In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 179a 14)

Πάλιν εἰ παρὰ προσῳδίαν ὀξεῖαν.

Εἰπὼν ὅτι αἰεὶ ἐπὶ τῶν σοφισμάτων κατὰ τὸ ἀντικείμενον ἡ λύσις προβαίνειν ὀφείλει, οἷον εἰ συνθεὶς ἠπάτησε, σὺ διελὼν ἐκφεύξῃ τὴν ἀπάτην, καὶ τὸ ἀνάπαλιν, καὶ ἐπὶ τῶν ἄλλων τῶν παρὰ τὴν λέξιν καθολικῶς, πῶς δεῖ τὰς λύσεις ποιεῖσθαι, διδάσκει, καὶ φησὶν ὡς εἰ παρ’ ἁ προσῳδίαν ὀξεῖαν ἡ ἀπάτη, ἡ βαρεῖα προσῳδία λύσις. οἷόν ἐστι τὸ “οὖ καταπύθεται ὄμβρῳ’’· εἰ ἐκεῖνος ὀξεῖαν θεὶς προσῳδίαν ἠπάτησε, σὺ λύσεις περισπωμένως· βαρεῖαν γὰρ προσῳδίαν πανταχοῦ τὴν περισπωμένην λέγει. ὁμοίως καὶ ἐν τοῖς ὁμωνύμοις εἰ ἀπατᾷ ὁ σοφιστής, σὺ τὸ ἀντικείμενον ὄνομα λέγων ἐνίστασο πρὸς τὸ σόφισμα. οἷον τί φημι; εἰ ἐκ τῆς ὁμωνυμίας τὸ ἄψυχον ἔμψυχον συνελογίσατο, λυτέον ἀποφήσαντας, εἰπόντας μὴ τόδε δεδωκέναι ὃ σημαίνει τὸ ἄψυχον, ἀλλ’ ὃ δηλοῖ τὸ ἔμψυχον. εἰ γὰρ ἔροιτο ‘ἆρά γε τὸ διδάσκον ἔμψυχόν ἐστιν;’, εἴποις δὲ ναί, [*](1 ὁ AI: om. a περιπατῶν K: περιπατεῖ aAI σωκράτους AK: σωκράτης al 3 ἴσως om. Α ἡ Α: καὶ al 4 post παρεισάγεται expunxit εἴ 1 λέγοντας aA: λέγοντος Ι 5 μουσικῶν Α στὸν om. Α 7 τοὺς aA: τὰ I 10 αὐτὸν Α: αὐτὰς I: οὕτω a 11 χρῆσθαι ἐπὶ τῆς ἀτόμου Α καὶ superscr. I1 12 τὸν (post εἶναι) Α τοῦ Α: τὸ al 13 ante καλλίας add. ὁ Α 14 ὁ Al: om. a 15 μὴ ex Arist. addidi 17 οὐσίαν a post ἀλλὰ add. καὶ a 18 δὲ aA: γὰρ I ὂν superscr. I 18. 19 τρίτον εἶναι aA: inv. ord. I 20 ποιεῖν Α 22 αἰεὶ om. A 23 συνθεὶς A et, ut videtur, I: συνθέσει a post διελὼν add. οὐκ aI: om. Α 26 τὴν προσῳδίαν τὴν Α 27 τὸ οὐ κτλ.] cf. c. 4 p. 5 καταπύθεται] ὒ corr., ut videtur, I 28 λύσεις I: λέγει a 29 τῆ ὁμωνυμίᾳ a: τῆ etiam I pr.)

158
εἶτα εἴποι ‘τὸ δὲ βιβλίον διδάσκει, ἔμψυχον ἄρα τὸ βιβλίον', ῥητέον ὅτι οὐ τὸ ἄψυχον διδάσκειν εἶπον ἀλλὰ τὸν διδάσκαλον. ὁμοίως ποιητέον καὶ ἐπὶ τοῦ ἀνάπαλιν῾ εἰ γὰρ ἔροιτο ‘ἆρά γε τὸ διδάσκον ἔμψυχόν ἐστιν;’, εἴποις δὲ οὔ, εἶτα εἴποι ‘ὁ δὲ Πλάτων’ διδάσκει, ἔμψυχον ἄρα τὸ διδάσκον’, εἰπὲ ὡς ἐπὶ τοῦ βιβλίου τὸ διδάσκειν εἶπον. καὶ ἐπὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως, ὡς προειρήκειμεν, ὡσαύτως ποιητέον. οἷον ὁ σοφιστὴς συμπερινόμενος λέγει ἄρ’ ὃ μὴ ἔχει, δοίη ἄν τις· σὺ δὲ πρὸς τοῦτον λύων τὸ σόφισμα εἰπὲ οὐχ ὃ μὴ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει· ἀντίκειται γάρ, ὡς ἐν τοῖς προλαβοῦσιν εἴρηται, τὸ ὃ μὴ ἔχει τῷ ὡς οὐκ ἔχει. διὰ δὲ τοῦ ἀλλ’ οὐχ ἃ ἐπίσταται τὸ λεγόμενον δυνάμει ἐστὶν ὅτι οὕτω λύειν δεῖ, ὅτι ὃ ἐπίσταται μεμάθηκεν ἢ εὗρεν, ἀλλ’ οὐχ ἃ ἐπίσταται μεμάθηκε<ν ἢ εὗρεν>· τοῦτο γὰρ καὶ ἠρωτήθη· οὐ γὰρ εἶπεν ‘ἅ τις ἐπίσταται μεμάθηκεν ἢ εὗρεν’, ἀλλ’ ἑνικῶς ‘ὅ τις ἐπίσταται μεμάθηκεν ἢ εὗρεν’.

[*](p. 179a 26)

πρὸς δὲ τοὺς παρὰ τὸ συμβεβηκὸς μία μὲν καὶ ἡ αὐτὴ λύσις πρὸς ἅπαντας.

