In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 180a 18)

Οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων εἶναι οὐ λέγεται πολλαχῶς.

Θεὶς πάνυ ἀσαφῶς τὰς αἰτίας καθ’ ἄς οὐ καλῶς φαίνονται λέγοντες διττὸν τὸ τούτου τοῦτο, πάλιν τὸ αὐτὸ ἐκτίθεται, καὶ φησὶν οὐδὲ τὸ τὸν ἄνθρωπον φάναι τῶν ζῴων οὐ λέγεται πολλαχῶς, ὥσπερ οὐδὲ τὸ τὸν ἀγαθὸν δοῦλον πονηροῦ· οὐ γάρ, εἴ ποτέ τι, φησί, σημαίνομεν ἀφελόντες τούτου, ἐκεῖνο πολλαχῶς λέγεται. ἔστι δὲ ὃ λέγει· οὐ γὰρ πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν καὶ ὡρισμένον καὶ γνώριμον ὂν καὶ τούτου λεγόμενον πολλαχῶς λέγεται. οὐ γάρ, εἰ συμβέβηκε τούτῳ σῷ εἶναι καὶ τέκνῳ εἶναι, σόν ἐστι τέκνον· οὐ γὰρ τὰ τῷ αὐτῷ συμβεβηκότα καὶ ἀλλήλοις τὰ αὐτά· οὐ γάρ, εἰ ὁ Κορίσκος καὶ μουσικὸς καὶ λευκός, καὶ τὸ μουσικὸν καὶ τὸ λευκὸν ταὐτόν. εἰ μὲν γὰρ πάντα τὰ κατὰ συμβεβηκὸς κατηγορούμενα ’τον αὐτοῦ τινος καὶ ἀλλήλοις καὶ τῷ ὑποκειμένῳ ἦν ταὐτά, τότε ἄν καὶ τὸ ‘οὗτος σός’ ἦν διττὸν καὶ τὸ ‘οὗτος τούτου᾿· οὐδὲν γὰρ διέφερε τὸ σὸς ἐπὶ τέκνου ἢ δούλου εἰπεῖν, ἐπειδὴ τὸ τέκνον καὶ τὸ δοῦλον κατὰ τοῦ αὐτοῦ λεγόμενα τὰ αὐτά ἐστιν. ἐπεὶ δὲ οὐ ταὐτὰ ἀλλ’ ἕτερα, πῶς οἷόν τε λέγειν ὅτι πᾶν τὸ καθ’ αὑτὸ ἀποληφθὲν ὡς τούτου μόνου δηλωτικὸν διττόν; εἰ γὰρ τοῦτο ἦν, ἐπειδὴ τὸ μῆνιν ἄειδε θεά ἀφελόντες ὡρισμένως οἴδαμεν ὅτι ἥμισυ στίχου ἐστὶ καὶ οὐ τῆς Ἰλιάδος, ὁ λέγων ὅτι δός μοι τὸ μῆνιν ἄειδε θεά, τὸ ἥμισυ τοῦ ἔπους, διττὸς ἄν ἦν· ἀλλὰ μὴν οὐ διττός· καθ’ αὑτὸ γὰρ ληφθὲν τὸ μῆνιν ἀεὶ ’δε θεά δῆλον γέγονε τίνος ἐστὶν ἥμισυ. ὥστε καὶ ὁ τοῦτο σημαίνων λόγος οὐ διττός. εἰ δὲ τοῦτο, οὐδὲ ὁ λέγων ‘ἆρα ὅδε σός;’ διττός· δῆλον γάρ ἐστιν ὅπως οὗτος τούτου ἐστίν. ὥστε οὐ λέγεται πολλαχῶς τὸ τούτου τοῦτο, ὅταν ἀφελόντες τι γνώριμον ὂν τί ἐστι ταύτῃ τῇ προσηγορίᾳ ὀνομάζωμεν· λέγω δὲ προσ|ηγορίαν τὸ τούτου τοῦτο. ὁ f. 53v γὰρ τὸν Πλάτωνα καὶ Ἀρίστωνα καθ’ αὑτοὺς λαβὼν καὶ ἐρωτῶν ‘ἆρά γε οὗτος τούτου ἐστί;’ ταὐτὸν λέγει τῷ ‘ἆρα ὁ Πλάτων’ υἱός ἐστιν Ἀρίστωνος;’· καὶ οὐ διττὸν ἐνταῦθα τὸ ἐρώτημα διὰ τὸ τὰ ληφθέντα γνώριμα τυγχάνειν [*](5 ante οὐδὲ add. ἀλλ’ a (c u) 7 θεὶς πάνυ AI: inv. ord. a 8 τούτου τοῦτο a I1 corr.: τοῦτο τούτου Α, I pr. αὐτὸ Α: αἴτιον al 11 τοῦτο ἐκείνου I pr., corr. I1 12 post αὐτὸ add. τὸ a 14 εἶναι alt. om. Α 15 ταὐτά Α 16. 17 τὰ κατηγορούμενα τοῦ αὐτοῦ τινὸς κατὰ συμβεβηκὸς Α 18 τὰ αὐτὰ Α τὸ alt. om. Α 20 τὸ δοῦλος Α τὰ αὐτὰ (post οὐ) Α 21 τὸ iteratum I 23 ὅτε a οὐ τῆς aA: οὗτος Ι 25 γὰρ AI: om. a 28 ὅπως aA: ὅπερ I 30 προσηγορία aA: προτάσει I ὀνομάζομεν a δὲ Α: δὴ al ὁ AI: οὐ a)

