In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 178b 33)

Οὐδ’ ὅταν τὴν κύλικα πίνῃ, ὃ πίνει ἀλλ’ ἐξ οὗ. ἔτι ἀρ’ ὅ τις οἶδεν.

Τὸ σόφισμα τοιοῦτον· ἆρ’ ὃ πίνει τις, τοῦτο πίνει; ἢ οὕτως· ἆρ’ ὃ πέπωκέ τις, ἐκεῖνο πέπωκε; ναί· πέπωκε δὲ κύλικα· πέπωκεν ἄρα τὴν κύλικα. ἡ λύσις ὅτι οὐ τὴν κύλικα πέπωκεν, ἀλλ’ ὃ πέπωκεν ἢ ὃ πίνει, ἐκ τῆς κύλικός ἐστι. τοιοῦτον δὲ καὶ τὸ ἆρ’ ὅ τις οἶδεν, ἢ μαθὼν ἢ εὑρὼν οἶδε; ναί· ὅδε δὲ τὸ μὲν ἔμαθε τὸ δὲ εὗρεν· ἀμφότερα δὲ οὔτε ἔμαθεν οὔτε εὗρεν· οὐκ ἄρα οἶδεν. εἰ γὰρ οἶδεν ἢ ὃ ἔμαθεν ἢ ὃ εὗρε, τὰ δὲ δύο οὐκ ἔμαθε (τὸ ἓν γὰρ ἔμαθεν, οὐχὶ τὰ δύο), ἀλλ’ οὐδὲ τὰ δύο εὗρε (τὸ γὰρ ἓν εὗρεν), εἰ οὖν μήτε εὗρε μήτε ἔμαθε τὰ δύο, οὐδὲ οἶδεν· ἀλλὰ καὶ οἶδε. τὴν δὲ λύσιν τοῦ σοφίσματος ἐνέφηνε διὰ τοῦ ἢ ὃ μὲν ἅπαν, τὸ δ᾿ ούχ ἅπαν. ἔστι δὲ ὃ λέγει ὅτι τὸ μὲν πᾶν, ἤτοι οἷον καὶ ποιόν, τὸ δ’ οὐ ποιὸν ἀλλὰ ποσόν· τὰ γὰρ ὧν τὸ μὲν τό, τὸ δὲ τό, ποσά. ἐρωτήσας οὖν ἐπὶ τοῦ ὃ συνάγει ὅσα. ἔτι ἔστι καὶ ἄλλως εἰπεῖν τὸ ἢ ὃ μὲν ἅπαν, τὸ δ’ οὐχ ἅπαν, τουτέστιν ὅτι δυνατόν ἐστιν ἐπὶ μέν τινος μαθήματος ἅπαν εἰπεῖν, οἷον ὅτι καὶ εὗρον ἐγὼ καὶ ἔμαθον παρ’ ἄλλου, ἐπὶ δέ τινων οὐχ ἅπαν ἀλλ’ ἢ τὸ εὑρεῖν μόνον ἢ τὸ μαθεῖν παρ’ ἄλλου.

[*](p. 178b 36)

Καὶ ὅτι ἔστι τις τρίτος ἄνθρωπος παρ’ αὐτόν.

Ὁ λεγόμενος ὑπὸ τῶν σοφιστῶν λόγος καὶ τὸν τρίτον ἄνθρωπον εἰσάγων τοιοῦτος· οἷον λέγοντες, φασίν, ‘ἄνθρωπος περιπατεῖ’ οὔτε τὴν ἰδέαν ἄνθρωπον περιπατεῖν λέγομεν (ἀκίνητος γὰρ ἐκείνη) οὔτε τῶν καθ’ ἕκαστά τινα· πῶς γὰρ ὃν μὴ γνωρίζομεν; τὸ μὲν γὰρ ἄνθρωπον περιπατεῖν γνωρίζομεν, τίς δὲ τῶν καθ’ ἕκαστά ἐστιν ἐφ’ ᾧ λέγομεν, οὐ γνωρίζομεν· ἄλλον ἄρα τινὰ παρὰ τούτους τρίτον ἄνθρωπον λέγομεν περιπατεῖν· τρίτος ἄρα ἄνθρωπος ἔσται, οὗ τὸ περιπατεῖν κατηγοροῦμεν. ἡ λύσις ὁ ἄνθρωπος καὶ πᾶν τὸ κοινὸν οὐ τόδε σημαίνει ἀλλὰ τοιόνδε· ὁμοίωμα γάρ ἐστι τῶν καθ’ ἕκαστα. πῶς οὖν αὐτὸ δῆτα τὸ ἐν τοῖς καθ’ ἕκαστα θεωρούμενον καὶ ἐν τούτοις ἔχον τὴν ὕπαρξιν οὐσία τις ἔσται καὶ ἕτερον παρὰ ταῦτα; οὐκ ἄρα τρίτος ἄνθρωπος ἔστι. τὸ δὲ ὁμοίως καὶ ἐπὶ τοῦ Κορίσκος καὶ Κορίσκος μουσικός πρὸς κατασκευὴν τοῦ μὴ εἶναι τρίτον ἄνθρωπον εἴληπται καὶ οὕτως ἐπῆκται, ὡς εἰ ἔλεγεν ‘ὥσπερ γὰρ ὁ μουσικὸς Κορίσκος ἕτερος ὢν τοῦ Κορίσκου οὐκ ἔστι καθ’ αὑτὸν οὐδὲ ὕπαρξιν ἔχει ἰδίαν τοῦτο γὰρ σημαίνει τὸ ὥστε οὐκ ἔστιν αὐτὸ ἐκθέσθαι), διότι οὐκ ἔστι τόδε τι καὶ οὐσία ἀλλὰ τοιόνδε καὶ [*](1 ὃ πίνη a ἔτι scripsi: ἔστιν aI: καὶ v Arist. 8 εἰ γὰρ οἶδεν om. Α 10 γοῦν Α οὐδὲ Α: οὐδὲν al 12 ἤτοι AI: ἤγουν a 13 τὰ scripsi: τὸ aAI τὸ μὲν τὸ, τόδε Κ: τὸ μὲν, τὸ δ’ οὐ aAI 14 ἔτι om. Α 23 καθ’ ἕκαστόν a 26 περιπατεῖ a 28 αὐτὸ δῆτα I: δῆτα αὐτὸ τοῦτο a τοῖς I: τῷ a 30 post ὁμοίως add. δὲ a Arist.: om. AI 33. 34 ὀ—ὕπαρξιν om. Α 5 post τοιόνδε add. τι Α)