Μεταβαίνει καὶ ἐπὶ τοὺς παρὰ τὸ συμβεβηκὸς γινομένους παραλογισμούς. καὶ πῶς δεῖ καὶ τούτους λύειν διδάσκει, καὶ φησὶ τῶν παρὰ τὸ συμβεβηκὸς παραλογισμῶν μίαν εἶναι καὶ τὴν αὐτὴν λύσιν. ἐντεῦθεν ἐπιστομίζων τοὺς λύσιν τινὰ τοῖς τοιούτοις σοφίσμασιν ἐπάγοντας, μὴ μέντοι γε ἐν πᾶσιν ἀποσώζουσαν καὶ πάντων τῶν παρὰ τὸ συμβεβηκὸς λυτικὴν οὖσαν, ἐπεὶ γάρ, φησίν, ἀδιόριστόν ἐστι τὸ πότε λεκτέον ἐπὶ τοῦ πράγματος. ὃ δὲ λέγει τοιοῦτόν ἐστιν. εἰσί τινα ἃ τῷ συμβεβηκότι ὑπάρχοντα ἀληθεύονται καὶ ἐπὶ τοῦ ὑποκειμένου τῷ συμβεβηκότι, φημὶ δὴ τῷ πράγματι· τινὰ δὲ τῷ μὲν συμβεβηκότι ὑπάρχει, τῷ δὲ πράγματι οὐχ ὑπάρχει. τὸ γὰρ δισύλλαβον λέγεται μὲν καὶ κατὰ τοῦ λευκοῦ, ἀληθεύεται δὲ καὶ κατὰ τοῦ ἵππου τοῦ τινός, ᾧ συμβέβηκε τὸ λευκόν· ὥστε ἐπὶ τούτου ἀληθὲς δοῦναι τάσδε τὰς προτάσεις· ἆρά γε ὅδε ἵππος; ναί· ἆρά γε λευκός; ναί· ὅδε ἄρα λευκός· τί δέ, τὸ λευκὸν δισύλλαβον; ναί· ὁ ἵππος ἄρα δισύλλαβος. ἐπὶ μὲν τούτου ἀληθῶς τὸ κατὰ τοῦ συμβεβηκότος, οἷον τὸ δισύλλαβον τὸ κατὰ τοῦ λευκοῦ λεγόμενον, καὶ κατὰ τοῦ ἵππου | ῥηθήσεται. ἐπὶ δὲ τοῦ Σωκράτους οὐκ ἀληθῶς· οὐ γάρ, εἰ ὁ Σωκράτης f. 51r λευκός, τοῦτο δὲ δισύλλαβον, καὶ ὁ Σωκράτης δισύλλαβον. ἐπειδὴ οὖν [*](1 post ῥητέον add. δὲ a 5 διδάσκεις a 6 προειρήκειμεν AI: προειρήκαμεν a post σοφιστὴς add. μὴ a 7 ἔχοι Α δὲ aA: om. I τοῦτον aA: τοῦτο I 8 et 9 ἔχοι (post μὴ) Α 9 ἐν τοῖς προλαβοῦσιν] p. 152,17 sq. 11. 12 ἢ — μεμάθηκε aA: om. Ι 12 ἢ εὗρεν addidi 15 ἡ αὐτὴ a Arist.: αὐτὴ I 19 καὶ τὴν αὐτὴν εἶναι a 23 δὲ Α: om. al 23. 24 ἃ—ὑπάρχοντα ἀληθεύονται AI: τῶν—ὑπαρχόντων ἀληθεύοντα a 24 δὴ AI: δὲ a 25 τὸ μὲν a 28 post ὅδε add. ὁ a 30 δισύλλαβον Α ἀληθῶς AI: ἀληθὲς a)

161
ταῦθ’ οὕτως ἔχει, οὐδὲν δὲ διώρισται πότε δεῖ λέγειν ὅτι τὰ ὑπάρχοντα δὲ οὔ, ῥητέον πρὸς ἅπαντας ὅτι οὐκ ἀνάγκη τὸ τῷ συμβεβηκότι ὑπάρχον καὶ τῷ πράγματι ὑπάρχειν, ἀλλ’ ἐπὶ τινῶν μὲν ἐνδέχεται, ἐπὶ τινῶν δὲ οὔ. καὶ ἔτι δεῖ προφέρειν καὶ τὸ οἷον, ἤτοι τὸ ὁποῖον, ὥσπερ ἐν τῷ Μίνωι τοῦ Πλάτωνος γέγραπται. ἔχει δὲ οὕτως τὰ ἐκεῖσε· “ὁ νόμος ἡμῖν τί ἐστιν; ὁποῖον καὶ ἐρωτᾷς τῶν νόμων;”. τὰ δὲ ἐπαγόμενα σοφίσματα τοιαῦτά εἰσιν. ἆρ’ οἶδας ὃ μέλλω σε ἐρωτᾶν; οὔ· ἆρ’ οἶδας ὅτι ἡ ἀρετὴ ἀγαθόν; ναί· τοῦτο δέ σε μέλλω ἐρωτᾶν· οἶδας ἄρα ὃ μέλλω σε ἐρωτᾶν. ἡ λύσις ὅτι οὐ ταὐτόν ἐστι τὸ τὴν ἀρετὴν ἀγαθὸν εἶναι καὶ τὸ μέλλειν ἐρωτᾶσθαι εἰ ἔστιν ἀγαθόν, ἀλλὰ ἀγαθῷ οὔσῃ συμβέβηκεν αὐτῇ τὸ μέλλειν ἐρωτᾶσθαι εἰ ἔστιν ἀγαθόν. πάλιν ἆρ’ οἶδας τὸν προσιόντα καὶ κεκαλυμμένον; οὔ· (εἶτα ἀφελόντες τὸ περικάλυμμα) τί δέ, οἶδας τοῦτον; ναί· τὸν αὐτὸν ἄρα οἶδας καὶ οὐκ οἶδας. πάλιν ἆρά γε ὁ ἀνδριὰς ἔργον ἐστί; ναί· ἆρά γε σός ἐστι; ναί· σὸν ἄρα ἔργον ἐστὶν ὁ ἀνδριάς· ἀλλὰ μὴν καὶ οὐκ ἔστι; τοῦ Φειδίου γάρ ἐστι. πάλιν ἀρά γε ὁ κύων πατήρ ἐστι; ναί· ἆρά γε σός ἐστι; ναί· σὸς ἄρα ὁ κύων πατήρ. πάλιν ἆρά γε τὰ ὀλιγάκις ὀλίγα ὀλίγα; ναί· ἀλλὰ μὴν τὰ ἑκατὸν πρὸς τὰ δεκάκις μύρια ὀλιγάκις ἐστὶν ὀλίγα· τὰ ἑκατὸν ἄρα ὀλίγα· ἀλλὰ μὴν καὶ πολλά. φανερὸν οὖν ὡς πάντες οὗτοι οἱ παραλογισμοὶ παρὰ τὸ συμβεβηκὸς λύονται· μόνοις γάρ, φησί, τοῖς κατὰ τὴν οὐσίαν ἀδιαφόροις ταὐτὰ ὑπάρχει. οἷον κατὰ τὴν οὐσίαν ἀδιάφοροι ὁ ἵππος καὶ ὁ βοῦς· τούτοις γοῦν ταὐτὰ ἐπίσης ὑπάρξει. λύουσι μὲν οὖν τινες ταῦτα τὰ σοφίσματα καὶ ἑτέρως. ἀνατρέπει δὲ τὴν λύσιν ταύτην ὁ Ἀριστοτέλης διὰ τὸ μή, ὡς ἄνωθεν εἰρήκειμεν, πάντων τῶν παρὰ ταὐτὸ γινομένων παραλογισμῶν εἶναι ταύτην λυτικήν.

[*](p. 179b 11)

Καίτοι πρῶτον μέν, καθάπερ ἤδη εἴπομεν.