169
πῶς ἀλλήλων εἰσίν. ἔτι τὸ οὐδὲ γάρ εἴ ποτέ τι σημαίνομεν ἀφελόντες λόντες τοιοῦτόν ἐστι· οὐ γὰρ τὸ τούτου τοῦτο λέγεται πολλαχῶς, εἴ ποτέ <τί> τινος ἀφελόντες σημαίνομεν τῇ προσηγορίᾳ τῇ τούτου τοῦτο. γὰρ εἰπόντες δός μοι τὸ ἥμισυ τοῦ ἔπους, τὸ μῆνιν ἄειδε θεά, δυνάμει τῇ προσηγορίᾳ σημαίνομεν τῇ τούτου τοῦτο· λέγομεν γὰρ ὅτι δός μοι τούτου τοῦτο, ἤγουν τοῦ στίχου τὸ ἥμισυ, καὶ οὐκ ἔστι διττὸν <τὸ> τούτου τοῦτο. εἰ γὰρ ἦν διττόν (τοῦτο γὰρ δεῖ εἰπόντες δός μοι τὸ ἥμισυ τοῦ ἔπους, οἷον τὸ μῆνιν ἄειδε θεά, σημαίνομεν τὴν Ἰλιάδα, ἤγουν σημαίνομεν ὅτι δός μοι τὸ ἥμισυ τῆς Ἰλιάδος· ἀλλ’ οὐ τοῦτο σημαίνομεν. ἐν δὲ τῇ λέξει τῇ καὶ γὰρ τὸ ἥμισυ εἰπόντες δός μοι ὑποστικτέον εἰς τὸ δός μοι, εἶτα ἐπακτέον τὸ Ἰλιάδα σημαίνομεν. ἔστι δὲ τὸ τῆς λέξεως κατάλληλον τοιοῦτον· καὶ γὰρ τὸ ἥμισυ τοῦ ἔπους, οἷον τὸ μῆνιν ἄειδε θεά, εἰπόντες Ἰλιάδα σημαίνομεν. μὲν. λέγοι δ’ ἄν δι’ αὐτοῦ· εἰ πᾶν τὸ τούτου τοῦτο διττόν, καὶ τὸ δός μοι τὸ ἥμισυ τοῦ ἔπους διττὸν ἔσται, καὶ τοῦτο λέγοντες λέγοιμεν ἄν ‘δός μοι τὸ ἥμισυ τῆς Ἰλιάδος’.

[*](p. 180a 23)

Τοὺς δὲ παρὰ τὸ κυρίως τόδε ἢ πῇ ἢ ποῦ.

Τίνες εἰσὶν οἱ παρὰ τὸ κυρίως, ἐξηγήσατο διὰ τοῦ ἢ πῇ ἢ ποῦ ἢ πῶς· ὅσοι γὰρ παρὰ τὸ πῇ ἢ ποῦ ἢ πῶς ἀληθεῦον ἢ μὴ ἀληθεῦον καὶ ἀπλῶς ἀληθεύειν ἢ ψεύδεσθαι ἢ ὑπάρχειν ἢ μὴ ὑπάρχειν ἀξιοῦντες παρὰ τὸ κυρίως λεγόμενον ἀξιοῦσιν. ἁπλῶς μὲν γὰρ τὸ αὐτὸ καὶ ἓν ἅμα λευκὸν εἶναι καὶ οὐ λευκὸν ἀδύνατον· πῇ δὲ οὐκ ἀδύνατον, ὥσπερ ὁ ὀφθαλμὸς πῇ μὲν λευκὸς πῇ δὲ οὐ λευκός. καὶ πρὸς μὲν τὸν τυμβωρύχον ἢ λῃστὴν ἀγαθὸν ἡ νόσος, ἁπλῶς δὲ οὐκ ἀγαθόν. καὶ πῶς μὲν τὸ μὴ ὂν ἔστιν· ἔστι γὰρ δοξαστόν· ἁπλῶς δὲ οὐκ ἔστι. τὸ δ’ ὥστ’ εἰ τόδε μὲν ἁπλῶς τόδε δὲ πῇ, οὔπω ἔλεγχος δύναται καὶ ἐπὶ τοῦ Αἰθίοπος ἀκούεσθαι· εἰ γὰρ ἀπλῶς μὲν κατὰ τὴν σαρκὸς ἐπιφάνειάν ἐστι μέλας, κατὰ δὲ τοὺς ὀδόντας ἐστὶ λευκός, ὁ συνάγων λευκὸν αὐτὸν καὶ οὐ λευκὸν οὐκ ἐλέγχει. δύναται δὲ καὶ ἐπὶ τοῦ ἀπλῶς μὴ ὄντος· εἰ γὰρ ἁπλῶς μέν ἐστι μὴ ὂν πῇ δὲ ὄν, ὡς δοξαστόν (ἔστι γὰρ αὐτοῦ δόξα οὐχ ὅτι ἔστιν, ἀλλ’ ὅτι οὐκ ἔστιν), ὁ συνάγων αὐτὸ καὶ εἶναι καὶ μὴ εἶναι οὐκ ἐλέγχει.

[*](1 ἀπαλλήλων a σημαίνομεν Α Arist.: τινὸς (e vs. 3 illatum al 3 τί addidi 5 προσηγορία σημαινόμενον AI: inv. ord. a 5 —7 λέγομεν—τούτου τοῦτο AI: om. a 6 ἥμισυ] ex corr. A 7 τὸ addidi ἦν AI: οὖν a 8 post δός μοι add. τούτου τοῦτο, ἤγουν τοῦ στίχου a 11 ὑπακτέον a 13 εἰπόντες post ἔπους collocat a 15 ἔσται AI: ἐστιν a 18 οἱ postea add. I1 εἰ (ante πῇ) Α 19 ἀληθεῦον utrobique Al: ἀληθεύειν a 23 τυμβωρύχον a: τυνβορύχον I 25 δοξαστικόν a 26 δὲ om. a οὕτω a 29 δὲ Al: γὰρ a τοῦ Al: τῶν a 30 δοξαστικόν a 31 οὐκ alt. aA: ἀλλ’ I)
170
[*](p. 180a 32)

Εἰσὶ δὲ πάντες οἱ τοιοῦτοι λόγοι τοῦτ’ ἔχοντες.

