In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 178a 37)

Καὶ ὅτι δοίη τις ἂν ὃ μὴ ἔχει· οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγαλον.

Τὸ σόφισμα τοιοῦτον· ἆρα δοίη ἄν τις ὃ μὴ ἔχει; οὔ· ὅδε δὲ οὐκ εἶχεν ἕνα μόνον ἀστράγαλον, δέδωκε δὲ ἕνα· δέδωκεν ἄρα ὃ οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα δέδωκεν ἕνα· δοίη ἄν τις ὃ μὴ ἔχει. ἡ λύσις ὅτι οὐ δέδωκεν ὃ οὐκ εἶχε· πολλὰ γὰρ ἔχων εἶχε καὶ ἕνα. ὥστε οὐ δέδωκεν ὃ οὐκ εἶχεν (εἶχε γὰρ τὸν ἕνα), ἀλλ’ ὡς οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα μόνον δέδωκεν ἕνα μόνον. ὡς γὰρ τὸ μόνον οὔτε τό ’δε τι σημαίνει, οἷον οὐσίαν, οὔτε ποιόν (οὐδενὸς γὰρ τούτων ἐστὶ σημαντικόν), ἀλλ’ ὡς ἂν εἶπέ τις ἄσχετον σχέσιν, οἷον ὅτι καθ’ αὑτό ἐστιν ἀλλ’ οὐ μετά τινος ἄλλου, οὕτως καὶ τὸ μὴ μόνον τὸ μετ’ ἄλλου ὂν δηλοῖ. σαφηνίζων δὲ τὸ παραληφθὲν σόφισμα καὶ ἕτερον προσλαμβάνει παράδειγμα τόδε· ἆρ’ ὃ μή τις ἔχει δοίη ἄν; οὔ· ἆρά γε δοίη ἄν τίς τι ταχέως μὴ ἔχων ταχέως; ναί· δοίη ἄν τις λοιπὸν ὃ μὴ ἔχει. λύων οὖν καὶ τοῦτο τὸ σόφισμα λέγει τὸ | γὰρ ταχέως οὐ [*](f. 48v) τόδε διδόναι ἀλλ’ ὧδε διδόναι ἐστίν, ὅπερ ἴσον ἐστὶ τῷ ‘τὸ γὰρ ταχέως τὸν τρόπον τῆς δόσεως δηλοῖ πῶς δίδωσι, οὐ μὴν ὃ οὐκ ἔχει ἢ ο ἔχει.

[*](2 ποιόν corr. Ι1, ποσόν I pr. fort. ὥσπερ καὶ ἡ τριὰς ποιὸν 3 ἐρωτήσας a: ἐρώτησις 1 8 ἤδη a 10 et 11 μὴ ἔχει Α 11 δέκα, δέκα ἔχων πρ. Α 12 post ἔδωκε add. δέκα ἀποβαλεῖν ἀστραγάλους Α 14 τύχη a 18 ἕνα μόνον I Arist., inv. ord. a (T) 19 fort. <ἄρ᾿> ἄν: <ἄρα> ἄν v 20 οὐκ ἔδωκεν Α ἔχων γὰρ ἀστραγάλους δέκα εἶχε Α 21 post γὰρ add. καὶ Α 22 ἔχων γὰρ I: inv. ord. Α: ἔχων a 24 post ἀλλ’ ὡς add. ἔχει πρός τι· ἤγουν ἀλλὰ τὸ μόνον δηλοῖ, ὡς Α αὐτό Av: αὐτόν Ι: ἑαυτόν a 25 καὶ οὐ Α μετά AI: κατά a ἄλλου τινός Α 28 τι aA Arist.: om. I (A) 31. 32 ὃ ἔχει, ἡ ὃ οὐκ ἔχει I)
153
[*](p. 178b 8)

Ὁμοῖοι δὲ οἱ τοιοίδε πάντες. ἆρ’ ᾗ μὴ ἔχει χειρί.

