In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Εἰ γὰρ ἦν αὕτη λύσις, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν.
Εἴπερ ἦν, φησίν, αὕτη λύσις τοῦ ‘ὅπερ οὐκ ἔλαβέ τις ἔχει’ (ἔχει γὰρ ψήφους πολλὰς μίαν παρά τινος εἰληφώς), εἰ οὖν λύσις ἦν τούτου τὸ μίαν ἔχειν, ἐπεὶ καὶ μίαν ἔλαβε παρ’ ἐκείνου, δόντα τὸ ἀντικείμενον οὐχ οἷόν τε ἦν λύειν. εἰ γὰρ τῆς καταφάσεως δοθείσης τῆς ‘ὃ ἔλαβεν ἔχει’ τὸ συναγόμενον δι’ αὐτῆς ψεῦδός ἐστι καὶ λύσιμον, τὸ διὰ τῆς ἀποφάσεως τεθείσης τῆς ‘ὃ οὐκ ἔλαβεν ἔχει’ συμβαῖνον ἀληθὲς ἔσται δηλονότι καὶ ἄλυτον· ἀλλὰ μὴν καὶ ταύτης τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δυναμένης τῆς λύσεως ταύτης καὶ ἐπὶ τοῦ συμβαίνοντος διὰ τῆς παρούσης ἀντιφάσεως λέγεσθαι· ἀδύνατον δὲ τὴν αὐτὴν καὶ μίαν λύσιν ἐπ’ ἀμφοτέρων ἀληθεύειν. ὅτι δὲ καὶ τῆς ἀντιφάσεως τεθείσης τὸ συμβαῖνον ψεῦδός ἐστι, δῆλον ὧδε· πότερον ὃ ἔλαβέ τις, τοῦτο ἔχει; οὔ· εἶτα ῥητέον· ἀλλὰ μὴν οὗτος ἔλαβε παρ’ αὐτοῦ μίαν ψῆφον καὶ ἔχει αὐτήν· ὃ ἄρα ἔλαβεν ἔχει, καὶ οὐχ ὃ οὐκ ἔλαβεν· ἀλλὰ μὴν ἔχει καὶ ἄλλας, ἃς οὐκ ἔλαβε παρ’ αὐτοῦ, ἐφ’ ὧν ἀληθεύσει τὸ ἔχει ἃ οὐκ ἔλαβεν. οὐκ ἄρα ἐστὶν ἡ εἰρημένη λύσις τοῦ πράγματος ἀλλὰ πρὸς τὸν λέγοντα. λύσις δέ ἐστιν ἥν φησιν ὁ Ἀριστοτέλης ἡ λέγουσα τὸ ὅτι οὐ ταὐτόν ἐστι τὸ ‘ὃ <οὐκ> ἔλαβε’ ‘ὡς οὐκ ἔλαβε’· τούτου γὰρ ληφθέντος γέγονεν ὁ παραλογισμός· δόντος γὰρ τοῦ ἀποκρινομένου τὸ ‘ὃ ἔλαβεν ἔχει’ οὐ συνήγαγε τὸ ‘ὃ οὐκ ἔλαβεν ὅπερ ἐστὶν ἀντίφασις τοῦ ‘ὃ ἔλαβεν ἔχει’, ἀλλὰ τὸ ‘ὡς οὐκ ἔλαβεν ἔχει’, ὅπερ πάλιν ἐστὶν ἀντίφασις τοῦ ‘ὡς ἔλαβεν ἔχει’. ὥστε ἐπεὶ τοῦ μὲν ‘ὃ ἔλαβεν ἀπόφασίς ἐστι τὸ ‘ὃ οὐκ ἔλαβε’, τοῦ δὲ ὡς ἔλαβε τὸ ‘ὠς οὐκ [*](1 τὸ I: om. a A 3 τύχη I: τύχοι Α: τύχει a τὸν a: om. ΑI 6 AI: εἰρημένα a 8 immo ὅδε δὲ 10 ὅτι alt. ex Arist. sciipsi: ἔτι aAl 12 εἰ γὰρ ἦν] spatium octo fere litt. Α γὰρ a Arist.: δ’ I δόντα a Arist.: δόντος I: spatium sex fere litt. Α 15 ἦν ex οὖν, ut vidotur. corr. Α1 16 δόντα Α: δόντος al 18 αὐτῆς a: αὐτὴν A: compend. I 20. 21 —24 δυναμένης—ἐστι Α: om. al 29 οὐκ addidi 32.33 ἀλλὰ—ἔχει om. Α 33 ἐπεὶ Α: ἐπὶ al)
Ἔτι δὲ καὶ οἵδ’ εἰσὶ τούτων τῶν λόγων. ἆρ’ ὃ γέγραπται, γέγραφε τις;