Τὰ σοφίσματα τοιαῦτα. ἆρ’ ἐνδέχεται τὸ μὴ ὂν εἶναι; οὔ· γε τὸ μὴ ὂν δοξαστόν ἐστι; ναί· τὸ μὴ ὂν ἄρα ἔστι· τὸ γὰρ ἀλλὰ μήν ἐστι γέ τι μὴ ὂν ὡς ἴσον ἐστὶ τῷ ‘ἀλλὰ μὴν τὸ μὴ ὂν ἐστί τι, οἷον δοξαστόν’. πάλιν τὸ ὂν συνάγουσι μὴ εἶναι οὕτως· εἰ ἔστι τὸ ὄν, ἢ ἄνθρωπος ἔσται ἢ ἵππος ἢ βοῦς ἤ τι τῶν τοιούτων· οὐδὲν δὲ τούτων ἐστίν, ὥστε οὐδὲ ἔστιν· οὐκ ἄρα ἔστι τὸ ὄν. πάλιν ἆρα ἐνδέχεται τὸν αὐτὸν ἅμα εὐορκεῖν καὶ ἐπιορκεῖν; ὁ δὲ ὀμόσας ἐπιορκήσειν ἐπιώρκησεν, ὥστε εὐώρκησεν· ἠλήθευσε γὰρ πεποιηκὼς ὃ ποιεῖν ὤμοσεν· ὀμόσας γὰρ ἐπιορκήσειν ἐπιώρκησεν· ὁ αὐτὸς ἄρα ἅμα ἐπιορκεῖ εὐορκεῖ. πάλιν ἆρα τὸν αὐτὸν ἐγχωρεῖ ἅμα τῷ αὐτῷ πείθεσθαι καὶ ἀπειθεῖν; οὔ· ἀλλὰ μὴν ὅδε πείθεται μὲν τῷ γεωμέτρῃ ἀσύμμετρον εἶναι τὴν πλευράν, ἀπειθεῖ δὲ σύμμετρον εἶναι, καὶ πείθεται μὲν μείζονα εἶναι τὸν ἥλιον τῆς γῆς, ἀπειθεῖ δὲ τῷ αὐτῷ ἐλάττονα εἶναι· ὁ αὐτὸς ἄρα τῷ αὐτῷ πείθεται καὶ ἀπειθεῖ. θεὶς δὲ τὰ σοφίσματα συντόμως λύει αὐτὰ λέγων ἢ οὔτε τὸ εἶναί τι ταὐτόν, τουτέστιν οὐ ταὐτόν ἐστι τὸ λέγειν τὸ μὴ ὂν ὅτι ἐστί τι, οἷον δοξαστόν, καὶ ἀπλῶς ὅτι ἔστιν· εἰ μὲν γὰρ τὸ τὶ ὂν ταὐτὸν ἦν τῷ ἁπλῶς ὄντι, ἦν ἂν τὸ μὴ ὂν ὄν· ἐπεὶ δὲ ἕτερον, οὐκ ἔσται τὸ μὴ ὂν ὄν. λύει δὲ σαφῶς καὶ τὸ τὸν αὐτὸν ἅμα ἐπιορκεῖν καὶ εὐορκεῖν λέγων πλὴν τοῦτο μόνον, εὐορκεῖ δὲ οὔ, ὃ ἴσον ἐστὶ τῷ ‘ἁπλῶς μὲν οὐκ εὐορκεῖ, ἀλλὰ τοῦτο μόνον, ὅτι ὀμόσας ἐπιορκήσειν ἐπιώρκησεν’· ὥστε κατὰ τοῦτο μόνον, ἁπλῶς δὲ οὐκ εὐορκεῖ, | ὥστε οὐχ ἁπλῶς ὁ ἐπιορκῶν εὐορκεῖ ἀλλὰ πῇ. οὐδ’ ὁ [*](f. 54r) ἀπειθῶν ἀπλῶς πείθεται, ἀλλὰ τὶ πείθεται· ἁπλῶς γὰρ πειθόμενος τῷ ἀληθεῖ, ἐφ’ οὗ καὶ τὸ ‘πείθεται’ ἀληθῶς λέγεται (ὁ γὰρ τοῖς ἀληθέσι πιστεύων καὶ τούτοις πειθόμενος κυρίως πείθεται), ἀπειθεῖ [δὲ] τῷ ψεύδει· καὶ ἔστιν ἄλλο μὲν ᾧ πείθεται, ἄλλο δ’ ᾧ ἀπειθεῖ.

[*](p. 180b 2)

Ὅμοιος δὲ ὁ λόγος καὶ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτόν.

Τὸ περὶ τοῦ ψεύδεσθαι τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν σόφισμα καὶ ἠρωτᾶτο καὶ συνεπεραίνετο ἐπ’ ἐκείνων οἷς ὁμοίως ὑπῆρχε τὰ ἀντικείμενα· κείμενα· ταῦτα δέ ἐστιν ὧν ἐστι τὸ μὲν ἥμισυ λευκὸν τὸ δὲ ἥμισυ μέλαν, ὥσπερ ἐπὶ τοῦ ὀφθαλμοῦ ἔχειν θεωροῦμεν. ἡ δὲ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρά γε ἐνδέχεται τὸν αὐτὸν ἅμα ψεύδεσθαι καὶ ἀληθεύειν; οὔ· [*](2 ἆρ’ a Arist.: ἆρά γε I 6 ἔσται I: ἐστιν a 8 ὀμώσας, ut videtur, I pr., corr. I1 9 εὐόρκησεν a 10 ἐπιόρκησεν a ἄρα a: om. I 13 μὲν I: om. a 14 αὐτῷ a: om. Ι 16 εἶναι τι καὶ εἶναι Arist. (τι καὶ εἶναι om. Af) 20 πλὴν om. Arist. (sed habet D) 21 —23 ἀλλὰ—οὐκ εὐορκεῖ iterant al: non iterat A 23 τῆ al: πῶς Α 25 πείθεσθαι conicio 26 δὲ aAI: delevi ψευδεῖ a 28 ὁ om. a post ψεύδεσθαι add. τι a 30 καὶ prius om. Α)