Τὸ τῆς λέξεως ἀκόλουθον τοιοῦτον· ἆρα ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν; ἢ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν; ἢ ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν; τὰ δὲ μεταξὺ λύσεις εἰσίν, ἅς τινες ἐπῆγον λύοντες τὰ σοφίσματα, ἃς οὐκ ἀποδέχεται ὁ Ἀριστοτέλης. συνεπεραίνετο δὲ τὰ σοφίσματα ἐπὶ τοῦ ἔχοντος δύο χεῖρας καὶ δύο ὀφθαλμοὺς καὶ ψηφίσματα πλείω ἑνὸς οὕτως· ἆρ’ ᾗ μὴ ἔχει τις χειρὶ τύπτοι ἄν; οὔ· ὅδε δὲ οὐκ ἔχει μίαν χεῖρα μόνον ἀλλὰ δύο, τύπτει δὲ τῇ μιᾷ· ᾗ ἄρα χειρὶ οὐκ ἔχει τύπτει· μὴ ἔχων γὰρ μίαν μόνον τύπτει τῇ μιᾷ μόνον. ἡ λύσις ὅτι οὐ τύπτει ᾗ οὐκ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει· μὴ ἔχων γὰρ μίαν μόνην τύπτει τῇ μιᾷ μόνῃ. πάλιν ἆρ’ ᾧ μὴ ἔχει τις ὀφθαλμῷ ἴδοι ἄν; οὔ· ὅδε δὲ οὐκ ἔχει ἕνα μόνον ὀφθαλμὸν καὶ βλέπει τῷ ἑνί. καὶ τοῦτο οὐ ψεῦδος· ἐνδέχεται γὰρ τὸν ἕνα λήμην ἔχοντα μὴ βλέπειν, τὸν δὲ ἕνα ὑγιῆ ὄντα βλέπειν. πάλιν ἆρ’ ἐνδέχεται ὃ μὴ ἔλαβέ τις ἔχειν; οὔ· ὅδε δὲ λαβὼν μίαν μόνην ψῆφον παρ’ ἁ τοῦδε (μίαν γὰρ τούτου δόντος μίαν καὶ οὗτος ἔλαβε), λαβὼν δὲ μίαν οὐκ ἔχει μίαν· σὺν αὐτῇ γὰρ καὶ ἑτέρας ἔχει· ὃ ἄρα οὐκ ἔλαβεν ἔχει. ἡ λύσις ὅτι καὶ ὃ ἔλαβεν ἔχει, πρὸς τούτῳ δὲ ἔχει καὶ ἄλλα. λύουσι μὲν οὖν τινες λέγοντες ὅτι καὶ ὀφθαλμὸν ἕνα καὶ χεῖρα μίαν ἔχει· ἐπειδὴ γὰρ τῇ μὲν μιᾷ τύπτει καὶ τῷ ἑνὶ ὁρᾷ, πρὸς τὰς τοιαύτας ἐνεργείας, οἷον τὸ ὁρᾶν καὶ τύπτειν, καὶ ἕνα ὀφθαλμὸν ἔχει καὶ μίαν χεῖρα· οἷς γὰρ χρῆται ἐνεργῶν, ταῦτα καὶ ἔχει πρὸς τὴν ἐνέργειαν ἣν νῦν ἐνεργεῖ. τὸ δὲ καὶ ἄλλο ὁτιοῦν ὁ πλείω ἔχων εἶπε διὰ τὸν τὰς πλείους μιᾶς ψήφους ἔχοντα. ἀλλὰ καὶ ψῆφον, φασίν, ἐκ τῆς λήψεως μίαν ἔχει· ἕνα γὰρ λαβὼν ἐκ τοῦδε καὶ ἕνα ἔχει παρὰ τοῦδε. ἐν δὲ τῇ λέξει τῇ οἱ δὲ καὶ ὡς ὃ ἔχει ἔλαβε τὸ λεγόμενόν ἐστιν, ὅτι λαβὼν ἕνα καὶ ἕνα ἐκ τοῦ λαβεῖν ἔχει. τὸ δὲ ἐδίδου μίαν μόνον οὗτος ψῆφον κατασκευαστικόν ἐστι τοῦ ‘ὅδε δὲ λαβὼν μίαν μόνην ψῆφον παρὰ τοῦδε οὐκ ἔχει μίαν’· εἰ γάρ, φασί, μίαν μόνην ὅδε ἐδίδου, καὶ μίαν ὁ λαβὼν ἐλάμβανεν. τὸ δὲ διὰ τοῦ οἱ δ’ εὐθὺς τὴν ἐρώτησιν ἀναιροῦντες τοιοῦτόν ἐστι· τῶν λυόντων τὰ προρρηθέντα σοφίσματα οἱ μὲν πρὸς τὸ συμπέρασμα ἐνίστανται οἱ δὲ πρὸς τὴν πρότασιν. οἷον ἐρῶτῶσιν οἱ σοφισταί· ἆρ’ εἰκὸς τύπτειν τινὰ ᾗ μὴ ἔχει χειρί; οὔ· ὁδὲ δὲ [*](1 τοιοῦτοι a 2 post ἔχει add. τίς A 3 ἔχοι I 4 τινὲς Α: τινας al οὓς (post σοφ.) A 6 ψηφίσματα πλείω I: inv. ord. a 7 οὔ I: om. a 8 μόνην a τύπτοι utrobique a 12 ἕνα μόνον I: inv. ord. a οὐ a: οὖν I 13 δὲ ἕτερον Α 14 οὔ ex Α addidi 16 an δή? cf. p. 156,3 18 λέγοντες I: om. a καὶ (post ὅτι) I: om. a 19 γοῦν τῆ μιᾷ τύπτει χειρὶ A post ἑνὶ add. ὀφθαλμῷ a: post ὁρᾷ A 20 ἤγουν τὸ τύπτειν καὶ τὸ ὁρᾶν A ἔχει A: ἔχειν al 21 χρᾶται τίς ἐνεργῶν Α 22 post ἔχων add. ἤγουν πλείους ψήφους ἔχων A 23 πλείους Α: πλείω al 26 τὸ ἐδίδου γὰρ μόνην Α 27 μίαν post μόνην superscr. Α 29 τὸ scripsi: ὃ I: ὁ a)