Ἔλυόν τινες τὸ παρὰ τὸ συμβεβηκὸς σόφισμα οὕτω λέγοντες, ὡς οὐδὲν ἄτοπον, εἰ τὸν Κορίσκον οἴδαμεν καὶ οὐκ οἴδαμεν· κατ’ ἄλλο γὰρ οἴδαμεν καὶ κατ’ ἄλλο ἀγνοοῦμεν, ἀλλ’ οὐ κατὰ ταὐτό. ταύτην τὴν δοκοῦσαν λύσιν ἀναιρῶν ὁ Σταγειρίτης φησὶ τῶν παρὰ ταὐτὸ λόγων τὴν αὐτὴν εἶναι δεῖ λύσιν, ὥσπερ δὴ καὶ εἰρήκαμεν. παρὰ τὸ αὐτὸ δὲ λόγοι εἰσὶ πάντες οἱ παρὰ τὴν ἀμφιβολίαν, ὁμοίως δὲ καὶ πάντες οἱ παρὰ τὴν σύνθεσιν· οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν οὐ παρὰ τὸ αὐτὸ τοῖς παρὰ τὴν [*](1 πότε Α: ποτέρως I: πότερον a 2 post τουτέστι add. καὶ a 3 πάντας συμβεβηκότι al: σωκράτει Α 5 ἤγουν a 5. 6 ἐν τῷ Μίνωι] c. 1 p. 313 Α 6 τῶ πλάτωνι A ἐκεῖ Α 7 ἐρωτᾶς AI: ἐρωτῶ a 9 σε a: γε I: om. Α 11 αὐτῶ A 12 πάλιν om. Α 16 καὶ aA: om. I 22 ἀδιάφοροι a: ἀδιάφορα Α: ἀδιάφορον I 23 ὁ aV: om. I 25 ἄνωθεν] p. 148,11 sq. εἰρήκειμεν AI: εἰρήκαμεν a ταὐτὸ Α: ταὐτὰ al 31 ἀναιρῶν ὁ σταγειρίτης aA: inv. ord. I ταὐτὰ I 32 δεῖ postea add. I1 post δεῖ add. τὴν a εἰρήκαμεν aA: εἰρήκειμεν I Comment. in Arist. II 3 [Alexander] in Sophisticos elonchos. 11)

162
σύνθεσιν ἀλλὰ παρὰ ἄλλο. λέγει οὖν δὴ ὅτι, εἰ καλῶς ἔχει ἡ τῶν οὕτω λυόντων τὰ παρὰ τὸ συμβεβηκὸς σοφίσματα λύσις, ἁρμόσοι ἂν αὕτη εἰς πάντας τοὺς παρὰ τὸ συμβεβηκός· ἀλλὰ μὴν ἐπί τινων οὐχ ἁρμόζει· οὐκ ἄρα καλῶς λύουσι· τῶν γὰρ παρὰ τὸ αὐτὸ αἴτιον δεῖ τὴν αὐτὴν εἶναι λύσιν. πῶς δὲ οὐκ ἔστι πάντων λύσις τῶν τοιούτων σοφισμάτων ἡ παρ’ αὐτῶν ἀποδιδομένη, ἐπάγει. ἄν ἀφέλωμεν γάρ, φησίν, ἀπὸ τοῦ σοφίσματος τὸ εἰδέναι [ὡς λέγειν ἀρ’ οἶδας], ἀντεισαγάγωμεν δὲ τὸ ‘ἐστίν’, ὡς μὴ λέγειν ‘ἆρ’ οἶδας τόνδε τὸν κεκαλυμμένον;’ καὶ ‘ἆρ’ οἶδας τὸν προσιόντα;’, ἀλλ’ ὅτι ‘ἆρ’ ὅδε σός ἐστιν;’, οὐκ ἄν ἣν αὐτοὶ λέγουσι λύσιν ἐφαρμόσοι ἐπ’ αὐτοῦ. ἀξίωμα δὲ λέγει τὴν πρότασιν. τὸ δὲ σόφισμα οὕτως ἠρωτᾶτο῾ ἔστω δὲ λόγου χάριν ἐπὶ Γλαύκωνος τοῦ Πλάτωνος ἀδελφοῦ, ὅστις δὴ Γλαύκων οὐ μόνον ἀδελφὸς ἦν Πλάτωνος ἀλλὰ καὶ πατήρ· εἶχε γὰρ παῖδας. ἂν δὴ ὁ ἐρωτώμενος ἦν ὁ Πλάτων (δοθήτω γὰρ καὶ τοῦτον εἶναι τὸν ἐρωτώμενον), οὕτως αὐτὸν ἤρετο ὁ ἐρίζων· ἆρά γε, ὦ Πλάτων, ὁ Γλαύκων σός ἐστι; ναί· ἆρά γε ὁ Γλαύκων πατήρ ἐστι; ναί· ὁ Γλαύκων ἄρα, ὧ Πλάτων’, σός ἐστι πατήρ. ἐπὶ δὴ τούτου τοῦ σοφίσματος πῶς ἂν ἔχοι χώραν ἣν αὐτοὶ λύσιν λέγουσιν, ὅτι τοῦτο μὲν οἶ|δα, τοῦτο δὲ [*](f. 51v) οὐκ οἶδα; οἶδε γὰρ ἀμφότερα ὁ Πλάτων’, καὶ ὅτι πατήρ ἐστιν ὁ Γλαύκων καὶ ὅτι αὐτοῦ, τοῦ Πλάτωνος δηλονότι, ἐστί τι. ὥστε οὐχ ἡ ὑπό τινων λεγομένη λύσις ἁρμόσοι ἄν εἰς πάντας τοὺς παρὰ τὸ συμβεβηκός· εἰ γὰρ καὶ ἐπί τινων ἀληθές ἐστι τὸ λέγειν ὅτι τὸν αὐτὸν οἶδα καὶ ἀγνοῶ κατ’ ἄλλο καὶ ἄλλο, ἀλλ’ ὧδε τοῦτο λέγειν οὐκ ἐγχωρεῖ. πολλαὶ δέ εἰσιν αἱ κακίαι τοῦ συλλογισμοῦ, πλὴν οὐχ ἡ τῆς τυχούσης κακίας ἐμφάνισις καὶ τοῦ πράγματός ἐστι λύσις, ὅπερ μικρὸν ὀπίσω εἰρήκειμεν, ἀλλ’ ἡ παρ’ ἣν τὸ ψεῦδος, ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, Σωκράτης ἄρα γράφει· τοῦτο ψεῦδος. ἐνταῦθα οὐχὶ [εἴ τις ἐρεῖ ὅτι] διὰ τὸ ὑποθέσθαι τὸν Σωκράτην καθῆσθαι τὸ ψεῦδος συνήχθη, κἂν εἰ τύχῃ ψεῦδος ὂν τὸ τὸν Σωκράτην καθῆσθαι, ἀλλὰ διὰ τὸ τὸν καθήμενον γράφειν. οὐκ ἀρκεῖ οὖν πρὸς λύσιν τὸ δεῖξαι ὅτι ψεῦδός ἐστι τὸ συναχθέν, ἀλλὰ χρὴ καὶ τὸν τρόπον εἰπεῖν καὶ τὸ αἴτιον παρ’ ὃ τὸ ψεῦδος γέγονεν· εἰ γὰρ ἐν δευτέρῳ σχήματι ἐκ δύο καταφατικῶν συμπεραίνεταί τις τὸ τὸν ἄνθρωπον ἵππον εἶναι, οὐκ ἀρκεῖ τὸ δεῖξαι τοῦτο ψεῦδος, ἀλλὰ καὶ τὸ αἴτιον εἰπεῖν, ὅτι τὸ ψεῦδος συνήχθη διὰ τὸ τοῦ σχήματος ἀσυλλόγιστον. τίθησι δὲ καὶ αὐτὸς πρὸς τὸ λεγόμενον παράδειγμα. ἔστι δὲ τὸ διὰ τούτου λεγόμενον τοιοῦτον. ἔλεγεν ὁ Ζήνων μὴ εἶναι κίνησιν· εἴ τις οὖν, φησίν, ἐπιχειροίη συνάγειν τε καὶ δεικνύναι τὸν Ζήνωνος λόγον τὼ ἀναιροῦντα [*](1 δὴ om. Α 5 πάντων Α: om. al 7 ὡς λέγειν (λέγει A) ἆρ’ οἶδας delevi a: ἀντεισάγωμεν AI 8 τόνδε a, postea add. I1: ante τὸν προσιόντα collocat A 9 ἐφαρμόσοι I cf. vs. 2. 20: ἐφαρμόσει aA 10 ἀξίωμα—πρότασιν om. A 15 γλαύκων (ante σός) Α: γλαῦκος al 16 τούτου δὴ Α 17 τοῦτο—τοῦτο scripsi: τοῦτον—τοῦτον aAI μὲν τοῦτον Α 18 ἀμφότερα Α: ἀμφότερον a: compend. I 23 οὐχὶ A 24 μικρὸν ὀπίσω] p. 154,37 sq. εἰρήκειμεν AT: εἰρήκαμεν a 26 post τοῦτο additur δὲ p. 155,2 εἴ—ὅτι delevi 27 τύχοι Α 34 post τὸ prius eras., ut videtur, unam litt. Α τοῦτο a 36 ἐπιχειροῖ a post δεικνύναι adde ex Arist. ὡς ἀδύνατον)
163
τὴν κίνησιν ἐκ τοῦ συνάγειν ἀδύνατόν τι τεθείσης τῆς τοῦ χ)ήνωνος ὑπο- θέσεως, ἁμαρτάνει· οὐδὲ γὰρ λέλυκε τὸν παραλογισμόν. εἰ γὰρ λέγει ^ ἐγὼ μέν, ὦ χηνῶν, εἶναι κίνησίν φημι· εἰ δὲ ψεῦδος τοῦτο, ἀληθὲς δὲ ὃ σὺ φῄς, τὸ μὴ εἶναι κίνησιν, ἔστω τοῦτο καὶ κείσθω ὅτι οὐκ ἔστι κίνησις οὐδὲ τὸ κινεῖσθαι· ἀλλ’ εἰ μή ἐστι τοῦτο, οὐδὲ τὸ πόθεν ποῖ κινεῖσθαι ἔσται· εἰ δὲ τοῦτο, οὐδὲ ὁ ἥλιος ἀπὸ ἀνατολῆς εἰς δύσιν κινηθήσεται οὐδὲ ἀπὸ δύσεως εἰς ἀνατολήν· εἰ δὲ μὴ τοῦτο, οὐδὲ ἡμέραι καὶ νύκτες ἔσονται, ὅπερ ἀδύνατον· εἰ δὲ τοῦτο ἀδύνατον, ψευδὴς καὶ ἡ σὴ ὑπόθεσις, ᾗ τὸ ἀδύνατον ἠκολούθησεν’ ὁ ταῦτα συλλοἴ̀ιζομονοζ, κἄν εἰ μυριάκις ᾖ συλλογιστικῶς καὶ ἀληθῶς συμπεραινόμενος καὶ συνάγων ὡς ἀδύνατον μὴ εἶναι κίνησιν ἐκ τοῦ συνελαύνειν τὴν χήνωνος ὑπόθεσιν εἰς τὸ ἀδύνατον, οὐ λέλυκε τὸ σόφισμα τὸ τοῦ χήνωνος, ἀλλ’ ὁ λέγων ὅτι ἐνεργείᾳ τὰ ἄπειρα λαμβάνεις καὶ ὅσα ἄλλα αὐτὸς ὁ Ἀριστοτέλης ἐν τῷ ζῆτα τῆς Φυσι- κῆς ἀκροάσεως εἴρηκε καὶ ἡμεῖς ταῦτα ἐξηγούμενοι τεθεωρήκαμεν.