171
εἶτα ἐπῆγον· ἀλλὰ μὴν ὁ εἰπὼν τὸν ὀφθαλμὸν λευκὸν ψεύδεται· ἀλλὰ καὶ ἀληθεύει· ἅμα γάρ ἐστι λευκὸς καὶ οὐ λευκός. λέγει δὲ καὶ τούτου τὴν αὐτὴν εἶναι λύσιν, ἀλλὰ διὰ τὸ μὴ εἶναι εὐθεώρητον, καὶ μάλιστα ἐν οἷς τὰ ἀντικείμενα ὁμοίως ὑπάρχει, πότερον δεῖ φάσκειν, ἆρα τὸ ἀληθεύειν ἢ τὸ ψεύδεσθαι, τὴν δυσκολίαν παρέχεται. οὐδὲν δὲ κωλύει τὸν αὐτὸν ἁπλῶς μὲν εἶναι ἀληθῆ πῇ δὲ ψευδῆ, ὡς ἐπὶ τοῦ Αἰθίοπος καὶ τοῦ μὴ ὄντος· ὁ γὰρ τὸν Αἰθίοπα μέλανα λέγων ἁπλῶς μέν ἐστιν ἀληθής, πῇ δὲ ψευδής· ὁ δὲ λέγων αὐτὸν λευκὸν ἀπλῶς μὲν ψευδής, πῇ δὲ ἀληθής. τὸ δὲ ἢ τινὸς λέγοι ἄν ἐφ’ οὗ τὸ ἥμισυ λευκόν, τὸ δὲ ἥμισυ οὐ λευκόν· οὗτος γὰρ οὕτε ἀπλῶς ἐστιν ἀληθὴς πῇ δὲ ψευδής, οὔτε ἔμπαλιν ἁπλῶς μὲν ψευδὴς πῇ δὲ ἀληθής, ἀλλὰ τινός, ἤτοι ἐπίσης καὶ ψευδὴς καὶ ἀληθής. δύναται καὶ ἐκ παραλλήλου τὸ τινὸς κεῖσθαι· ὁ γὰρ πῇ ψευδόμενος ἢ ἀληθεύων κατά τι ψεύδεται ἢ ἀληθεύει καὶ οὐχ ἁπλῶς. τὸ δὲ καὶ εἶναι ἀληθῆ τινά, ἀληθῆ δὲ μή ἴσον ἐστὶ τῷ ‘εἶναι κατά τι μὲν ἀληθῆ, ἀπλῶς δὲ μὴ ἀληθῆ’· ὁ γὰρ κατά τι ἀληθεύων ἐπί τι ἀληθὴς καὶ οὐχ ἀπλῶς ἀληθής ἐστι. δύναται δέ τις καὶ ὡς οὕτως ἐρωτωμένου τοῦ σοφίσματος ἀκούειν· ἆρά γε ἐνδέχεται τὸν αὐτὸν ἅμα καὶ ψεύδεσθαι καὶ ἀληθεύειν; οὔ· ἀλλὰ μὴν ὁ λέγων ‘ἐγὼ ψεύδομαι’ ἅμα καὶ ψεύδεται καὶ ἀληθεύει· ψεῦδος ἄρα τὸ ‘οὐκ ἐνδέχεται τὸν αὐτὸν ἅμα καὶ ἀληθεύειν καὶ ψεύδεσθαι’. τὰ δὲ ἐφεξῆς κείμενα σοφίσματα σαφῆ εἰσι, καὶ πλεῖστα τούτων τὰ παραδείγματα καὶ ἐν τοῖς τοπικοῖς.

[*](p. 180b 17)

‘Oμοίως δὲ καὶ ὁ τοῦ κλέπτου λόγος.

Δεῖ πρότερον τὴν ἀγωγὴν τοῦ σοφίσματος ἐκθέσθαι· οὕτω γὰρ καὶ ἡ λύσις, ἣν αὐτὸς ἐπήγαγε καὶ ὑπέγραψε, δήλη ἔσται. ἔστι δὲ ἡ ἀγωγὴ τοῦ παραλογισμοῦ αὕτη· ἆρά γε βούλεταί τις τὸ ἑαυτοῦ κακόν; οὔ· τί δέ, τὸ κλέπτειν κακόν; ναί· βούλεται δὲ ὁ κλέπτης κλέπτειν; ναί· τὸ ἑαυτοῦ ἄρα βούλεται κακόν. λαβεῖν δὲ ἀντὶ τοῦ κλέπτειν ἐνταῦθα εἴληπται ἐν οἷς λέγει οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν. τὸ δὲ ὅτι κακὸν τὸ κλέπτειν κατεσκεύαζον οἱ σοφισταὶ δεικνύντες κακὸν τὸν κλέπτην. ἐδείκνυον δὲ αὐτὸν κακὸν ἐκ τοῦ ὁρισμοῦ τοῦ κλέπτου, ὃν αὐτὸς κλέπτου λόγον εἶπεν· εἰ γὰρ κλέπτης ἐστί, φασίν, ὁ βουλόμενος τὰ ἀλλότρια λάθρᾳ λαμβάνειν, τοῦτο δὲ κακόν, καὶ ὁ κλέπτης ἄρα κακόν· ὥστε καὶ τὸ κλέπτειν κακόν· ὥστε βούλεται ὁ κλέπτης τὸ ἑαυτοῦ κακόν. τοῦτο λύων Ἀριστοτέλης ἐπήγαγε τὸ οὐ γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ λαβεῖν ἐστι κακόν, δυνάμει λέγων ἰού γάρ, εἰ κακόν ἐστιν ὁ κλέπτης, καὶ τὸ κλέπτειν ὡς κακὸν βού- λεται, ἀλλ’ ὡς ἀγαθόν’· παντὸς γάρ, οὗ τις ἐφίεται, ὡς ἀγαθοῦ [*](11 ἤτοι I: ἤγουν a 16 ὡς I: om. a 24 ὑπέγραφε a 25 αὕτη τοιαύτη a 29 an τὸ γὰρ? 33 ὥστε prius] ὥς ex ὢν (spiritus non liquet) corr. I 34. 35 οὐχὶ, omisso γὰρ, A 36 οὐ γὰρ al: ὡς οὐχὶ Α 37 οὗ τινος I pr.)