154
μὴ ἔχων μίαν χεῖρα ἀλλὰ δύο ἔτυψε τῇ μιᾷ· ἔτυψε λοιπὸν ᾗ οὐκ ἔχει χειρί· οὐδὲ γὰρ εἶχεν ἐκείνην μόνην. οἱ μὲν οὖν εὐθὺς ἐνίστανται πρὸς τὸ συμπέρασμα μίαν αὐτὸν λέγοντες ἔχειν τὴν ἐνεργοῦσαν. ἄλλοι δὲ ἐνίστανται πρὸς τὴν πρότασιν καὶ ἀληθῆ ταύτην εἶναί φασιν. ἔστω γοῦν, φησίν, ἐπειδὴ ψεῦδος τὸ μὴ τύπτειν, ἀληθὲς τὸ τύπτειν μεθ’ ἧς οὐκ ἔχει χειρός, ὃ βούλονται οἱ σοφισταὶ συνάγειν ὡς ἄτοπον καὶ ἀδύνατον. εἰ γοῦν ἀληθές, οὐδὲ λύσιμον ἔσται· ἀλλὰ μὴν λύσει ὑποπίπτει· ἐροῦμεν γὰρ πρὸς τὸν σοφιστὴν ὅτι ὁ ἀποκρινόμενος δέδωκε τύπτειν μεθ’ ἧς οὐκ ἔχει χειρός, οὐχὶ τῆς μὴ οὔσης ὅλως ἀλλὰ τῆς λαιᾶς· τύπτειν γὰρ ἔφησε μετὰ τῆς δεξιᾶς, ἣν οὐκ ἔχει λαιάν, ἢ τῆς τοῦ Σωκράτους χειρός. τὸ δὲ εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν ἴσον ἐστὶ τῷ ἱεῖ γὰρ αἱ ἀληθεῖς καὶ τοῦ πράγματος αὗται ἦσαν λύσεις, εἴ τις δοίη τὸ ἀντικείμενον, οὐκ ἂν λυθεῖεν τὰ σοφίσματα’· τὰ γὰρ ἀντικείμενα τοῖς κειμένοις ἀληθῆ ἔσται, ὥστε καὶ τὰ διὰ τῶν κειμένων συναγόμενα. πῶς δὲ ἡ αὐτὴ λύσις ἔσται τῶν ἀντικειμένων; εἰ γὰρ τις ‘ἆρα ᾗ μὴ ἔχει τις χειρὶ τύπτοι ἄν;’, ὁ δὲ ἀποκρινόμενος εἴποι ναί, εἶτα ἐπάξει ὁ ἐρωτῶν ‘ἀλλὰ μὴν ὁ Ἀλκιβιάδης οὐκ ἔχει τὴν τοῦ Σωκράτους χεῖρα καὶ τύπτει· ὁ Ἀλκιβιάδης ἄρα τύπτει τῇ τοῦ Σωκράτους χειρὶ ἣν οὐκ ἔχει’, τοῦτο πῶς ἂν λυθείη διὰ τῆς παρ’ ἐκείνων λύσεως; εἰ οὖν αὕτη, φησίν, ἡ λύσις τοῦ πράγματος ἦν καὶ οὐ πρὸς τὸν ἄνθρωπον, δόντα τὸ ἀντικείμενον | οὐχ οἷόν τε ἦν λύειν· τὸ γὰρ ἀντικείμενον [*](f.49r) τῷ δοθέντι, εἰ παρὰ τοῦτο ἦν τὸ ψεῦδος, ἀληθὲς ἐξ ἀνάγκης ἔσται· τὸ γὰρ ἀντικείμενον τῷ ψεύδει παρ’ ὃ τὸ ψεῦδος ἀληθές ἐστιν· ἀλλὰ μὴν καὶ τοῦ ἀντικειμένου δοθέντος λύσις γίνεται· οὐκ ἄρα παρὰ τοῦτο τὸ ψεῦδος ἢ μᾶλλον ὁ ἔλεγχος γίνεται. ὅτι δὲ καὶ τοῦ ἀντικειμένου δοθέντος τοῦ δύνασθαι τύπτειν ᾗ μὴ ἔχει χειρί, λύσις γίνεται, φανερόν· φήσαντες γὰρ ὅτι παρὰ τὸ μὴ τὰ αὐτὰ ὡσαύτως λέγεσθαι λύσομεν· δόντος γὰρ ἐκείνου τύπτειν μὴ ᾗ οὐκ ἔχει χειρί, ἀλλὰ [ᾗ] ὡς οὐκ ἔχει, σὺ τοῦ ‘ᾗ μὴ ἔχει’ συνάγεις. ἀλλὰ κἀν εἴποιμεν ὅτι τῆ δεξιᾷ τύπτει, ἣν οὐκ ἔχει λαιάν, καὶ οὕτω λύσομεν· ἡ γὰρ δεξιὰ χεὶρ οὐκ ἔστι λαιά. ὥστε ὁ δοὺς τύπτειν ᾗ μὴ ἔχει χειρὶ οὐ τῇ ἀλλοτρίᾳ τύπτειν, ἣν ὅλως οὐκ ἔχει, δέδωκεν, ἀλλὰ ἐκείνῃ τύπτειν ἔφησεν ἣν ὡδὶ μὲν ἔχει, ὡδὶ δὲ οὐκ ἔχει· ὅλως μὲν γὰρ ἔχει· τὸ γὰρ μέρος αὑτοῦ ἔχει· ὡδὶ δὲ οὐκ ἔχει· λαιὰν γὰρ τὴν δεξιὰν οὐκ ἔχει. λύσομεν οὖν οὕτω τὸ σόφισμα. λυθήσεται γὰρ καὶ ἄλλως· τύπτοι γὰρ ἄν τίς τινα καὶ τῆ μὴ ἑαυτοῦ χειρί, ὥσπερ εἴ τις τὴν τοῦ πατρὸς χεῖρα κρατῶν τύπτει τὸν πατέρα αὑτοῦ μετ’ αὐτῆς τῆς πατρικῆς χειρός. πλείους οὖν αἱ κακίαι τοῦ λόγου. πλὴν οὐχὶ ἡ τῆς τυχούσης κακίας ἐμφάνισις καὶ τοῦ πράγματός ἐστι λύσις, ἀλλ’ ἡ παρ’ ἣν [*](2 et 4 ἐνίστανται AI: ἐνίσταντο a 4 οὖν Α 7 ἔστω a 11 δόντα a: compend. I: ἦν alt. I: om. a Arist. 12 τῷ om. Α 20 ἡ λύσις φησὶ Α 21 δόντος a 27 δόντος Α: δόντες al 28 ᾖ alt. delevi 29 εἴποιμεν A: εἴποιμι al 32 ἔχει prius scripsi: ἔχειν aAI μὲ (sic) I ἔχειν (ante ὡδὶ), ut videtur, I pr. 33 αὐτοῦ libri 35 καὶ alt. Α: οὐ al 36 αὐτοῦ libri 37 ἡ A cf. p. 162,23: om. al 38 ἡ παρ’ ἣν] spatium sex fere litt. Α)
155
τὸ ψεδδος, ὡς ἐπὶ τοῦδε· ὁ Σωκράτης κάθηται, ὁ καθήμενος γράφει, ὁ Σωκράτης γράφει· τοῦτο δὲ ψεῦδος. ἐνταῦθα οὐ διὰ τὸ τὸν Σωκράτην καθῆσθαι τὸ ψεῦδος, κἄν εἰ τύχῃ ψεῦδος ὂν τὸ τὸν Σωκράτην καθῆσθαι, ἀλλὰ διὰ τὸ τὸν καθήμενον γράφειν. ἀλλὰ τοῦτο μὲν τοιοῦτον. τὰ δὲ εἰρημένα σοφίσματα παρὰ μόνα τὰ ἐσχάτως ῥηθέντα ἔχει τὴν μοχθηρίαν· τὰ δὲ ἐσχάτως ῥηθέντα ἦσαν τὸ ‘ὅδε δὲ οὐκ ἔχει μίαν μόνην χεῖρα, τύπτει δὲ τῇ μιᾷ’ καὶ τὸ ‘ὅδε μὲν οὐκ ἔχει ἕνα μόνον ἀστράγαλον, δέδωκε δὲ ἕνα μόνον’ καὶ τὸ ‘ὅδε μὲν ἔχων δέκα ἀστραγάλους καὶ ἀποβαλὼν τὸν ἕνα οὐκ ἔχει δέκα’ καὶ τὰ λοιπά. ὁ οὖν ταῦτα ἐμφανίσας λύει, ἀλλ’ οὐχὶ ὁ λέγων ὅτι τὸ δύνασθαι πολλαχῶς καὶ ὅτι ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν καὶ τὰ τούτοις ὅμοια.