[*](p. 179b 24)

El οὖν μὴ συλλελόγισται, εἰ καὶ ἀληθές.

"Ο λέγει διὰ τῶν εἰρημένων τοῦτό ἐστι. κἂν ἀληθές, φησί, κἂν ψεῦδος ᾖ τὸ ἐξ ἀσυλλογίστου τρόπου συναχθέν, ἡ τούτου ἐμφάνισίς ἐστι λύσις· οὐ συλλογίζεται δὲ καὶ ὁ ἐκ δύο μερικῶν συνάγων τι καὶ ὁ ἐκ δύο καταφάσεων ἐν δευτέρῳ σχήματι καὶ ὁ χρώμενος ὁμωνύμοις καὶ ἀμφίβολα λαμβάνων καὶ εἴ τι τοιοῦτον· ὥστε ὁ παρά τι τούτων δείξας τὸν παραλογισμὸν γεγονέναι ἐκεῖνος λύει. ἴσως δέ, φησίν , ἐπί τινων οὐδὲν κωλύει λύειν τὸν λόγον διὰ τοῦ δεικνύναι ἀδύνατόν τι ἑπόμενον, ἀλλ’ ἐπί γε τοῦ παρόντος οὐκ ἀπόχρη τοῦτο. ἢ μάλιστα τοῦτο λέγει , ὅτι ἐπί τινων μὲν οὐδὲν κωλύει λέγειν τὸ αὐτὸ εἰδέναι καὶ μὴ εἰδέναι, κατ’ ἄλλο μέντοι καὶ ἄλλο, ἐπὶ δὲ τοῦ προσιόντος Κορίσκου οὐκ ἀρκεῖ τοῦτο· οἶδε γὰρ ὁ ἀποκρινόμενος καὶ τὸ προσιὸν ὅτι προσέρχεται καὶ τὸν Κορίσκον ὅτι Κορίσκος. ἀλλὰ καὶ οἱ λύοντες τὸ σόφισμα τὸ ὅτι τὰ ἑκατὸν καὶ πολλὰ καὶ ὀλίγα συμπεραινόμενον, λέγοντες ὅτι πᾶς ἀριθμὸς καὶ πολὺς καὶ ὀλίγος, ὁμοίως τούτοις ἁμαρτάνουσιν οὓς εἴπομεν ἁμαρτάνειν [*](5 ποῖ Ab (i. e. Α in alio scholio) I: τῆ Α: ποιῇ a G ἐστὶν Ab ἀνατολῶν — • δυσμὰς Ab 7 οὐδὲ ἀπὸ — ἀνατολήν om. Ab μὴ om. Ab 8 ὃ Ab τοῦτο orn. Ab post ψευδὴς add. ἄρα Ab 9 ἡ Α1: ἐξ ἧς Ab; ἡ a ταῦτα γοῦν συλ- λογισάμενος A εἰ om. Α 11 post τὴν add, τοῦ Α 12 τὸ alt. om. Α 13 τῷ ζ a: τῆ ζῆτα I ἐν τῷ ζῆτα τῆς Φυσικῆς ἀκροάσεως] c. 2 p. 233a21 sq. 17 ἐστὶ (ante τὸ) Α 18 καὶ prius om. Α ὁ alt. AI: om. a 19 καταφατικῶν Α 19. 20 καὶ ὁ λαμβάνων ὁμώνυμα· καὶ ὁ χρώμενος ἀμφιβόλοις· καί τισι τοιούτοις ἑτέροις Α 21 ἐκεῖνον , ὃς superscr. Α1 22 κωλύει] λύει superscr. I’ 25 ἐπὶ δὲ al: πλὴν ἐπὶ τούτων, ἤγουν Α τοῦτο] πρὸς λύσιν τὸ εἰπεῖν κατ’ ἄλλο μὲν γινώσκω τὸν κορίσκον, κατ’ ἄλλο δὲ ἀγνοῶ Α 27 post κορίσκος add. ἐστὶν Α 28 συμπεραινόμενον ante 27 ὅτι τὰ collocat Α 29 post ἁμαρτάνουσιν aild. ἐνδἐχετι γὰρ τὸν ἀριθμὸν καὶ πολὺν καὶ ὀλίγον εἶναι· πολὺν μέν πρὸς τὸν ἐλάπονα· ὀλίγον δὲ πρὸς τὸν μείζονα· ὅθεν καὶ ἁμαρ- τάνουσιν, ἤγουν οὐ καλῶς λύουσιν. ὁμοίως τούτοις, ἤγουν ἐκείνοις Α)