172
κἂν κακόν ἐστιν· ὥστε καὶ ὁ κλέπτης οὐχ ὡς κακὸν ἀλλ’ ὡς ἀγαθὸν βούλεται τὸ κλέπτειν· οὐκ ἄρα τὸ ἑαυτοῦ βούλεται κακόν. ὅτι δὲ τὸ τὰ ἀλλότρια λαμβάνειν ἀγαθὰ οὐκ ἔστι κακὸν τῷ λαμβάνοντι οὐδ’ ὡς κακὰ σπουδάζει λαβεῖν ἀλλ’ ὡς ἑαυτοῦ ἀγαθά, κατεσκεύασε διὰ τῆς τῶν κακῶν ἀποβολῆς, δυνάμει λέγων ‘ὥσπερ τὸ ἀποβαλεῖν τὴν νόσον καίτοι κακὸν οὖσαν οὐκ ἔστι κακόν, οὕτως οὐδὲ τὸ λαμβάνειν ἀγαθὰ χρήματα τὰ | ἀλλότρια κακόν ἐστι τῷ λαμβάνοντι’, ὧν γὰρ ἡ ἀποβολή, ὡς ἐν τοῖς [*](f. 54v) τοπικοῖς εἴρηται, κακόν, τούτων ἡ λῆψις ἀγαθόν· ἀλλὰ μὴν ἡ ἀποβολὴ τοῦ χρήματος κακόν· ἡ λῆψις ἄρα ἀγαθόν· τὸ κλέπτειν ἄρα ἀγαθόν. ῥητέον δὲ πρὸς τοῦτο ‘ἄρα οὐχὶ πᾶσα λῆψις ἀγαθὸν ἀλλὰ τοιάδε’. τὸ δὲ ἐφεξῆς σόφισμα τοιοῦτόν ἐστιν. εἰ τὸ ἀποθανεῖν ἀδίκως αἱρετώτερον τοῦ δικαίως ἀποθανεῖν (ὥσπερ καὶ ὁ Σωκράτης πρὸς τὸν εἰπόντα ‘ὦ Σώκρατες, ἀδίκως ἀποθνήσκεις’ εἴρηκε ‘σὺ δὲ ἄρα ἠβούλου με δικαίως ἀποθανεῖν’῾ ὁ γὰρ δικαίως ἀποθνήσκων ὡς φονεὺς ἢ ὡς κακοῦργος τοῦτο πάσχει· ὁ δὲ ἀδίκως πάσχων δίκαιος, καθάπερ καὶ ὁ Σωκράτης), εἰ οὖν τὸ ἀδίκως, φασὶν οἱ σοφισταί, ἀποθνήσκειν τοῦ δικαίως αἱρετώτερον, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον. τὴν δὲ τοῦ σοφίσματος τούτου λύσιν παρακατιὼν ἐρεῖ. τοῦ δὲ συμπεραινομένου σοφίσματος τὸ αὐτὸ εἶναι δίκαιον καὶ οὐ δίκαιον μετ’ ὀλίγον τὴν ἀγωγὴν φανερῶς ἐκθήσομεν. χρεὼν δέ ἐστι πρότερον πρὸς σαφήνειαν τοῦ λεγομένου τοῦ ἐν τῷ πέμπτῳ τῶν Ἠθικῶν εἰρημένου ἀναμνησθῆναι, ὅπερ ἐστὶ τὸ ἄλλο μὲν εἶναι τὸ φύσει δίκαιον, ἄλλο δὲ τὸ κατὰ δόξαν τοῦ κρίναντος, ἄλλο δὲ τὸ κατὰ τὴν διάταξιν τοῦ νόμου περατωθέν. ὥστε ἐνδέχεται τὸ αὐτὸ καὶ δίκαιον εἶναι καὶ ἄδικον· τὸ γὰρ κατὰ νόμον δίκαιον οὐκ ἀνάγκη καὶ φύσει ἢ τῇ δόξῃ τοῦ κρίναντος δίκαιον εἶναι, ἀλλ’ ἐνδέχεται μὲν ὡς πρὸς τὴν φύσιν εἶναι ἄδικον, καθὸ δὲ γέγονεν ὡς οἱ νόμοι διατάττονται, εἶναι δίκαιον. ὥσπερ καὶ ὁ Καλλικλῆς ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ πρὸς τὸν Σωκράτην λέγει ὅτι, ἄν τις τὸ κατὰ νόμους εἴπῃ, σὺ μεταλαμβάνων τὸ κατὰ φύσιν, εἰ δέ τις τὸ κατὰ φύσιν, σὺ τὸ κατὰ νόμους ἐπιφέρων κυκᾷς καὶ συγχεῖς τὰς διαλέξεις. οὕτως οὖν τοῦ δικαίου τριχῇ διαιρουμένου ἀφορμαὶ πολλαὶ παραλογισμῶν ἐντεῦθεν τοῖς σοφιστεύουσι δέδονται, ὡς καὶ ἐπὶ τοὐ παρόντος· ἔλεγον γάρ· ἆρα δίκαιόν ἐστι τὸ ἕκαστον ἔχειν τὰ ἑαυτοῦ, ἄδικον δὲ τὸ τὰ ἀλλότρια; ἢ οὕτως· πότερόν ποτέ φαμεν εἶναι δίκαιον καὶ κρίσιν δικαίαν (τὸ γὰρ δίκαιον ἀντὶ τοῦ * * δικαίου εἴληπται ὡς μηδὲν διαφέρον) οὐχὶ τὸ ἕκαστον τῶν κρινομένων ἔχειν τὰ ἑαυτοῦ καὶ ἃ δεῖ ἔχειν αὐτόν; ναί· ἄδικον δὲ καὶ κρίσιν ἄδικον οὐχὶ τὴν κυρώσασαν τὰ [*](2 βούλεται κακόν Ι: inv. ord. a 7 ὦν γὰρ Α: εἰ γὰρ ὧν al 7. 8 ἐν τοῖς τοπικοῖς] III 2 p.117b3sq. 10 ἆρα a: fort. ἀλλὰ cf. p. 148,29 n. 14 δὲ I: om. a 20 πρὸς σαφήνειαν πρότερον a 20. 21 ἐν τῷ πέμπτῳ τῶν Ἠθικῶν] c. 10 p. 1134b18sp. 21 μὲν om. Α τὸ alt. postea add. I1 22 δὲ prius om. Α κρίνοντος Α 23 περατωθέν scripsi cf. p. 174,25: περαιωθέν aAI καὶ om. Α 24 καί φησι a 27 ἐν τῷ τοῦ Πλάτωνος Γοργίᾳ] c. 38 p. 483 Α memoriter citat 29 συγχωρεῖς I pr. 30 τριχῆ AI; τριχῶς a 31 δέδονται] ν superscr. I1 32 τὸ καθέκαστον ἔχειν τὰ καθ’ ἑαυτοῦ Α 34 adde κατὰ δόξαν τοῦ κριτοῦ (sive δικαστοῦ) 36 καθριώσασαν )
173
ἀλλότρια ἔχειν τὸν μὴ κύριον; ναί. εἶτα ἐπῆγον· ἀλλὰ μὴν ὅδε ἔχει τὰ χρήματα τούτου λαβών· καὶ ᾗ μὲν ἐκ τοῦ νόμου ἢ καὶ τῆς δόξης τοῦ κριτοῦ ἔλαβε (τοῦτο γὰρ λείπει), ᾗ μὲν οὖν ἐκ τούτων ἔλαβε, τὰ ἑαυτοῦ ἔχει· τὸ δὲ τὰ ἑαυτοῦ ἔχειν κεῖται δίκαιον εἶναι· εἰ δὲ δικαίως ἔχει, δικαία ἡ κρίσις· κατὰ νόμους γὰρ ἔχει· ᾗ δὲ πάλιν τοῦ ἀποστερηθέντος ἦσαν, ἄδικος ἡ κρίσις· ἡ αὐτὴ ἄρα δικαία καὶ ἄδικος. οἷον εἴ τις συκφάντης ἔλεγε τὴν οἰκίαν ἢ τὸν ἀγρὸν τοῦ Πλάτωνος, ἃ κατεῖχε μίσθωμα καὶ φόρους τελῶν τῷ Πλάτωνι, μὴ τοῦ Πλάτωνος εἶναι ἀλλ’ οἰκεῖα, ἔκρινε δὲ ὁ δικαστὴς ὀμωμοκέναι τὸν Πλάτωνα καὶ γενέσθαι κύριον τοῦ ἀγροῦ ἢ τῆς οἰκίας, ὁ δὲ Πλάτων’ διὰ τὴν περὶ τὸν ὅρκον εὐλάβειαν τὸν συκοφάντην εἴασεν ἔχειν τὰ ἑαυτοῦ, οὕτως ὁ συκοφάντης τὰ μὲν ἑαυτοῦ ἔχει· ἁ γὰρ ἀπὸ νόμου τις ἔσχεν, ὡς ἴδια ἔλαβε· τὸ δὲ τὰ ἴδια ἔχειν κεῖται δίκαιον εἶναι· ὥστε δικαία ἡ κρίσις. ἄδικος δὲ τῇ φύσει· τῇ γὰρ φύσει δίκαιον εἶναι] μὴ πρὸς ὅρκους ἀφιέναι τὸν Πλάτωνα, ἀλλ’ ἐκεῖνον μὲν ἀπορρῖψαι ὡς βδελυρὸν καὶ συκοφάντην, ἀποδοῦναι