[*](p. 178b 18)

Εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν.

Εἴπερ ἦν, φησίν, αὕτη λύσις τοῦ ‘ὅπερ οὐκ ἔλαβέ τις ἔχει’ (ἔχει γὰρ ψήφους πολλὰς μίαν παρά τινος εἰληφώς), εἰ οὖν λύσις ἦν τούτου τὸ μίαν ἔχειν, ἐπεὶ καὶ μίαν ἔλαβε παρ’ ἐκείνου, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν. εἰ γὰρ τῆς καταφάσεως δοθείσης τῆς ‘ὃ ἔλαβεν ἔχει’ τὸ συναγόμενον δι’ αὐτῆς ψεῦδός ἐστι καὶ λύσιμον, τὸ διὰ τῆς ἀποφάσεως τεθείσης τῆς ‘ὃ οὐκ ἔλαβεν ἔχει’ συμβαῖνον ἀληθὲς ἔσται δηλονότι καὶ ἄλυτον· ἀλλὰ μὴν καὶ ταύτης τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δυναμένης τῆς λύσεως ταύτης καὶ ἐπὶ τοῦ συμβαίνοντος διὰ τῆς παρούσης ἀντιφάσεως λέγεσθαι· ἀδύνατον δὲ τὴν αὐτὴν καὶ μίαν λύσιν ἐπ’ ἀμφοτέρων ἀληθεύειν. ὅτι δὲ καὶ τῆς ἀντιφάσεως τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δῆλον ὧδε· πότερον ὃ ἔλαβέ τις, τοῦτο ἔχει; οὔ· εἶτα ῥητέον· ἀλλὰ μὴν οὗτος ἔλαβε παρ’ αὐτοῦ μίαν ψῆφον καὶ ἔχει αὐτήν· ὃ ἄρα ἔλαβεν ἔχει, καὶ οὐχ ὃ οὐκ ἔλαβεν· ἀλλὰ μὴν ἔχει καὶ ἄλλας, ἃς οὐκ ἔλαβε παρ’ αὐτοῦ, ἐφ’ ὧν ἀληθεύσει τὸ ἔχει ἃ οὐκ ἔλαβεν. οὐκ ἄρα ἐστὶν ἡ εἰρημένη λύσις τοῦ πράγματος ἀλλὰ πρὸς τὸν λέγοντα. λύσις δέ ἐστιν ἥν φησιν ὁ Ἀριστοτέλης ἡ λέγουσα τὸ ὅτι οὐ ταὐτόν ἐστι τὸ ‘ὃ <οὐκ> ἔλαβε’ ‘ὡς οὐκ ἔλαβε’· τούτου γὰρ ληφθέντος γέγονεν ὁ παραλογισμός· δόντος γὰρ τοῦ ἀποκρινομένου τὸ ‘ὃ ἔλαβεν ἔχει’ οὐ συνήγαγε τὸ ‘ὃ οὐκ ἔλαβεν ὅπερ ἐστὶν ἀντίφασις τοῦ ‘ὃ ἔλαβεν ἔχει’, ἀλλὰ τὸ ‘ὡς οὐκ ἔλαβεν ἔχει’, ὅπερ πάλιν ἐστὶν ἀντίφασις τοῦ ‘ὡς ἔλαβεν ἔχει’. ὥστε ἐπεὶ τοῦ μὲν ‘ὃ ἔλαβεν ἀπόφασίς ἐστι τὸ ‘ὃ οὐκ ἔλαβε’, τοῦ δὲ ὡς ἔλαβε τὸ ‘ὠς οὐκ [*](1 τὸ I: om. a A 3 τύχη I: τύχοι Α: τύχει a τὸν a: om. ΑI 6 AI: εἰρημένα a 8 immo ὅδε δὲ 10 ὅτι alt. ex Arist. sciipsi: ἔτι aAl 12 εἰ γὰρ ἦν] spatium octo fere litt. Α γὰρ a Arist.: δ’ I δόντα a Arist.: δόντος I: spatium sex fere litt. Α 15 ἦν ex οὖν, ut vidotur. corr. Α1 16 δόντα Α: δόντος al 18 αὐτῆς a: αὐτὴν A: compend. I 20. 21 —24 δυναμένης—ἐστι Α: om. al 29 οὐκ addidi 32.33 ἀλλὰ—ἔχει om. Α 33 ἐπεὶ Α: ἐπὶ al)

156
ἔλαβε᾿, λαβὼν δὲ τὸ ‘ὃ ἔλαβεν ἔχει’ συνήγαγε τὸ ‘ὡς οὐκ ἔλαβε’, ἀπόφασιν του ‘ὡς ἔλαβε’, τὸ ‘ὃ ἔλαβε’ καὶ τὸ ‘ὡς ἔλαβεν’ ὡς ταὐτὸν εἰληφὼς καὶ συναγαγὼν τὸν παραλογισμόν· εἰ δὲ ἐκ τοῦ λαβεῖν τὸ ‘ὃ ἔλαβεν ἔχει’ ὡς ταὐτὸν τῷ ‘ὡς ἔλαβε’ γέγονεν ὁ παραλογισμός, δῆλον ἡ λύσις αὐτοῦ ἐστι τὸ μὴ τὰ ὡσαύτως ἢ λεγόμενα ἢ ὄντα ὡσαύ|τως [*](f. 49v) λαβεῖν. ἢ λέγοι ἂν διὰ τοῦ εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν ‘εἰ γὰρ ἦν ὅπερ ὑμεῖς λέγετε καὶ οὐχ ὅπερ ἐγώ ἐγὼ γάρ φημι μὴ ταὐτὸν εἶναι τὸ <ὃ> ἔλαβε’ τῷ ‘ὡς εἰ οὖν ψεῦδός ἐστιν ὅπερ ἐγώ φημι καὶ οὐ παρὰ τοῦτο γέγονεν ὁ παραλογισμός, δόντος τὸ ἀντικείμενον, ὅπερ ἐστὶ τὸ ταὐτὸν εἶναι τὸ γὰρ λέγειν ὅτι ταὐτόν ἐστι τὸ <ὃ> ἔλαβεν’ τῷ ‘ὡς ἔλαβεν’ ἀντίκειται τῷ μὴ εἶναι), δόντος οὖν τὸ ἀντικείμενον ἀληθὲς ἂν ἦν τὸ συμβαῖνον· νῦν δὲ δοθέντος τοῦ ταὐτὸν εἶναι τὸ <ὃ> ἔλαβε’ τῷ ‘ὡς ἔλαβε’ μᾶλλον τὸ ἐστι ψεῦδος’. ἀλλὰ ῥητέον ἔτι περὶ τοῦ αὐτοῦ διὰ τὸ ἀσαφῶς εἰ παρὰ ταῦτα ἦν τὸ σόφισμα, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν. εἰ γὰρ παρὰ ταῦτα ἦν, ψευδῆ ἂν ἦσαν· δι’ ἃ γὰρ τὸ ψεῦδος, ἐκεῖνα ψευδῆ· ὥστε τὰ ἀντικείμενα αὐτοῖς ἀληθῆ εἶναι ἀναγκαῖον· τὰ γὰρ ἀντικείμενα τοῖς ψευδέσι πάντως ἀληθῆ· ἀλλὰ μὴν τὸ ἐξ ἀληθῶν ἀληθὲς καὶ ἄλυτον· νῦν δὲ τὸ ἐκ τῶν ἀντικειμένων ψεῦδος καὶ λύσιμον· οὐκ ἄρα παρὰ ταῦτα τὸ ψεῦδος, οὐδὲ ταῦτά ἐστιν αἴτια τοῦ σοφίσματος. οὐχ οἷόν τε ἦν, φησί, λύειν, εἰ παρὰ ταῦτα ἦν τὸ ψεῦδος, καθάπερ καὶ ἐπὶ τῶν ἄλλων. καὶ τίνα τὰ ἄλλα, ἐπήγαγε λέγων οἷον εἰ ἔστι μὲν ὅ, ἔστι δὲ ὃ οὔ. φέρεται δὲ καὶ ἄλλη γραφὴ ἔχουσα οὕτως· οἷον εἰ ἔστι μέν, ἔστι δὲ οὔ. δι’ ἀμφοτέρων δὲ τὸ αὐτὸ δηλοῦται. εἴη δὲ ἂν τὸ λεγόμενον δυνάμει τοιοῦτον· ὥσπερ καὶ ἐπὶ τῶν ἄλλων, ἐφ’ ὧν τὸ ἀντικείμενόν ἐστιν ἀληθές, ἀφαιρεθέντων τῶν ψευδῶν καὶ τεθέντων τῶν ἀληθῶν τὸ συμβαῖνον ἀληθές ἐστι καὶ ἄλυτον, οὕτως καὶ ἐπὶ τῶν προκειμένων, εἰ παρὰ τὰ τεθέντα <τὰ> σοφίσματα ἐγίνετο διὰ τὸ ψευδῆ τεθέντων τῶν ἀντικειμένων καὶ ἀληθῶν καὶ ἀληθῆ ἂν εἴησαν τὰ συμβαίνοντα καὶ ἄλυτα· νῦν δὲ καὶ ψευδῆ καὶ εὔλυτα· οὐκ ἄρα παρὰ τὰ πρώτως τεθέντα, ἃ καὶ λύειν οὗτοι πειρῶνται, ἀλλὰ παρὰ τὰ ἐσχάτως ἐπενηνεγμένα. ἔστι δὴ οὖν τὸ οἷον εἰ ἔστι μὲν ὅ, ἔστι δ’ ὃ οὔ ἴσον τῷ ‘οἶον εἰ τὸ μέν ἐστιν ἀληθές, τὸ δὲ ψεῦδος, τεθέντος τοῦ ἀληθοῦς, ὅπερ ‘ὃ’ εἶπεν, ἄλυτον ἂν ἦν’. ταῦτα εἰπὼν ἐπάγει ἡ λύσις, ἂν ἁπλῶς δῷ λέγεσθαι, συμπεραίνεται, δυνάμει λέγων ‘ἡ μὲν ὑπ’ ἐκείνων λεγομένη λύσις μοχθηρὰ καὶ ἀδόκιμος, ἡ δὲ ἀληθὴς ὅτι, εἰ μὲν ἀπλῶς δῷ [*](3 immo δὴ cf. p. 153,16 5 αὐτοῦ AI: αὕτη a ἡ ὄντα ὡσαύτως] spatium duodecim fere litt. Α 6 δόντα aA: δόντος I 7 ὑμεῖς Α: ἡμεῖς al 8 post ὅπερ ἐγώ add. φημι Α ὃ addidi, itemque vs. 11 et 13 10 δόντα Α 11 ἀντίκειται Α: ἀντίκεινται al 12 δόντα Α 14 τοῦ om. Α 15 δόντα Α: δόντος al 17 post εἶναι delevit ἀληθῆ Α1 19 καὶ prius om. Α post δὲ add. καὶ Α 20 ταῦτα prius AI: τοῦτο a 21 φησὶ λύειν AI: inv. ord. a 22 τ’ ἄλλα a 24 εἴ I 28 τὰ alt. addidi 29 immo ἦσαν 30 εὔλυτα scripsi: ἄλυτα al; εὐδιάλυτα Α 31 οὗτοι om. Α 32 δὴ AI: δὲ a post μὲν ὅ add. ἐστιν a)
157
λέγεσθαι, τουτέστιν εἰ μὲν τὰ μὴ ὡσαύτως λεγόμενα ὡσαύτως δῷ λέγεσθαι, συμπεραίνεται, οὐκ ἄν εἴη λύσις. καὶ δεῖ προσυπακούειν τὸ ‘ἣν ἐκεῖνοι μοχθηρῶς λύοντες ἐπάγουσιν, ἀλλὰ λύσις ἔσται ἣν αὐτὸς εἶπον’. τὸ δὲ ἐν δὲ τοῖς εἰρημένοις πάντων διδομένων ἴσον ἐστὶ τῷ ‘ἐν δὲ τοῖς εἰρημένοις ἐλέγχοις καὶ σοφίσμασι πάντων συγχωρουμένων αὐτοῖς, τοῦ τύπτειν ᾗ μὴ ἔχει χειρί, τοῦ ὁρᾶν ᾧ μὴ ἔχει ὀφθαλμῷ, οὐ συμπεραίνονται οὐδ’ ἔλεγχον οὗτοι συλλογίζονται, ὥστε οὐδὲ οὗτοι καλῶς λύουσιν’.