Τοιοῦτόν ἐστι τὸ σόφισμα· ἆρα ὅπερ ἐγράφη, τοῦτό τις ἔγραψε; ναί· γέγραπται δὲ ὁ λόγος ὅτι νῦν σὺ κάθησαι, ὅστις ἐστὶ καὶ ψευδὴς διὰ τὸ κινεῖσθαί σε ἢ καὶ ἵστασθαι· ἦν δὲ καὶ ἀληθὴς οὗτος ὁ λόγος, ὅτε ἐγράφη· ὁ αὐτὸς ἄρα λόγος ἐστὶ καὶ ἄλη θὴς καὶ ψευδής. πρὸς τοῦτο γοῦν τὸ σόφισμα ἐπῆκται παρὰ τοῦ Ἀριστοτέλους λύσις τοιαύτη, ὅτι σὺ μέν, ὦ σοφιστά, τὴν ἐρώτησιν ἐπὶ ποσοῦ ποιησάμενος συνάγεις ἐπὶ ποιοῦ· ἐρωτήσας γὰρ ‘ἆρα ὃ γέγραπται, τοῦτό τις ἔγραψε;’ καὶ ἐμοῦ συγκατανεύσαντος τῇ ἐρωτήσει σου καὶ ὡς ἐπὶ λόγου τὴν κατάνευσιν ποιησαμένου, ὅς ἐστι τοῦ ποσοῦ, συνάγεις ἐπὶ τοῦ ποιοῦ (δυνάμει λέγων ὁ Ἀριστοτέλης διὰ τοῦ τὸ γὰρ ψευδῆ ἢ ἀληθῆ λόγον ἢ δόξαν εἶναι οὐ τόδε σημαίνει ἀλλὰ τοιόνδε)· ὅταν γὰρ τὴν ἐρώτησιν προὔτεινας τὴν ‘ἆρα ὃ γέγραπται, γέγραφέ τις;’, ἐπὶ ποσοῦ μόνου ταύτην ἠρώτησας· ἐπὶ | γὰρ λόγου ἠρώτησας ἢ συλλαβῆς ἢ λέξεως, ἅτινα ὑπὸ τὸ ποσὸν ἀνάγονται, [*](f. 50r) ὡς μεμαθήκαμεν· ὅταν δὲ συνῆξας τὸ συναχθέν, ἐπὶ ποιοῦ συνῆξας· τὸ γὰρ ψευδὲς καὶ ἀληθὲς τοῦ ποιοῦ εἰσι. τὸ δ’ ἀρ’ ὃ μανθάνει ὁ μανθάνων τοιοῦτόν ἐστι σόφισμα καὶ οὕτως προήγετο κατὰ τὴν ἐρώτησιν· ἆρ’ ὃ μανθάνει τις, τοῦτό ἐστιν ὃ μανθάνει; ναί· μανθάνει δέ τις τὸ βραδὺ ταχύ· ἔσται ἄρα τὸ βραδὺ ταχύ. πρὸς ὅπερ ἀπαντᾷ ὁ Ἀριστοτέλης λέγων ὅτι ἐρωτήσαντες οἱ σοφισταὶ ἐπὶ τοῦ πῶς συνάγουσιν ἐπὶ τοῦ οἷον, ἤγουν τὴν ἐρώτησιν ποιήσαντες ἐπὶ ποσοῦ συνάγουσιν ἐπὶ τοῦ ποιοῦ· τὸ γὰρ ἐρωτηθῆναι ἀρ’ ὃ μανθάνει καὶ τὰ λοιπὰ ἐπὶ τοῦ τρόπου ποιήσαντες (δηλοῦσι γὰρ τὸ ‘ὡς μανθάνει, οὕτως μανθάνει, ταχέως ἢ ἄλλως πως’ καὶ οὐ τὸ πρᾶγμα) συνάγουσιν ἐπὶ ποιοῦ τὴν ἐρώτησιν.
[*](3 τὸ om. Α 4 εἶπον AI: εἷπε a δέ A: om. al 5 δὲ prius al Arist.: om. Α προειρημένοις Α Arist. 10 γέγραφέ (D c u) scripsi cf. vs. 22: γέγραφαί (sic) I: δήγραφέ (sic) a: ἔγραφέ Arist. 13 ὅτε ex Α scripsi: ὅτι al 17 post γὰρ add. τίς a 17. 18 συγκατανεύσαντος Al: συγκατανεύοντος a 18 σου om. A ἐπὶ ποσοῦ Α 19 τοῦ ποσοῦ] spatium decem fere litt. A 21 προὔτεινας Al: προὔτεινε a 22 post ἐπὶ prius add. τοῦ A 24 μεμαθήχαμεν] Categ. c. 6 p. 4b33 ὅτε A 26 post ἐστι add. τὸ a 29 πῶς ex ποσου, ut videtur, corr. I 31 τοῦ prius om. Α)