δὲ τῷ Πλάτωνι τὰ ἑαυτοῦ. ἡ αὐτὴ ἄρα κρίσις δικαία καὶ ἄδικος, καὶ τὸ αὐτὸ δίκαιόν ἐστι καὶ ἄδικον. ἡ μὲν παραγωγὴ τοῦ σοφίσματος αὕτη. κατὰ δὲ τὴν λέξιν τὴν κυρία ἐστὶν ἐκ τοῦ νόμου <τὸ ἐκ τοῦ νόμου> πρόσκειται, ὅτι τὴν τῶν δικαστῶν κρίσιν εἶναι κυρίαν. ἃ δ’ ἄν τις κρίνῃ κατὰ δόξαν τὴν αὑτοῦ, κἀν ᾖ ψευδής, κυρία ἐστὶν ἐκ τοῦ νόμου· κἂν γὰρ ἄδικός ἐστιν ἡ κρίσις, κατὰ μέντοι γε τὸ δόξαν αὐτῷ δίκαιον ἔκρινε, κυρίαν εἶναι τήνδε τὴν κρίσιν λέγει ὁ νόμος. τὴν μὲν οὖν τοῦ σοφίσματος παραγωγὴν καὶ λύσιν εἴπομεν. ἃ δὲ λέγει διὰ τῆς λέξεως ἐστιν· ὅσα ἄν τις κρίνῃ κατὰ δόξαν τὴν | αὑτοῦ, κἄν ψευδὴς κἄν ἄδικος ἡ κρίσις [*](f. 55r) ἐστί, κυρία ἐστὶν ἐκ τοῦ νόμου· νόμος γὰρ ἦν Ἀθηναίοις τὰς δικασθείσας δίκας κυρίας εἶναι. καὶ τοῦτο δῆλον πεποίηκεν καὶ ἐν τῷ Κρίτωνι τοὐ Πλάτωνος Σωκράτης· λέγει γὰρ ἐν ἐκείνοις ὁ Σωκράτης “τί ἐροῦμεν πρὸς ταῦτα, ὦ Κρίτων, καὶ ἄλλα τοιαῦτα; πολλὰ γὰρ ἄν τις ἔχοι, ἄλλως τε καὶ ῥήτωρ, εἰπεῖν ὑπὲρ τούτου τοῦ νόμου ἀπολλυμένου, ὃς τὰς δίκας τὰς δικασθείσας προστάττει κυρίας εἶναι’’. ἐν δὲ τῷ ‘πότερον δεῖ κρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ ἄδικα;’ τὸ κρίνειν ἴσον ἐστὶ τῷ κατακρίνειν καὶ καταδίκῃ ὑποβάλλειν. τίνα γάρ φασί, δεῖ καταδίκης ἀξιοῦν, τὸν τὰ δίκαια λέγοντα ἢ τὰ ἄδικα; εἰπόντος δὲ τοῦ ἀποκρινομένου ὅτι τὸν τὰ ἄδικα λέγοντα καταδικάζειν δεῖ, ἐπῆγον περὶ τοῦ ἀδικηθέντος [*](2 καὶ alt. om. Α 5 ἡ superscr. Α1 8 τῶ πλάτωνι Α: πλάτωνος al 9 ὀμωμοκέναι I 10 ἢ Α: καὶ al 12 τις postea add. I1 13 ἄδικος δὲ al: spatium 6 litt. Α τῆ alt. scripsi: τὸ aAI γὰρ φύσει al: spatium 6 litt. Α 14 εἶναι ut e vs. 13 illatum delevi 15 βδελλυρὸν a 18 τὸ—νόμου addidi 19 κρίσιν εἶναι aA: inv. ord. I ἁ ex ἆ corr. Ι1 21 τὸ AI: τὴν a αὐτῶ A: αὐτοῦ a: compend. I post ἔκρινε add. δὲ τὴν a 24 καὶ ἅδ’. conicio 24. 25 ἐστὶν ἡ κρίσις A 26 ἐν τῷ Κρίτωνι] c. 11 Β 28 ἔχοι Α: ἔχη I: ἔχει a 29 ῥήτωρ Plato: ῥήτορα a: ῥήτορας Α: compend. I 30 πότερα Α Arist. 31 ἄδικα—δίκαια a 32 καὶ— ὑποβάλλεινoia. om. A δεῖ b: δεῖν aAI 33 δὲ AI: γὰρ a)
174
λέγοντες· ὅδε δὲ ἄδικα λέγει· ἃ γὰρ ἔπαθεν, ἐκεῖνα καὶ διηγεῖται καὶ λέγει· ἔπαθε δὲ ἄδικα· ἄδικα ἄρα λέγει· ὥστε εἰ τὸν τὰ ἄδικα λέγοντα κρίνειν δεῖ καὶ καταδικάζειν, οὗτος δὲ ἄδικα λέγει, τοῦτον ἄρα δεῖ καταδικάζειν· οὗτος δέ ἐστιν ὁ ἀδικηθείς· δεῖ ἄρα τὸν ἀδικηθέντα καταδικάζειν, δικαιοῦν δὲ τὸν ἄδικον. τὸ δὲ ἀλλὰ μὴν καὶ τὸν ἀδικούμενον δίκαιόν ἐστιν ἱκανῶς λέγειν ἃ ἔπαθεν ὡς αἰτία ἐπῆκται τοῦ ἄδικα λέγειν τὸν ἀδικηθέντα· δίκαιον γάρ, φασὶν οἱ σοφισταί, λέγειν τὸν ἀδικηθέντα ἃ πέπονθε· πέπονθε δὲ ἄδικα· ἄδικα ἄρα λέγει. μέχρι μὲν τούτου ἐτίθει μόνα αὐτὰ τὰ σοφίσματα· τὸ δὲ ἐντεῦθεν τὰς λύσεις αὐτῶν ἐπάγει. ἔστι δὲ ἣν νῦν λέγει ἐν τῷ οὐ γάρ, εἰ παθεῖν τι ἀδίκως αἱρετόν, τὸ ἀδίκως αἱρετώτερον τοῦ δικαίως λύσις τοῦ λέγοντος σοφίσματος ‘εἰ τὸ ἀδίκως ἀποθανεῖν αἱρετώτερόν ἐστι τοῦ δικαίως, καὶ τὸ ἄδικον τοῦ δικαίου αἱρετώτερον’. ἔστι δὲ ὃ λέγει· οὐ γάρ, εἰ τὸ ἀποθανεῖν ἀδίκως ἢ ὅλως παθεῖν τι ἀδίκως αἱρετόν, καὶ ἀπλῶς τὸ ἀδίκως τοῦ δικαίως αἱρετώτερον, ἀλλ’ ἀπλῶς μὲν αἱρετώτερόν ἐστι τὸ δικαίως καὶ τὸ δίκαιον, τοδὶ μέντοι οὐδὲν κωλύει ἀδίκως ἢ δικαίως, τουτέστιν ἐνταῦθα μέντοι οὐδὲν κωλύει τὸ ἀδίκως ἀποθανεῖν αἱρετώτερον εἶναι τοῦ δικαίως· οὐ γάρ, εἰ τί ποτέ ἐστιν αἱρετώτερον ἢ πρός τι, καὶ ἁπλῶς τὸ οὕτως λεγόμενον αἱρετώτερόν ἐστι. τὸ δὲ καὶ τὸ ἔχειν τὰ ἑαυτοῦ δίκαιον, τὰ δὲ ἀλλότρια οὐ δίκαιον λύσις ἐστὶ τοῦ σοφίσματος τοῦ τὰ ἑαυτοῦ ἔχειν ἕκαστον δίκαιον εἶναι ἀξιοῦντος. λέγει δὲ ἀληθὲς μὲν εἶναι τὸ δίκαιον λέγειν τὰ ἑαυτοῦ ἔχειν, ἄδικον δὲ τὸ τὰ ἀλλότρια· κρίσιν μέντοι τοιαύτην, εἰ καὶ ψευδής ἐστι, τουτέστιν εἰ καὶ ἡμαρτημένη ἐστὶ πρὸς τὸ φύσει δίκαιον βλέποντι, ὅμως οὐδὲν κωλύει λέγειν δικαίαν εἶναι, ἐπειδὴ κατὰ τὴν τῶν νόμων πρόσταξιν πεπέρασται, καὶ πολλὰ μέν εἰσιν ἃ φαίνεται ἄδικα μὲν διὰ τὸ μὴ κατὰ νόμους προβῆναι, δίκαια δὲ ὅμως ὄνια φύσει, καὶ πολλὰ ἔμπαλιν δίκαια διὰ τὸ νομίμως πεπεράνθαι, ἄδικα δὲ φύσει. οὐ γάρ, εἰ δίκαιον, φησί, τὸ τοδὶ ἢ ὡδί, καὶ ἁπλῶς δίκαιον, τουτέστιν οὐ γάρ, εἰ ὁ νόμος δίκαιον μὲν λέγει τοδί, τοὐναντίον δὲ ἔκρινεν ὁ δικαστὴς πρὸς τὸ φύσει δίκαιον ἀποβλέψας, καὶ ἀπλῶς τὸ μὲν παρὰ τοῦ νόμου λεγόμενον δίκαιόν ἐστι, τὸ δὲ κατὰ τὴν δόξαν τοῦ κριτοῦ ἄδικον, ἀλλ’ ἐνδέχεται καὶ ἔμπαλιν.