[*](p. 178b 24)

Ἔτι δὲ καὶ οἵδ’ εἰσὶ τούτων τῶν λόγων. ἆρ’ ὃ γέγραπται, γέγραφε τις;

Τοιοῦτόν ἐστι τὸ σόφισμα· ἆρα ὅπερ ἐγράφη, τοῦτό τις ἔγραψε; ναί· γέγραπται δὲ ὁ λόγος ὅτι νῦν σὺ κάθησαι, ὅστις ἐστὶ καὶ ψευδὴς διὰ τὸ κινεῖσθαί σε ἢ καὶ ἵστασθαι· ἦν δὲ καὶ ἀληθὴς οὗτος ὁ λόγος, ὅτε ἐγράφη· ὁ αὐτὸς ἄρα λόγος ἐστὶ καὶ ἄλη θὴς καὶ ψευδής. πρὸς τοῦτο γοῦν τὸ σόφισμα ἐπῆκται παρὰ τοῦ Ἀριστοτέλους λύσις τοιαύτη, ὅτι σὺ μέν, ὦ σοφιστά, τὴν ἐρώτησιν ἐπὶ ποσοῦ ποιησάμενος συνάγεις ἐπὶ ποιοῦ· ἐρωτήσας γὰρ ‘ἆρα ὃ γέγραπται, τοῦτό τις ἔγραψε;’ καὶ ἐμοῦ συγκατανεύσαντος τῇ ἐρωτήσει σου καὶ ὡς ἐπὶ λόγου τὴν κατάνευσιν ποιησαμένου, ὅς ἐστι τοῦ ποσοῦ, συνάγεις ἐπὶ τοῦ ποιοῦ (δυνάμει λέγων ὁ Ἀριστοτέλης διὰ τοῦ τὸ γὰρ ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν εἶναι οὐ τόδε σημαίνει ἀλλὰ τοιόνδε)· ὅταν γὰρ τὴν ἐρώτησιν προὔτεινας τὴν ‘ἆρα ὃ γέγραπται, γέγραφέ τις;’, ἐπὶ ποσοῦ μόνου ταύτην ἠρώτησας· ἐπὶ | γὰρ λόγου ἠρώτησας ἢ συλλαβῆς ἢ λέξεως, ἅτινα ὑπὸ τὸ ποσὸν ἀνάγονται, [*](f. 50r) ὡς μεμαθήκαμεν· ὅταν δὲ συνῆξας τὸ συναχθέν, ἐπὶ ποιοῦ συνῆξας· τὸ γὰρ ψευδὲς καὶ ἀληθὲς τοῦ ποιοῦ εἰσι. τὸ δ’ ἀρ’ ὃ μανθάνει ὁ μανθάνων τοιοῦτόν ἐστι σόφισμα καὶ οὕτως προήγετο κατὰ τὴν ἐρώτησιν· ἆρ’ ὃ μανθάνει τις, τοῦτό ἐστιν ὃ μανθάνει; ναί· μανθάνει δέ τις τὸ βραδὺ ταχύ· ἔσται ἄρα τὸ βραδὺ ταχύ. πρὸς ὅπερ ἀπαντᾷ ὁ Ἀριστοτέλης λέγων ὅτι ἐρωτήσαντες οἱ σοφισταὶ ἐπὶ τοῦ πῶς συνάγουσιν ἐπὶ τοῦ οἷον, ἤγουν τὴν ἐρώτησιν ποιήσαντες ἐπὶ ποσοῦ συνάγουσιν ἐπὶ τοῦ ποιοῦ· τὸ γὰρ ἐρωτηθῆναι ἀρ’ ὃ μανθάνει καὶ τὰ λοιπὰ ἐπὶ τοῦ τρόπου ποιήσαντες (δηλοῦσι γὰρ τὸ ‘ὡς μανθάνει, οὕτως μανθάνει, ταχέως ἢ ἄλλως πως’ καὶ οὐ τὸ πρᾶγμα) συνάγουσιν ἐπὶ ποιοῦ τὴν ἐρώτησιν.