164
ἐν τῷ εἰς τὸ ἀδύνατον ἀπάγειν ἢ τὴν τυχοῦσαν λύσιν ἐπάγοντας καὶ μὴ παρ’ ἣν τὸ ψεῦδός ἐστι. καὶ εἴη ἂν λεῖπον τῷ ὥσπερ οὓς εἴπομεν τὸ ‘ἡμάρτανον’῾ ὡς γὰρ ἐκεῖνοι ἡμάρτανον, οὕτω καὶ οὗτοι. τίς δέ φησιν ἡ ἁμαρτία· ἀφέντες γάρ, φησί, λέγειν πρὸς τὸν ἐρεθίζοντα ὅτι οὐ συνεπερά|νω, ἐφιᾶσι μὲν τοῦτο λέγειν, φασὶ δὲ αὐτὸν συμπεπεράνθαι, καὶ [*](f. 52r) πάντα ἀριθμὸν καὶ πολὺν καὶ ὀλίγον λέγουσιν. εἰ γοῦν οὕτω ποιοῦσι, πῶς οὐχ ἁμαρτάνουσιν; ἴσον δέ ἐστι τὸ λεγόμενον τῷ ‘εἰ γὰρ παραλιπόντες λέγειν πρὸς τὸν ἐρίζοντα ὅτι οὐ συνεπεράνω τὴν ἀντίφασιν τῆς θέσεως, εἰ τοῦτο γοῦν παραλιπόντες λέγουσιν ὅτι ἀληθές ἐστιν ὃ συνεπεράνω καὶ οὐδὲν ἀδύνατον (πᾶς γὰρ ἀριθμὸς καὶ πολύς ἐστι καὶ ὀλίγος), ἁμαρτάνουσιν’.

[*](p. 179b 38)

Ἔνιοι δὲ καὶ τῷ διττῷ λύουσι τοὺς συλλογισμούς.

Πρὸ τῆς τῶν ῥητῶν σαφηνείας δεῖ τοῦτο προειπεῖν, ὅτι τὰ σοφίσματα ταῦτα, ἃ νῦν ἐκτίθησι, πρὸς τοὺς εἰδότας ἐλέγοντο. τὸ δὲ ‘οὗτος τούτου δοῦλός ἐστι’ συνεπέραινον οὕτως· ἆρά γε οὗτος τέκνον ἐστί; ναί· ἆρά γε οὗτος τούτου ἐστί; ναί· οὗτος ἄρα τούτου τέκνον ἐστίν· ἀλλὰ καὶ δοῦλος. εἰ γὰρ μὴ εἰδὼς ἐτύγχανεν ὁ ἀποκρινόμενος ὅτι οὗτος δοῦλός ἐστι Γλαύκωνος ἀλλ’ οὐ τέκνον, ἐκεῖνος δὲ ἠρώτα· ἆρά γε οὗτος τέκνον ἐστί; ναί· ἆρά γε οὗτος Γλαύκωνός ἐστι; ναί· οὗτος ἄρα τέκνον Γλαύκωνός ἐστιν· ἀλλὰ καὶ δοῦλος, ὃ ταὐτόν ἐστι τῷ ‘οὐ τέκνον’—εἰ εἰ οὖν μὴ ᾔδει ταῦτα ὁ ἀποκρινόμενος, εἶχεν ἂν λέγειν πρὸς τὸν ἐρωτῶντα ‘πόθεν δῆλον ὅτι δοῦλός ἐστι Γλαύκωνος καὶ οὐ τέκνον;’. ὥστε πρὸς τὸν εἰδότα τὰς ἐρωτήσεις ἐποιοῦντο. τούτων οὕτως ἐχόντων λέγει ὁ Ἀριστοτέλης τινὰς λύειν τοὺς τοιούτους παραλογισμοὺς τῷ διττῷ, διττὸν λέγων τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν· ἔλεγον γὰρ ὅτι τὸ ‘ἆρά γε οὗτος τούτου;’ διττόν, καὶ ὅτι δοῦλος τούτου καὶ ὅτι τέκνον τούτου· ὁμοίως, φασί, καὶ τὸ ‘οὗτος τούτου τέκνον’ διττόν· καὶ γὰρ ἢ ὅτι Γλαύκωνος τέκνον ἢ ὅτι τοῦ γεννήσαντος αὐτόν. πρὸς δὴ ταῦτά φησιν ὁ Ἀριστοτέλης μὴ καλῶς λύειν· μὴ γὰρ εἶναι διττὸν τὸ ‘ἆρά γε οὗτος τούτου;’ ἢ τὸ ‘ἆρά γε οὗτος τούτου τέκνον;’. ἐπειδὴ γάρ, ὡς εἴρηται, πρὸς τὸν εἰδότα ὅτι οὗτος τοῦ Γλαύκωνός ἐστι δοῦλος ἀλλ’ οὐ τέκνον τὴν ἐρώτησιν ἐποιοῦντο, πῶς ἄν εἴη διττὸν πρὸς αὐτὸν τὸ ‘οὗτος τούτου’; ὁ γὰρ δοὺς τὸ τοῦτον τούτου εἶναι ὡς ἴσον δέδωκε τῷ τοῦτον τούτου δοῦλον εἶναι, ὥστε οὐ διττὸν πρὸς αὐτὸν τὸ ‘ἆρα οὗτος τούτου;’. πάνυ δὲ ἀνυσίμως διὰ τοῦ κατωτέρω τιθεμένου αὐτῷ εἰς [*](1 ἐν τῶ ἀπάγειν τὸν λόγον εἰς τὸ ἀδύνατον. ἤγουν Α 2 ἣν AI: ὃν a 3 γὰρ I: καὶ a 4 ἐρίζοντα v 4. 5 συνεπεράνω I: συμπεραίνω a 5 ἀφιᾶσι v 8 et 9 συνεπεράνω AI: συμπεραίνω a 10 ἐστι καὶ ὀλίγος I: καὶ ὀλίγος ἐστὶν a: καὶ ὀλίγος Α 11 τὸν συλλογισμόν a: om. Α 14 συνεπέραινεν Α 19 εἴδει a 23 post καὶ add. τὴν Α 24 ὅτι prius] ὅ ex οὗ, ut videtur, corr. I 25 post δοῦλος add. καὶ al: om. Α φασί scripsi: φησὶ aAI 29 τοῦ AI: om. a 31 τὸ alt. AI: om. a 32 δοῦλον ex δῆλον corr. Α1 33 κατώτερον a αὐτῶ A: αὐτοῦ a: compend. I)