[*](p. 180b 34)

‘Oμοίως δὲ καὶ ἄδικα ὄντα οὐδὲν κωλύει λέγειν.

Τοῦτο λύσις ἐστὶ τοῦ τελευταίου σοφίσματος τοῦ λέγοντος “πότερον δεῖ κατακρίνειν τὸν τὰ δίκαια λέγοντα ἢ τὸν τὰ ἄδικα;’’. ἔστι δὲ τοιαύτη· [*](5 καὶ om. Α 6 αἴτιον Α 8 ἐτίθη a 9 τὸ σοφίσματα (sic) Ι 10 τί AI: τὸν a 15 αἱρετώτερον prius] αἱ postea, ut videtur, add. Ι1 19. 20 δίκαιον Α, corr. Ι1: δίκαια a, I pr. 20 δίκαον I τὰ alt. Arist.: τὸ al: τὸ τὰ Α 21 ἀξιοῦντα Α 23 ταύτην Α εἰ καὶ alt. om. Α 25 πεπεράσθαι a 27 ὄντα φύσει Α: ὄντα τῇ φύσει a: φύσει ὄντα I 28 τοδὶ a Arist.: ὡδὶ AI 29 δὲ I: om. aA 30 δικαστὴς Α: σοφιστὴς al 31 παρὰ τῷ νόμῳ a 33 ἄδικον I 35 ἄδικα—δίκαια a)

