In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Καὶ ὅτι δοίη τις ἂν ὃ μὴ ἔχει· οὐ γὰρ ἔχει ἕνα μόνον ἀστράγαλον.
Τὸ σόφισμα τοιοῦτον· ἆρα δοίη ἄν τις ὃ μὴ ἔχει; οὔ· ὅδε δὲ οὐκ εἶχεν ἕνα μόνον ἀστράγαλον, δέδωκε δὲ ἕνα· δέδωκεν ἄρα ὃ οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα δέδωκεν ἕνα· δοίη ἄν τις ὃ μὴ ἔχει. ἡ λύσις ὅτι οὐ δέδωκεν ὃ οὐκ εἶχε· πολλὰ γὰρ ἔχων εἶχε καὶ ἕνα. ὥστε οὐ δέδωκεν ὃ οὐκ εἶχεν (εἶχε γὰρ τὸν ἕνα), ἀλλ’ ὡς οὐκ εἶχε· μὴ ἔχων γὰρ ἕνα μόνον δέδωκεν ἕνα μόνον. ὡς γὰρ τὸ μόνον οὔτε τό ’δε τι σημαίνει, οἷον οὐσίαν, οὔτε ποιόν (οὐδενὸς γὰρ τούτων ἐστὶ σημαντικόν), ἀλλ’ ὡς ἂν εἶπέ τις ἄσχετον σχέσιν, οἷον ὅτι καθ’ αὑτό ἐστιν ἀλλ’ οὐ μετά τινος ἄλλου, οὕτως καὶ τὸ μὴ μόνον τὸ μετ’ ἄλλου ὂν δηλοῖ. σαφηνίζων δὲ τὸ παραληφθὲν σόφισμα καὶ ἕτερον προσλαμβάνει παράδειγμα τόδε· ἆρ’ ὃ μή τις ἔχει δοίη ἄν; οὔ· ἆρά γε δοίη ἄν τίς τι ταχέως μὴ ἔχων ταχέως; ναί· δοίη ἄν τις λοιπὸν ὃ μὴ ἔχει. λύων οὖν καὶ τοῦτο τὸ σόφισμα λέγει τὸ | γὰρ ταχέως οὐ [*](f. 48v) τόδε διδόναι ἀλλ’ ὧδε διδόναι ἐστίν, ὅπερ ἴσον ἐστὶ τῷ ‘τὸ γὰρ ταχέως τὸν τρόπον τῆς δόσεως δηλοῖ πῶς δίδωσι, οὐ μὴν ὃ οὐκ ἔχει ἢ ο ἔχει.
[*](2 ποιόν corr. Ι1, ποσόν I pr. fort. ὥσπερ καὶ ἡ τριὰς ποιὸν 3 ἐρωτήσας a: ἐρώτησις 1 8 ἤδη a 10 et 11 μὴ ἔχει Α 11 δέκα, δέκα ἔχων πρ. Α 12 post ἔδωκε add. δέκα ἀποβαλεῖν ἀστραγάλους Α 14 τύχη a 18 ἕνα μόνον I Arist., inv. ord. a (T) 19 fort. <ἄρ᾿> ἄν: <ἄρα> ἄν v 20 οὐκ ἔδωκεν Α ἔχων γὰρ ἀστραγάλους δέκα εἶχε Α 21 post γὰρ add. καὶ Α 22 ἔχων γὰρ I: inv. ord. Α: ἔχων a 24 post ἀλλ’ ὡς add. ἔχει πρός τι· ἤγουν ἀλλὰ τὸ μόνον δηλοῖ, ὡς Α αὐτό Av: αὐτόν Ι: ἑαυτόν a 25 καὶ οὐ Α μετά AI: κατά a ἄλλου τινός Α 28 τι aA Arist.: om. I (A) 31. 32 ὃ ἔχει, ἡ ὃ οὐκ ἔχει I)Ὁμοῖοι δὲ οἱ τοιοίδε πάντες. ἆρ’ ᾗ μὴ ἔχει χειρί.