165
παράδειγμα, τοῦ ἔπους, ἔδειξεν ὅτι οὐ παρὰ τὸ διττόν ἐστι τὸ σόφισμα. ὥσπερ γὰρ ὁ λέγων ὅτι δός μοι τὸ μῆνιν ἄειδε θεά, τὸ ἥμισυ τοῦ ἔπους, ὁ ἀκούσας οὐ τὴν Ἰλιάδα ἔπος νοεῖ οὐδ’ ὡς ἥμισυ Ἰλιάδος δίδωσιν ἀλλ’ ὡς ἥμισυ στίχου· οἶδε γὰρ ὡρισμένως ὅτι ἥμισυ ἔπους ἐστὶ τὸ μῆνιν ἄειδε θεά ἀλλ’ οὐ τῆς ποιήσεως· οὐ γὰρ λέγεται ἡ Ἰλιὰς ἔπος ἀλλ’ ὁ στίχος. εἰ μὲν γὰρ ἐλέγετο καὶ ἡ Ἰλιὰς καὶ ὁ στίχος ἔπος, τότε ἦν ἀν’ διττὸν τὸ ίδος μοι τὸ ἥμισυ τοῦ ἔπους’· ἐπεὶ δὲ οὐ λέγεται ἔπος ἡ Ἰλιὰς ἀλλ’ ὁ στίχος, οὐ διττόν. οὕτως καὶ ἐπ’ ἐκείνων. τὸ δὲ οἷον ὅτι σός ἐστι πατὴρ ἢ υἱός ἴσον ἐστὶ τῷ ‘σὸς ἄρα, ὦ Γλαύκων, οὗτος υἱός, καὶ σός, ὦ δοῦλε, ὁ Γλαύκων πατήρ’. λύει δὲ λέγων ὅτι, εἰ παρὰ τὸ διττὸν ἦν τὸ σόφισμα, ἐχρῆν τὸ ὄνομα καὶ τὸν λόγον κυρίως λέγεσθαι καθ’ ὧν λέγονται. ὁ γὰρ κύων τῶν πολλαχῶς λεγομένων ὢν κυρίως λέ- γεται καὶ κατὰ τοῦ χερσαίου καὶ κατὰ τοῦ ἀστρῴου· ὁ δὲ πατὴρ κατὰ τοῦ δούλου, ἐφ’ οὗ καὶ τὸ σὸς ἐδόθη, οὐ λέγεται κυρίως· ὁ γὰρ εἰπὼν ὅτι ναὶ σός, τὸ σὸς ὡς πρὸς δοῦλον δέδωκεν· οὐ λέγεται δὲ ὁ πατὴρ δούλου πατήρ. ὥστε οὐ διττὸς ὁ λόγος διὰ τὸ τὸ διττὸν κυρίως κατὰ πάντων λέγεσθαι καθ’ ὧν λέγεται, τὸ δὲ δοῦλος, ᾧ ὡς ταὐτὸν τὸ σὸς ἐδόθη, θῆ, μὴ λέγεσθαι κυρίως πρὸς τὸν πατέρα. τὴν δὲ λέξιν τὴν τὸ δὲ τόνδε εἶναι τοῦδε τέκνον ὑπερβατῶς ἀναγνωστέον οὕτως· τὸ δὲ τόνδε τοῦδε οὐδεὶς λέγει κυρίως εἶναι τέκνον. εἰ γὰρ τὸ τέκνον κυρίως πρὸς τὸν δεσπότην ἐλέγετο, τότε ἂν καὶ τὰ δηλωτικὰ τούτων, τὰ τόδε τοῦδε, ἦσαν διττά, σημαίνοντα ὅτι τὸ τέκνον καὶ δεσπότου ἐστὶ τέκνον καὶ πατρὸς καὶ ὁ πατὴρ καὶ δούλου πατὴρ καὶ υἱοῦ· ἐπεὶ δὲ τὸ τέκνον οὐ λέγεται δεσπότου ἀλλὰ πατρός, οὐδὲ τὸ | τοῦ τέκνου καὶ πατρὸς δηλωτικόν, f. 52v ὅπερ ἐστὶ τὸ τόδε τοῦδε, διττὸν ἔσται. ὁμοίως καὶ ἐπὶ τοῦ δούλου καὶ δεσπότου. ὅτι δὲ οὐ λέγεται διττῶς, δῆλον· οὐδεὶς γὰρ τὸν δοῦλον τούτου τέκνον κυρίως λέγει, εἰ δοῦλον αὐτὸν αὐτοῦ γινώσκει καὶ μὴ τέκνον, καὶ συνελόντα φάναι τὸ τόνδε τοῦδε εἶναι τέκνον τοῦ εἰ γοῦν καί τινες, φησί, παρὰ τὴν ὁμωνυμίαν ἢ τὴν ἀμφιβολίαν (ταῦτα γάρ εἰσι τὰ διττά) λέγουσιν εἶναι τὸ σόφισμα, ἀλλ’ οὖν, ὡς δέδεικται, παρὰ τὸ συμβεβηκός ἐστι. τὸ δὲ ἐπὶ τῆς φρονήσεως σόφισμα τοιοῦτον· ἀρά γέ ἐστιν ἐπιστήμη τῶν κακῶν; ναί· τὰ γὰρ κακὰ ἐπιστητά· ἀλλὰ μὴν ἡ φρόνησις ἐπιστήμη· ἡ φρόνησις ἄρα τῶν κακῶν· ἔστιν ἄρα ἡ φρόνησις κακόν τι. καὶ τοῦτο δὲ λέγει τινὰς τῷ διττῷ λύειν· τὸ γὰρ τοῦτο τούτων εἶναι διττόν φασι. πρὸς ἣν λύσιν ἐνιστάμενος ὡς μὴ ἀρκούντως [*](1 τοῦ deleverim 2 μῆνι I 6 —8 εἰ μὲν—στίχος om. Α 7 δός μοι τὸ superscr. Ι1 10 δὴ Α 13 ἀστέρος Α 17 δὲ Av: om: al ᾧ scripsi: οὗ aAI 22 σημαίνοντα Α: σημαίνοντι a: σημαῖνον(??) I 25 τοῦδε τόδε Α 27 αὐτὸν om. Α 28 καὶ—τοῦ om. spatio non relicto Α post τοῦ reliquit spatium plus unius versus I: spatium circa viginti quinque litt. a 31 ὡς aA: οὐ Ι 35 τοῦτο prius aA: τοῦ Ι)
166
ἔχουσαν ἐπήγαγε λέγων τὸ δὲ τοῦτο τούτων εἶναι οὐ λέγεται πολλαχῶς, λαχῶς, ἀλλὰ κτῆμα, ὡσεὶ ἔλεγεν· ὥσπερ γὰρ τὸ χωρίον τόδε τῶν Ἀθηναίων ὂν οὐ λέγεται πολλαχῶς, ἀλλὰ κτῆμα ἢ δοῦλος, καθάπερ εἴρηται, οὕτως οὐδὲ τὸ τὴν ἀρετὴν εἶναι τῶν κακῶν πολλαχῶς λέγεται· δῆλον γὰρ πᾶσιν ὅτι οὐ κακόν τί ἐστιν ἡ ἀρετή· οὐδεὶς γὰρ κακὸν αὐτὴν λέγων κυριολεκτεῖ· ἀλλ’ οὕτως λέγεται τῶν κακῶν ὡς ἐπιστήμη τῶν ἐπιστητῶν. παρὰ τὸ συμβεβηκὸς ἄρα καὶ τοῦτο καὶ οὐ παρὰ τὸ διττόν· διότι γὰρ ἡ φρόνησις τούτων ἐστί, συμβέβηκε δὲ τούτοις κακοῖς εἶναι, διὰ τοῦτο λέγεται ἡ φρόνησις τῶν κακῶν.