[*](3 τὸ om. Α 4 εἶπον AI: εἷπε a δέ A: om. al 5 δὲ prius al Arist.: om. Α προειρημένοις Α Arist. 10 γέγραφέ (D c u) scripsi cf. vs. 22: γέγραφαί (sic) I: δήγραφέ (sic) a: ἔγραφέ Arist. 13 ὅτε ex Α scripsi: ὅτι al 17 post γὰρ add. τίς a 17. 18 συγκατανεύσαντος Al: συγκατανεύοντος a 18 σου om. A ἐπὶ ποσοῦ Α 19 τοῦ ποσοῦ] spatium decem fere litt. A 21 προὔτεινας Al: προὔτεινε a 22 post ἐπὶ prius add. τοῦ A 24 μεμαθήχαμεν] Categ. c. 6 p. 4b33 ὅτε A 26 post ἐστι add. τὸ a 29 πῶς ex ποσου, ut videtur, corr. I 31 τοῦ prius om. Α)
158
[*](p. 178b 33)

Οὐδ’ ὅταν τὴν κύλικα πίνῃ, ὃ πίνει ἀλλ’ ἐξ οὗ. ἔτι ἀρ’ ὅ τις οἶδεν.

Τὸ σόφισμα τοιοῦτον· ἆρ’ ὃ πίνει τις, τοῦτο πίνει; ἢ οὕτως· ἆρ’ ὃ πέπωκέ τις, ἐκεῖνο πέπωκε; ναί· πέπωκε δὲ κύλικα· πέπωκεν ἄρα τὴν κύλικα. ἡ λύσις ὅτι οὐ τὴν κύλικα πέπωκεν, ἀλλ’ ὃ πέπωκεν ἢ ὃ πίνει, ἐκ τῆς κύλικός ἐστι. τοιοῦτον δὲ καὶ τὸ ἆρ’ ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶδε; ναί· ὅδε δὲ τὸ μὲν ἔμαθε τὸ δὲ εὗρεν· ἀμφότερα δὲ οὔτε ἔμαθεν οὔτε εὗρεν· οὐκ ἄρα οἶδεν. εἰ γὰρ οἶδεν ἢ ὃ ἔμαθεν ἢ ὃ εὗρε, τὰ δὲ δύο οὐκ ἔμαθε (τὸ ἓν γὰρ ἔμαθεν, οὐχὶ τὰ δύο), ἀλλ’ οὐδὲ τὰ δύο εὗρε (τὸ γὰρ ἓν εὗρεν), εἰ οὖν μήτε εὗρε μήτε ἔμαθε τὰ δύο, οὐδὲ οἶδεν· ἀλλὰ καὶ οἶδε. τὴν δὲ λύσιν τοῦ σοφίσματος ἐνέφηνε διὰ τοῦ ἢ ὃ μὲν ἅπαν, τὸ δ᾿ ούχ ἅπαν. ἔστι δὲ ὃ λέγει ὅτι τὸ μὲν πᾶν, ἤτοι οἷον καὶ ποιόν, τὸ δ’ οὐ ποιὸν ἀλλὰ ποσόν· τὰ γὰρ ὧν τὸ μὲν τό, τὸ δὲ τό, ποσά. ἐρωτήσας οὖν ἐπὶ τοῦ ὃ συνάγει ὅσα. ἔτι ἔστι καὶ ἄλλως εἰπεῖν τὸ ἢ ὃ μὲν ἅπαν, τὸ δ’ οὐχ ἅπαν, τουτέστιν ὅτι δυνατόν ἐστιν ἐπὶ μέν τινος μαθήματος ἅπαν εἰπεῖν, οἷον ὅτι καὶ εὗρον ἐγὼ καὶ ἔμαθον παρ’ ἄλλου, ἐπὶ δέ τινων οὐχ ἅπαν ἀλλ’ ἢ τὸ εὑρεῖν μόνον ἢ τὸ μαθεῖν παρ’ ἄλλου.

[*](p. 178b 36)

Καὶ ὅτι ἔστι τις τρίτος ἄνθρωπος παρ’ αὐτόν.