Τὸ τῆς λέξεως ἀκόλουθον τοιοῦτον· ἆρα ᾗ μὴ ἔχει χειρὶ τύπτοι ἄν; ἢ ᾧ μὴ ἔχει ὀφθαλμῷ ἴδοι ἄν; ἢ ἐνδέχεται ὃ μὴ ἔλαβεν ἔχειν; τὰ δὲ μεταξὺ λύσεις εἰσίν, ἅς τινες ἐπῆγον λύοντες τὰ σοφίσματα, ἃς οὐκ ἀποδέχεται ὁ Ἀριστοτέλης. συνεπεραίνετο δὲ τὰ σοφίσματα ἐπὶ τοῦ ἔχοντος δύο χεῖρας καὶ δύο ὀφθαλμοὺς καὶ ψηφίσματα πλείω ἑνὸς οὕτως· ἆρ’ ᾗ μὴ ἔχει τις χειρὶ τύπτοι ἄν; οὔ· ὅδε δὲ οὐκ ἔχει μίαν χεῖρα μόνον ἀλλὰ δύο, τύπτει δὲ τῇ μιᾷ· ᾗ ἄρα χειρὶ οὐκ ἔχει τύπτει· μὴ ἔχων γὰρ μίαν μόνον τύπτει τῇ μιᾷ μόνον. ἡ λύσις ὅτι οὐ τύπτει ᾗ οὐκ ἔχει, ἀλλ’ ὡς οὐκ ἔχει· μὴ ἔχων γὰρ μίαν μόνην τύπτει τῇ μιᾷ μόνῃ. πάλιν ἆρ’ ᾧ μὴ ἔχει τις ὀφθαλμῷ ἴδοι ἄν; οὔ· ὅδε δὲ οὐκ ἔχει ἕνα μόνον ὀφθαλμὸν καὶ βλέπει τῷ ἑνί. καὶ τοῦτο οὐ ψεῦδος· ἐνδέχεται γὰρ τὸν ἕνα λήμην ἔχοντα μὴ βλέπειν, τὸν δὲ ἕνα ὑγιῆ ὄντα βλέπειν. πάλιν ἆρ’ ἐνδέχεται ὃ μὴ ἔλαβέ τις ἔχειν; οὔ· ὅδε δὲ λαβὼν μίαν μόνην ψῆφον παρ’ ἁ τοῦδε (μίαν γὰρ τούτου δόντος μίαν καὶ οὗτος ἔλαβε), λαβὼν δὲ μίαν οὐκ ἔχει μίαν· σὺν αὐτῇ γὰρ καὶ ἑτέρας ἔχει· ὃ ἄρα οὐκ ἔλαβεν ἔχει. ἡ λύσις ὅτι καὶ ὃ ἔλαβεν ἔχει, πρὸς τούτῳ δὲ ἔχει καὶ ἄλλα. λύουσι μὲν οὖν τινες λέγοντες ὅτι καὶ ὀφθαλμὸν ἕνα καὶ χεῖρα μίαν ἔχει· ἐπειδὴ γὰρ τῇ μὲν μιᾷ τύπτει καὶ τῷ ἑνὶ ὁρᾷ, πρὸς τὰς τοιαύτας ἐνεργείας, οἷον τὸ ὁρᾶν καὶ τύπτειν, καὶ ἕνα ὀφθαλμὸν ἔχει καὶ μίαν χεῖρα· οἷς γὰρ χρῆται ἐνεργῶν, ταῦτα καὶ ἔχει πρὸς τὴν ἐνέργειαν ἣν νῦν ἐνεργεῖ. τὸ δὲ καὶ ἄλλο ὁτιοῦν ὁ πλείω ἔχων εἶπε διὰ τὸν τὰς πλείους μιᾶς ψήφους ἔχοντα. ἀλλὰ καὶ ψῆφον, φασίν, ἐκ τῆς λήψεως μίαν ἔχει· ἕνα γὰρ λαβὼν ἐκ τοῦδε καὶ ἕνα ἔχει παρὰ τοῦδε. ἐν δὲ τῇ λέξει τῇ οἱ δὲ καὶ ὡς ὃ ἔχει ἔλαβε τὸ λεγόμενόν ἐστιν, ὅτι λαβὼν ἕνα καὶ ἕνα ἐκ τοῦ λαβεῖν ἔχει. τὸ δὲ ἐδίδου μίαν μόνον οὗτος ψῆφον κατασκευαστικόν ἐστι τοῦ ‘ὅδε δὲ λαβὼν μίαν μόνην ψῆφον παρὰ τοῦδε οὐκ ἔχει μίαν’· εἰ γάρ, φασί, μίαν μόνην ὅδε ἐδίδου, καὶ μίαν ὁ λαβὼν ἐλάμβανεν. τὸ δὲ διὰ τοῦ οἱ δ’ εὐθὺς τὴν ἐρώτησιν ἀναιροῦντες τοιοῦτόν ἐστι· τῶν λυόντων τὰ προρρηθέντα σοφίσματα οἱ μὲν πρὸς τὸ συμπέρασμα ἐνίστανται οἱ δὲ πρὸς τὴν πρότασιν. οἷον ἐρῶτῶσιν οἱ σοφισταί· ἆρ’ εἰκὸς τύπτειν τινὰ ᾗ μὴ ἔχει χειρί; οὔ· ὁδὲ δὲ [*](1 τοιοῦτοι a 2 post ἔχει add. τίς A 3 ἔχοι I 4 τινὲς Α: τινας al οὓς (post σοφ.) A 6 ψηφίσματα πλείω I: inv. ord. a 7 οὔ I: om. a 8 μόνην a τύπτοι utrobique a 12 ἕνα μόνον I: inv. ord. a οὐ a: οὖν I 13 δὲ ἕτερον Α 14 οὔ ex Α addidi 16 an δή? cf. p. 156,3 18 λέγοντες I: om. a καὶ (post ὅτι) I: om. a 19 γοῦν τῆ μιᾷ τύπτει χειρὶ A post ἑνὶ add. ὀφθαλμῷ a: post ὁρᾷ A 20 ἤγουν τὸ τύπτειν καὶ τὸ ὁρᾶν A ἔχει A: ἔχειν al 21 χρᾶται τίς ἐνεργῶν Α 22 post ἔχων add. ἤγουν πλείους ψήφους ἔχων A 23 πλείους Α: πλείω al 26 τὸ ἐδίδου γὰρ μόνην Α 27 μίαν post μόνην superscr. Α 29 τὸ scripsi: ὃ I: ὁ a)