[*](p. 180a 10)

Εἰ δ’ ἄρα πολλαχῶς· καὶ γὰρ τὸν ἄνθρωπον τῶν ζῴων φαμὲν εἶναι.

Λείποι ἂν τῷ λόγῳ τὸ οὐ καλῶς λέγει’, καὶ εἴη ἂν τὸ πλῆρες τοιοῦτον· εἰ δέ τις τὸ τοῦτο τούτων ἢ τὸ οὗτος τούτου πολλαχῶς λέγεσθαι φήσει, ὅτι καὶ ὁ λόγος ὁ λέγων τὸν ἄνθρωπον τῶν ζῴων πολλαχῶς λέγεται, εἰ οὖν τοῦτό τις εἴποι, οὐ καλῶς λέγει. καὶ τὴν αἰτίαν τοῦ μὴ καλῶς λέγειν τὸν εἰπόντα τοῦτο γοργῶς τέθεικε διὰ τοῦ ἀλλ’ οὔ τι κτῆμα, ὅπερ ἴσον ἐστὶ τῷ ἰού γὰρ λέγεται κτῆμα’. ἔστι δὲ ἡ σύμπασα τῶν λέξεων διάνοια τοιαύτη. εἰ μὲν γὰρ ὁ ἄνθρωπος καθ’ ἕνα μὲν τρόπον ἐλέγετο τῶν ζώων, διότι ζῷόν ἐστι (πᾶν γὰρ ζῷον οὐ τῶν μὴ ζῴων ἀλλὰ τῶν ζῴων), κατ’ ἄλλον δὲ πάλιν ἐλέγετο τῶν ὤων, ὥσπερ ὁ Πειραιεύς, μᾶλλον δὲ ἡ Τάναγρα τῶν Ἀθηναίων (λέγεται γὰρ ταῦτα τῶν Ἀθηναίων ὡς κτήματα), τότε δὴ τότε καὶ τὸ τόδε τοῦδε ἢ τὸ τοῦτο τούτων ἐλέγετο ἂν πολλαχῶς. ἐπεὶ δὲ ὁ ἄνθρωπος τῶν ζῴων’ οὐ λέγεται πολλαχῶς (οὐδεις γὰρ ἀκούσας αὐτὸν τῶν ζῴων ὡς κτῆμα εἶναι τῶν ζῴων ἀκούει, ἀλλ’ ὅτι ζῷόν ἐστιν· οὐ γὰρ λέγεται κυρίως ὁ ἄνθρωπος τῶν ζῴων ὡς κτῆμα τῶν ζῴων, οὐδ’ ὁ τοῦτο λέγων κυριολεκτεῖ), ἐπεὶ οὖν ‘ὁ ἄνθρωπος τῶν ζῴων οὐ λέγεται πολλαχῶς, οὐδὲ τὸ τούτου δηλωτικόν (ἔστι δὲ τὸ τοῦτο τούτων) διττόν ἐστιν. ὥστε οὐδὲ τὸ σημαντικὸν τοῦ δούλου καὶ δεσπότου (ἔστι δὲ καὶ αὐτὸ τὸ τοῦτο τούτου) διττόν· καὶ εἴρηται πρότερον διὰ τί. τὸ δὲ καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται ὡς τινός ταὐτόν ἐστι τῷ ‘καὶ ἐάν τι πρὸς τὰ κακὰ λέγηται κατὰ γενικὴν πτῶσιν, καθάπερ ἡ φρόνησις λέγεται τῶν κακῶν, ῥηθήσεται μέν, ἀλλ’ οὐχ ὅτι κακή ἐστι, τῶν κακῶν, ἀλλ’ ὅτι ἐπιστήμη οὖσα τῶν κακῶν’῾ ὁ [*](2 ἔλεγεν AI: ἐλέγετο a 8 κακοῖς Α: κακὰ al 12 post τῷ add. τοιούτω Α 14 φήσει Α: φησὶν I: φησὶ a 16 τι om. a 17 post δὲ add. καὶ aA 18 τοιαύτη (ras. unius litt.) διάνοια Α 19 ζώων (post διότι) a ζῶον alt. superscr. A1 21 τάναγρα, quod couiecit coll. Paraphr. 57,15 Waitz Organ. ΙΙ p. X, Av: τύναιγρα al γὰρ γὰρ in ras. Α1 22 fort. δή ποτε 24 πολλαχῶς om. Α 25 λέγει Α 30 post πρότερον add. τὸ Α 30. 31 ὡς—λέγηται om. Α 33 κακόν (post ὅτι) Α οὖσα al: ἐστὶ Α)