175
οὐδέν, φησί, κωλύει ἄδικα ὄντα τὰ λεγόμενα δίκαι ὂν εἶναι λέγειν αὐτά. τὸ δὲ οὐ γάρ, εἰ λέγειν δίκαιον, ἀνάγκη δίκαια εἶναι ἐναντίως ἔχειν μοι δοκεῖ τοῖς εἰρημένοις· ἔδει γάρ, ὡς οἶμαι, οὕτως εἰπεῖν· οὐ γὰρ ἀνάγκη ἄδικα εἶναι, ἐπειδὴ δίκαιόν ἐστι λέγειν αὐτά· ἃ γὰρ πέπονθέ τις ἀδίκως, λέγει, καὶ οὐκ ἀνάγκη ἄδικα λέγειν. ἢ εἴη ἂν λέγων ὅτι οὐκ ἀνάγκη τὸν τὰ ἄδικα λέγοντα κατακρίνειν· οὐ γάρ, εἰ δίκαιόν ἐστι τὸ λέγειν ἅ τις πέπονθεν, ἀνάγκη καὶ τὰ λεγόμενα δίκαια εἶναι· πῶς ἐπειδὴ ἀδίκων εἰσὶ μηνυτικά; ἔστι γοῦν, ἵνα σαφέστερον εἴπωμεν, ὃ λέγει τοιοῦτον, ὅτι οὐκ ἀ|νάγκη δίκαια εἶναι, ἐπειδὴ δίκαιόν ἐστι λέγειν αὐτά· [*](f. 55v) ἃ γὰρ πέπονθεν ἄδικα, ἐκεῖνα λέγει, καὶ δίκαιά ἐστι λέγεσθαι ταῦτα· ὥστε οὐ δεῖ τὸν ἀδικηθέντα κατακρίνειν, ἐπειδὴ λέγει ἅ ἐστι δίκαια λέγεσθαι, ἄδικα δὲ καθὸ πέπονθε ταῦτα. ὥσπερ οὐδ’ εἰ ὠφέλιμά εἰσι λέγεσθαι τὰ θανάσιμα ἢ βλαβερὰ διὰ τὸ τὸν ἄνθρωπον ταῦτα φεύγειν, ἔσονται καὶ ὠφέλιμα τὰ τοιαῦτα· ταῦτα μὲν γὰρ φύσει βλαβερὰ καὶ θανάσιμα καὶ ἀνωφελῆ, ὠφέλιμα δ’ εἰσὶ λέγεσθαι. ὥσπερ καὶ ἐπὶ τῶν δικαίων· οὐ γάρ, εἰ τόδε ἐστὶ δίκαιον λέγεσθαι, ἀνάγκη καὶ δίκαιον εἶναι. ὥστε εἰ ἃ λέγει ὁ ἀδικηθείς, δίκαιά ἐστι λέγεσθαι καίπερ ἄδικα ὄντα, τὴν νικῶσαν λήψεται. ἐκ τούτου δὲ φανερόν ἐστι καὶ τὸ μὴ πάντα τὸν λέγοντα τὰ ἆ δίκα νικᾶν, ἀλλὰ τὸν λέγοντα ἃ πέπονθεν ἄδικα δίκαια ὄντα λέγεσθαι. τοῦτο γὰρ συνῆγον οἱ σοφισταὶ ἐρωτῶντες οὕτως· ἆρα τὸν τὰ ἄδικα λέγοντα δεῖ κατακρίνειν ἢ τὸν τὰ δίκαια; καὶ λαμβάνοντες ἐκ τοῦ ἀποκρινομένου τὸν τὰ ἄδικα, εἰσάγοντες δὲ καί τινα ἀδικηθέντα καὶ λέγοντες ‘ἀλλὰ μὴν καὶ οὗτος ἄδικα λέγει· ἃ γὰρ πέπονθε, λέγει’ συνῆγον καὶ λοιπὸν ἔστι τὸν ἀδικηθέντα κατακρίνειν’· ἃ γὰρ ἄδικα πέπονθε, λέγει. ἀλλὰ μὴν καὶ δίκαια λέγειν· δίκαια γάρ ἐστι λέγεσθαι· ἔστιν ἄρα τὸν τὰ ἄδικα λέγοντα νικᾶν. πρὸς ὃ ἀπαντῶν ὁ Ἀριστοτέλης φησὶν ὥστε οὐκ εἰ τὰ λεγόμενα ἄδικά ἐστι, καὶ πᾶς ὁ λέγων τὰ ἄδικα νικᾶν λέγεται, ἀλλ’ ὁ λέγων ἃ λέγειν ἐστὶ δίκαια, ἁπλῶς δὲ καὶ παθεῖν ἄδικα· λοιπὸν καὶ τόνδε ἄδικα λέγοντα δίκαια λέγεσθαι ὄντα οὐκ ἔστι κατακρίνειν· λέγει γὰρ ἃ λέγειν ἐστὶ δίκαια, παθεῖν δὲ ἄδικα. ἴσον οὖν ἐστι τὸ ὁμοίως δὲ καὶ ἐπὶ τῶν δικαίων τῷ ‘ὁμοίως δὲ οὐδέ, εἰ λέγει τις δίκαια, ἀνάγκη δίκαια λέγειν’· οὐ γάρ, εἰ ὁ ὑβρισθεὶς λέγων ὅτι ὑβρίσθη ἄδικα λέγει (ἃ πέπονθεν ἄδικα ὄντα, λέγει), ὁ ὑβρίσας, δηλονότι λέγων μὴ ὑβρικέναι, τὰ δίκαια λέγει. τὸ γὰρ μὴ ὑβρίζειν δίκαιον· τοῦτο δὲ λέγει· τὸ δίκαιον ἄρα λέγει· ἀλλ’ οὐχί, εἰ τὰ δίκαια λέγει, καὶ ἁπλῶς δίκαιά ἐστιν ἃ λέγει· ψευδῆ γάρ ἐστιν. ὥστε εἰ ἃ λέγει ὁ ἀδικηθεὶς δίκαιά ἐστι λέγεσθαι [*](1 δίκαιον ex Arist. srripsi: δίκαια aI 4 γὰρ alt. I: καὶ a 8 post εἰσὶ add. σημαντικὰ ἡ a 9 δίκαια scripsi: ἄδικον al 12 ὥσπερ] ὥ ex ὧ, ut videtur, corr. I1 εἰσι I: ἐστι a 21 λαμβάνοντες a: λαβόντες I, in quo inter α et β foramen est 23. 24 συνῆγον—λέγει bis I (sed in iteratis λέγειν) 25 λέγειν Ι: λέγει a 29 λέγοντα a: λέγεται I 30 post δίκαια e vs. 28 illata ἀπλῶς δὲ καὶ expunxit I δέ prius superscr. I 32 ὑβρίσθη a: ὑβρίσθην I 33 λέγει a: λέγειν I ὑβρικέναι] κ corr. nescio unde I 34 γὰρ I: δέ a)
176
καίπερ ἄδικα ὄντα, τὴν νικῶσαν λήψεται· δίκαιον γάρ ἐστι λέγειν ἁ λέγει. καὶ ᾗ μὲν δίκαιά ἐστι λέγεσθαι, δίκαιά ἐστιν, ἄλλως δὲ ἄδικα· μηνυτικὰ γὰρ ἀδίκων.