποίαν τὴν πῆξιν λάβοι τὸ ὑγρόν, τοιαῦτα καὶ ὑποπίπτειν ἀνάγκη ἅμα τῷ ἄρξασθαι πήγνυσθαι τὸ ὑγρόν. καὶ ἔτι, κατὰ τὴν αὐτὴν ἐπιβολὴν ἐνεργεῖ τὸ ὁρατικὸν διὰ παντὸς τοῦ ὁρατικοῦ· ἀλλὰ γὰρ ἐμποδίζεται κατ’ ἐκεῖνα τὰ μέρη, καθ᾽ ἃ μάλιστα ἡ πῆξις γίνεται. οἷον οὖν ἂν συμβῇ τὸ πρωτοπαγὲς τοῦ ὑγροῦ σχῆμα, τοιαῦται καὶ αἱ ἀντιλήψεις γίνονται τῶν ἐκτὸς ὑποκειμένων.

Διὰ τί οἱ χασκόμενοι ἐπ’ ἔλαττον ἀκούουσιν; ὅτι ἐν τῷ διΐστασθαι τὰς γένυς, συμπιέζεται ἡ ἀκοή, ἅμα καὶ πνεύματος κατεχομένου, ὅθεν καὶ ἦχοι γίνονται. τοῦ οὖν ἔξωθεν ἀέρος μὴ ἔχοντος παρείσδυσιν, οὐ γίνεται ἀντίληψις.