167
γὰρ φρόνιμος ἐπίσταται τὰ κακά. ὥστε τὰ σοφίσματα ταῦτα, ἃ μικρῷ πρότερον εἰρήκειμεν, παρὰ τὸ συμβεβηκὸς γέγονεν ἀλλ’ οὐ τῷ διττῷ. πῇ δὲ καὶ ἁπλῶς αὐτὸς τὸ παρὰ τὸ συμβεβηκὸς ὠνόμασε· πῇ γὰρ ὢν ὅδε τοῦδε, οἷον δοῦλος δεσπότου, καὶ ἁπλῶς κατὰ πάντων, καθ’ ὅσων τὸ τόδε τοῦδε λέγεσθαι δύναται, ἐπιφέρειν ἀξιοῦσι. καίτοι ἐνδέχεται, φησίν, ἴσως ἀγαθὸν εἶναί τι τῶν κακῶν, ὡς ἡ ἀνδρεία ἁπλῶς οὖσα ἀγαθὸν δοκεῖ τισι διὰ τὰ ἐν πολέμοις τραύματα εἶναι κακόν· διὰ τοῦτο γὰρ καὶ αὐτὸς τὸ ἴσως προσέθηκεν. ὥστε ὁ λόγος ὁ λέγων ἡ ἀνδρεία τῶν κακῶν’ διττός· ἢ γὰρ ὅτι κακόν τί ἐστιν ἡ ἀνδρεία, ἢ ὅτι ἐπίσταται τὰ κακά. ἀλλ’ εἰ καὶ ἐνδέχεταί ποτέ τινα λόγον λέγοντά τι ἀγαθὸν τῶν κακῶν εἶναι τὸ διττὸν ἔχειν, ὡς ἐπὶ | τῆς ἀνδρείας καὶ τοῦ πλούτου καὶ ὑγιείας καὶ [*](f. 53r) ἄλλων τινῶν, ἀλλ’ οὔτι γε τὸν λέγοντα τὴν φρόνησιν τῶν κακῶν τὸ διττὸν ἔχειν φήσαιμεν. καὶ τοῦτο εἰπὼν τίθησι λόγον δοκοῦντα μὲν ἔχειν τὸ διττὸν μὴ ὄντα δὲ διττόν, ὡς μετ’ ὀλίγον ἐρεῖ. ἔστι δὲ ὃν ἐπάγει λόγον δοκοῦντα ἔχειν τὸ διττὸν οὗτος· ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν μοχθηροῦ. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· ἀλλ’ εἴ τι δοῦλον εἴη ἀγαθὸν ὄνομα μοχθηροῦ. ὃ δὲ λέγει ἐστὶ τοιοῦτον· ἐάν τις δοῦλος ἀγαθὸς ὢν [ἢ εἰ γάρ τις δοῦλος ὄνομα ἔσχε κεκλῆσθαι ἀγαθός] τύχοι δουλεύειν μοχθηρῷ, λέγει δέ τις τὸ ἀγαθὸν μοχθηροῦ, δόξειεν ἄν διττὸς ὁ λόγος εἶναι· ἐπειδὴ γὰρ οἱ πλείους τῶν δούλων μοχθηροὶ λέγονται, φαντασίαν τινὰ ἀποτελεῖ τοῦ διττοῦ· ἢ γὰρ ὅτι ὁ ἀγαθὸς μοχθηρὸς ἢ ὅτι δοῦλος μοχθηροῦ. τοῦτο θεὶς ἐνίσταται, καθάπερ εἷπον, μὴ εἶναι διττὸν τὸν λόγον λέγων ἰού γάρ, εἰ ἀγαθὸν δοῦλον ὂν λέγεται καὶ μοχθηροῦ, καὶ ἀγαθὸν μοχθηροῦ ῥηθήσεται’. τὸ δὲ ἅμ πρόσκειται, ὡς εἰ ἔλεγεν ‘οὐ τὰ δύο ὁμοῦ, ἀγαθὸν πονηροῦ, ἀλλὰ τὰ τρία, ἀγαθὸν δοῦλον πονηροῦ· τοῦτο γὰρ τὰ ἠρωτημένα ἀναγκάζει συνεπινοεῖν. ταῦτα μὲν διὰ τῆς μιᾶς τῶν γραφῶν λέγοιτο ἄν. διὰ δὲ τῆς ἐχούσης καὶ τὸ ὄνομα προσκείμενον λέγοι ἂν ἰού γάρ, εἰ τῷ δούλῳ κεῖται ὄνομα τὸ Ἀγαθὸν ὡς μὴ καλεῖσθαι Νικοκλέα ἢ Πλάτωνα ἢ Ἱππόνικον ἢ ἄλλο τι τοιοῦτον ἀλλ’ Αγαθόν, ὥσπερ καὶ ὁ Ολυμπιονίκης ὠνομάζετο αὐτὸ τοῦτο Ἄνθρωπος, ἤδη καὶ τὸ ἀγαθὸν μοχθηροῦ διττόν, οἷον ὅτι τὸ Ἀγαθὸν ὄνομα τοῦ δούλου πονηρόν ἐστιν, ἢ ὅτι πονηροῦ δεσπότου, ἀλλ’ ἁπλοῦν’ ὥστε παρὰ τὸ συμβεβηκός· οὐ γάρ, εἰ συμβέβηκε τῷ αὐτῷ ἀγαθῷ τε λέγεσθαι καὶ πονηροῦ εἶναι. καὶ τὸ ἀγαθὸν πονηροῦ ἐστιν, ὥσπερ οὐδέ, εἰ ἡ φρόνησις ἐπιστήμη, τῇ δὲ ἐπιστήμῃ συμβέβηκε θεωρητικῇ τῶν κακῶν εἶναι, καὶ ἡ φρόνησις τῶν κακῶν ἐστιν· οὐ γὰρ ὅσα κατὰ τοῦ [*](1 τῶν κακῶν Α 2 εἰρήκειμεν AI: εἰρήκαμεν a 3 αὐτὸς Α: αὐτὸ al ὠνόμασε AI: ὠνόμασαν a 5 δύναται λέγεσθαι Α 6. 8. 9 ἀνδρία A 8 αὐτὸς A: αὐτὸ a: compend. I 10 ἀλλὰ καὶ εἰ A 11 ἀνδρίας ὑγείας a 14 εἰσὶ a 16 post ἄλλη add. ἡ a 17 ἐστὶ τοιοῦτον AI: inv. ord. a 18 ἢ—ἀγαθός delevi ἔχῃ b 10 λέγοι b 21 ἀποτελεῖ al: ὑποβάλλει A 24 πρόκειται a 27 λέγοιντ’ a 28 τὸ AI: om. a 30 καὶ ὁ I: ὁ A: om. a τούτου (sic) I 34 πονηρῶ—πονηρόν A om εἰ om. Α ἐπιστήμη (aute τῇ) Al: ἐπιστήμης)
168
κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου τῷ κατηγορουμένῳ ῥηθήσεται. ὥστε οὐκ εἰ συμβέβηκε τῷ δούλῳ ἀγαθῷ λέγεσθαι, τούτῳ δὲ πάλιν πονηροῦ, καὶ τὸ ἀγαθὸν πονηροῦ, ἀλλὰ τὸ ἀγαθὸν δοῦλον πονήρου δεσπότου.