159
ποιόν, οὕτως οὐδὲ ὁ ἄνθρωπος περιπατῶν, κἄν ἕτερός ἐστι Σωκράτους, Πλάτωνος καὶ τῶν κατὰ μέρος, ὡς ὁ μουσικὸς Κορίσκος τοῦ Κορίσκου, καθ’ αὑτὸν ἔσται’. ἵνα δὲ μή τις ἴσως ὑπολάβῃ ὅτι ἡ τοῦ τρίτου ἀνθρώπου παρεισάγεται ὕπαρξις ἐκ τοῦ λέγοντας ἄνθρωπον περιπατεῖν ἀποδεικνύναι ἕτερον αὐτὸν εἶναι τῶν μερικῶν, Σωκράτους, Πλάτωνος καὶ τῶν ἄλλων τῶν καθ’ ἕκαστα, φησὶν οὐ τὸ ἐκτίθεσθαι δὲ ποι εῖ τὸν τρίτον ἄνθρωπον, δυνάμει τοῦτο διὰ τούτων λέγων ‘οὐ τὸ ἀπαριθμεῖσθαι τοὺς καθ’ ἕκαστα ἀνθρώπους καὶ ἕτερον ἐκείνων λέγειν τὸν τρίτον ἄνθρωπον ποιεῖ, ἀλλὰ τὸ διδόναι καὶ συγχωρεῖν εἶναι ὅπερ τόδε τι, τουτέστιν ἀλλὰ τὸ οὐσίαν καὶ | τόδε τι λέγειν αὐτόν’. τῷ δὲ τόδε τι ἔθος [*](f. 50v) αὐτῷ ἐπὶ τῆς ἀτόμου χρῆσθαι οὐσίας. κατασκευάζει δὲ καὶ αὐτὸ τοῦτο, τὸ μὴ εἶναι τὸ κατηγορούμενον καὶ κοινὸν οὐσίαν, δι’ οὗ ἐπιφέρει, τοῦ οὑ γὰρ ἔσται τόδε τι εἶναι, ὅπερ Καλλίας καὶ ὅπερ ἄνθρωπός ἐστι, δηλονότι οὐ γάρ, εἰ ἔστιν ὁ Καλλίας τόδε τι, καὶ ὁ ἄνθρωπος τόδε τι ἔσται. τὸ δὲ οὐδ’ εἴ τις τὸ ἐχτιθέμενον <μὴ> ὅπερ τόδε τι λέγει ταὐτόν ἐστι τῷ ‘εἰ γὰρ καὶ μή ἐστι τὸ ἐκτιθέμενον καὶ κοινὸν τόδε τι καὶ οὐσία ἀλλὰ ποιόν, ἀλλ’ οὖν ἕτερόν ἐστι τῶν καθ’ ἕκαστα, ἐν αὐτοῖς δὲ ὅμως ὂν καὶ οὐ καθ’ αὑτό’. ὥστε, φησίν, οὐ δοτέον ἕτερόν τινα τρίτον εἶναι ἄνθρωπον· τὸ γὰρ κοινῶς κατηγορούμενον ἐπὶ πᾶσιν οὐκ ἔστιν οὐσία ἀλλὰ ποιόν τι.