Ὁ λεγόμενος ὑπὸ τῶν σοφιστῶν λόγος καὶ τὸν τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτος· οἷον λέγοντες, φασίν, ‘ἄνθρωπος περιπατεῖ’ οὔτε τὴν ἰδέαν ἄνθρωπον περιπατεῖν λέγομεν (ἀκίνητος γὰρ ἐκείνη) οὔτε τῶν καθ’ ἕκαστά τινα· πῶς γὰρ ὃν μὴ γνωρίζομεν; τὸ μὲν γὰρ ἄνθρωπον περιπατεῖν γνωρίζομεν, τίς δὲ τῶν καθ’ ἕκαστά ἐστιν ἐφ’ ᾧ λέγομεν, οὐ γνωρίζομεν· ἄλλον ἄρα τινὰ παρὰ τούτους τρίτον ἄνθρωπον λέγομεν περιπατεῖν· τρίτος ἄρα ἄνθρωπος ἔσται, οὗ τὸ περιπατεῖν κατηγοροῦμεν. ἡ λύσις ὁ ἄνθρωπος καὶ πᾶν τὸ κοινὸν οὐ τόδε σημαίνει ἀλλὰ τοιόνδε· ὁμοίωμα γάρ ἐστι τῶν καθ’ ἕκαστα. πῶς οὖν αὐτὸ δῆτα τὸ ἐν τοῖς καθ’ ἕκαστα θεωρούμενον καὶ ἐν τούτοις ἔχον τὴν ὕπαρξιν οὐσία τις ἔσται καὶ ἕτερον παρὰ ταῦτα; οὐκ ἄρα τρίτος ἄνθρωπος ἔστι. τὸ δὲ ὁμοίως καὶ ἐπὶ τοῦ Κορίσκος καὶ Κορίσκος μουσικός πρὸς κατασκευὴν τοῦ μὴ εἶναι τρίτον ἄνθρωπον εἴληπται καὶ οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ‘ὥσπερ γὰρ ὁ μουσικὸς Κορίσκος ἕτερος ὢν τοῦ Κορίσκου οὐκ ἔστι καθ’ αὑτὸν οὐδὲ ὕπαρξιν ἔχει ἰδίαν τοῦτο γὰρ σημαίνει τὸ ὥστε οὐκ ἔστιν αὐτὸ ἐκθέσθαι), διότι οὐκ ἔστι τόδε τι καὶ οὐσία ἀλλὰ τοιόνδε καὶ [*](1 ὃ πίνη a ἔτι scripsi: ἔστιν aI: καὶ v Arist. 8 εἰ γὰρ οἶδεν om. Α 10 γοῦν Α οὐδὲ Α: οὐδὲν al 12 ἤτοι AI: ἤγουν a 13 τὰ scripsi: τὸ aAI τὸ μὲν τὸ, τόδε Κ: τὸ μὲν, τὸ δ’ οὐ aAI 14 ἔτι om. Α 23 καθ’ ἕκαστόν a 26 περιπατεῖ a 28 αὐτὸ δῆτα I: δῆτα αὐτὸ τοῦτο a τοῖς I: τῷ a 30 post ὁμοίως add. δὲ a Arist.: om. AI 33. 34 ὀ—ὕπαρξιν om. Α 5 post τοιόνδε add. τι Α)

159
ποιόν, οὕτως οὐδὲ ὁ ἄνθρωπος περιπατῶν, κἄν ἕτερός ἐστι Σωκράτους, Πλάτωνος καὶ τῶν κατὰ μέρος, ὡς ὁ μουσικὸς Κορίσκος τοῦ Κορίσκου, καθ’ αὑτὸν ἔσται’. ἵνα δὲ μή τις ἴσως ὑπολάβῃ ὅτι ἡ τοῦ τρίτου ἀνθρώπου παρεισάγεται ὕπαρξις ἐκ τοῦ λέγοντας ἄνθρωπον περιπατεῖν ἀποδεικνύναι ἕτερον αὐτὸν εἶναι τῶν μερικῶν, Σωκράτους, Πλάτωνος καὶ τῶν ἄλλων τῶν καθ’ ἕκαστα, φησὶν οὐ τὸ ἐκτίθεσθαι δὲ ποι εῖ τὸν τρίτον ἄνθρωπον, δυνάμει τοῦτο διὰ τούτων λέγων ‘οὐ τὸ ἀπαριθμεῖσθαι τοὺς καθ’ ἕκαστα ἀνθρώπους καὶ ἕτερον ἐκείνων λέγειν τὸν τρίτον ἄνθρωπον ποιεῖ, ἀλλὰ τὸ διδόναι καὶ συγχωρεῖν εἶναι ὅπερ τόδε τι, τουτέστιν ἀλλὰ τὸ οὐσίαν καὶ | τόδε τι λέγειν αὐτόν’. τῷ δὲ τόδε τι ἔθος [*](f. 50v) αὐτῷ ἐπὶ τῆς ἀτόμου χρῆσθαι οὐσίας. κατασκευάζει δὲ καὶ αὐτὸ τοῦτο, τὸ μὴ εἶναι τὸ κατηγορούμενον καὶ κοινὸν οὐσίαν, δι’ οὗ ἐπιφέρει, τοῦ οὑ γὰρ ἔσται τόδε τι εἶναι, ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπός ἐστι, δηλονότι οὐ γάρ, εἰ ἔστιν ὁ Καλλίας τόδε τι, καὶ ὁ ἄνθρωπος τόδε τι ἔσται. τὸ δὲ οὐδ’ εἴ τις τὸ ἐχτιθέμενον <μὴ> ὅπερ τόδε τι λέγει ταὐτόν ἐστι τῷ ‘εἰ γὰρ καὶ μή ἐστι τὸ ἐκτιθέμενον καὶ κοινὸν τόδε τι καὶ οὐσία ἀλλὰ ποιόν, ἀλλ’ οὖν ἕτερόν ἐστι τῶν καθ’ ἕκαστα, ἐν αὐτοῖς δὲ ὅμως ὂν καὶ οὐ καθ’ αὑτό’. ὥστε, φησίν, οὐ δοτέον ἕτερόν τινα τρίτον εἶναι ἄνθρωπον· τὸ γὰρ κοινῶς κατηγορούμενον ἐπὶ πᾶσιν οὐκ ἔστιν οὐσία ἀλλὰ ποιόν τι.