[*](p. 178a 4)Δῆλον δὲ καὶ ἐν τοῖς παρὰ τὸ ὡσαύτως λέγεσθαι τὰ μὴ ταύτα.
Ένταῦθα καὶ περὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως γινομένων ἐλέγχων φησί. δῆλον οὖν, φησί, πῶς ἀπαντητέον πρὸς τούτους, εἴπερ ὥρισται ἡμῖν ὅτι δέκα τὰ ἀνωτάτω γένη. ὁ μὲν οὖν ἀποκρινόμενος ἐρωτηθεὶς εἰ ὁ Σωκράτης, ὅς ἐστιν οὐσία, πρὸς τί ἐστιν, ἀνανεύει (τοῦτο γὰρ δηλοῖ τὸ μὴ ὑπάρχειν τι τούτων, τουτέστι τῶν ἐννέα γενῶν, ὅσα τί ἐστι καὶ οὐσίαν σημαίνει)· ὁ δὲ ἐρωτῶν δείκνυσι τὴν οὐσίαν ἢ ποσὸν ἢ πρός τι ἢ ἄλλο τι νομιζόμενον οὐσίᾳ εἶναι. οἷον ἐρωτᾷ εἰ ὁ Σωκράτης πατήρ· ὁ δὲ ἐρωτώμενος ὁμολογεῖ τοῦτο οὐχὶ πρός τι καὶ συμβεβηκὸς τὸν Σωκράτην νομίζων ἀλλ’ ὡς υἱὸν ἔχον|τα· ὁ δὲ συνάγει εὐθὺς τῷ τὸν Σωκράτην [*](f. 47) πατέρα εἶναι, τοῦτον δὲ πρός τι, τὸ δὲ <πρός τι> συμβεβηκὸς καὶ αὐτὸν εἶναι συμβεβηκός. ἔστι δὲ ἡ παραγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρά γε ὁ Σωκράτης πατήρ; ναί· ἆρά γε ὁ πατὴρ τῶν πρός τι; ναί· ὁ Σωκράτης ἄρ τῶν πρός τι· ὁ Σωκράτης ἄρα συμβεβηκός. ἃ δὲ ἐφεξῆς τίθησι παραδείγματα οὐκ εἰσὶ τοῦ συνάγοντος ἐλέγχου καὶ δεικνύντος οὐσίαν συμβεβηκὸς ἢ τὸ ἀνάπαλιν, ἀλλὰ τοῦ τὸ πάθος ὑπὸ τὸ ποιεῖν ἀνάγοντος. ἠρώτων γὰρ οἱ σοφισταὶ εἰ τὸ αὐτό ἐστι ποιεῖν τε καὶ πεποιηκέναι· τοῦ δὲ ἀποκρινομένου ἀρνουμένου (οὐδὲ γάρ ἐστιν ἀληθῶς ταὐτὸ τὸ ποιεῖν τῷ πεποιηκέναι· τὸ μὲν γὰρ πεποιηκέναι ἐπὶ τῶν ἤδη γεγονότων λέγεται, τὸ δὲ ἐπὶ τοῦ νῦν ἐνεργοῦντος) προσηρώτων καὶ αὖθις εἰ τὸ αὐτὸ ἐνδέχεται ὁρᾶν καὶ ἑωρακέναι, ὃ καὶ ἀληθὲς καταφαίνεται· ὃ γὰρ εἶδον πρότερον, [*](2 καὶ a: om. I κατ’ ἀρχὰς] c. 4 p. 166b1 sq. 5 ἐγγράφοις Α: ἀγράφοις al 6 supple velut μᾶλλον, ἐνταῦθα δὲ ὡς οὔτε ἐν τοῖς ἀγράφοις οὔτε ἐν τοῖς ἐγγράφοις 7 οἷος I: οἷόν a 10 δὲ I: om. a 16 ὅτι postea add. I1 ἀνώτατα a 20 ἐρωτᾶ AI: ἐρωτῶν a 23 δὲ prius al: εἶναι A τὸν (post τι) Α πρός τι addidi 24 ἔστι—τοιαύτη al: ἠρωτᾶτο δὲ τό σόφισμα οὕτως Α 25 ναί. ἀρά γε al: τί δὲ Α 26 τῶν om. Α 30 ταὐτὸ a: ταὐτὸν Α: compend. I)
150
καὶ νῦν τὸ αὐτὸ ὁρᾶν οὐδὲν ἀπεικός. ἀλλὰ μὴν τῇ προφορᾷ τῆς λέξεως ταὐτὸ δοκοῦσιν εἶναι τὸ ποιεῖν τῷ ὁρᾶν καὶ τὸ πεποιηκέναι τῷ ἑωρακέναι, καὶ ἢ οὐκ ἐνδέχεται τὸ αὐτὸ ὁρᾶν ἰαὶ ἑωρακέναι, ἢ εἰ ἐνδέχεται ταῦτα, ἐνδέχοιτο ἂν καὶ τὰ ἄλλα. καὶ πάλιν ἐρωτῶσιν εἰ τὸ πάσχειν ποιεῖν ἐστιν· ὃ μὴ ὁμολογήσαντος τοῦ ἀποκρινομένου φασὶν ὅτι, ἐπειδὴ ὁμοίως λέγεται τὸ τέμνεσθαι καὶ καίεσθαι καὶ αἰσθάνεσθαι, ἀνάγοιντο ἂν ὑπὸ τὸ πάσχειν· ἀλλὰ καὶ τὸ τέμνειν καὶ λέγειν καὶ τρέχειν ὁμοίως ἐκφερόμενά εἰσι· καὶ λοιπὸν ἀναχθείησαν ὑπὸ τὸ ποιεῖν· ἀλλὰ τὸ ὁρᾶν πάθος ἐστὶ καὶ ὑπὸ τὸ πάσχειν ἀνάγεται. φησὶν οὖν ὁ Ἀριστοτέλης, ὡς εἴ τις μὴ συγχωρήσοι μὲν τὸ ἅμα ποιεῖν καὶ πεποιηκέναι, φαίη δὲ ἐγχωρεῖν ὁρᾶν καὶ ἑωρακέναι τὸ αὐτό, καὶ ἀπλῶς εἰπεῖν ταῦτα πάντα ὁμολογήσας οὐκ ἐλήλεγκται ὅσον ἐπὶ τούτῳ, εἰ μὴ ἐνεργείᾳ ἐρωτηθείη, τί οἴεται περὶ τοῦ ὁρᾶν, εἰ ὑπὸ τὸ πάσχειν ἀνάγεται. καίτοι ὁ ἀκροατὴς ἀμαθὴς ὢν οἴεται δοῦναι τὸν ἀποκρινόμενον τοῦτο, ὅτε δηλαδὴ ὡμολόγησε ταὐτὸ εἶναι τὸ λέγειν, τρέχειν, ὁρᾶν καὶ τέμνειν, ὡμολόγησε δὲ καὶ ὅτι τὸ τέμνειν ποιεῖν ἐστι. πλὴν ἐρεῖ ὁ ἀποκρινόμενος κατὰ τὴν λέξιν ταὐτὰ ὁμολογῆσαι ταῦτα. οὐκ ἐλήλεγκται οὖν, φησίν, ὁ οὕτως ἀποκρινόμενος. εἰ δ’ οἴεται τὸ ὁρᾶν ποιεῖν εἶναι, ἐλήλεγκται· ἔτι γὰρ προσδεῖται ὁ ἀποκρινόμενος ἐρωτηθῆναι εἰ τὸ ὁρᾶν ὑπολαμβάνει ποιεῖν, εἰ καὶ παρ’ ἁ τῶν ἀκουόντων ὑπολαμβάνεται συγχωρῆσαι τοῦτο, ὅτε ἠρωτᾶτο εἰ τὸ τέμνειν ποιεῖν ἔδωκε καὶ τὸ τετμηκέναι πεπο¦ιηκέναι καί τινα ὅμοια· ὁ γὰρ ἀκούων αὐτίκα προστίθησι ταὐτὸν εἶναι τὸ ὁρᾶν τῷ ποιεῖν. τὸ δὲ οὐκ ἔστιν ὁμοίως λεγόμενον τῷ ποιεῖν· φαίνεται δὲ διὰ τὴν προφοράν. φησὶ δὲ καὶ ὅτι ὃ συμβαίνει ἐν ταῖς ὁμωνυμίαις, τὸ αὐτὸ καὶ ἐπὶ τῶν παρὰ τὸ σχῆμα τῆς λέξεως· ὡς γὰρ ἐπ’ ἐκείνων οὐχ ὃ κατέφησεν ὁ ἀποκρινόμενος πρᾶγμα, ἀποφάσκει ὁ σοφιστής, ἀλλὰ ὄνομα μὲν ταὐτόν, πρᾶγμα δὲ οὔ, οὕτω καὶ ἐνταῦθα ὁ σοφιστὴς τὸ ὁρᾶν καὶ τὸ τέμνειν καὶ τὸ τρέχειν ὡς ὅμοια τῇ προφορᾷ λαμβάνων ἀπατᾷ λέγων καὶ τὸ ὁρᾶν ποιεῖν, ὅπερ οὐκ ἔστιν ἔλεγχος ἀληθής. ἀλλὰ δεῖ τὸν ἐλέγξαι ἀληθῶς μέλλοντα ὥσπερ καὶ ἐπὶ τῶν ὁμωνύμων οὕτως καὶ ἐπὶ τούτων ποιῆσαι καὶ ἐρωτῆσαι εἰ τὸ ὁρᾶν ποιεῖν ἐστιν. ἀναληπτέον δὲ αὖθις τὸ ‘ἆρα ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι;’. τὸ σόφισμα τοιοῦτον· ἆρ’ ἐνδέχεται τὸ αὐτὸ ἅμα ποιεῖν τε καὶ πεποιηκέναι; οὔ· ἀλλὰ μὴν ἐνδέχεται ἅμα ὁρᾶν καὶ ἑωρακέναι· ὥστε καὶ ποιεῖν καὶ πεποιηκέναι. παρὰ τὸ σχῆμα τῆς λέξεως τὸ σόφισμα· τὸ γὰρ ὁρᾶν πάσχειν ἐστί, τὸ δὲ ποιεῖν ἐνεργεῖν· οὐκ ἀνάγκη δὲ τὰ τῷ διαφόρῳ συμ-
[*](2 ταὐτὸν Α 3 ταῦτα AI: ταὐτὸ a 6 καὶ prius a: om. I 7 ante λέγειν sive ante τρέχειν adde ὁρᾶν καὶ 8 fort, ἀναχθείησαν <ἂν> cf. vs. 6 10 I: συγχωρήσει Α: συγχωροίη a τὸ <αὐτὸ> ex Arist. v 13 ἀνάγοιτο 14 τὸ a 16 ταὐτὰ a: ταὐτὸν I 17 οὗτος a 18 εἶναι aA: ἐστιν I 19 ὑπολαμβάνει a: ὑπολαμβάνοι AI post εἰ alt. add. δὲ a 24 φησὶν ὅτι ὅπερ καὶ ἐν ταῖς ὁμωνυμίαις συμβαίνει Α 27 οὐ AI: οὐχί a 29. 30 ἀληθῶς μέλλοντα AI: inv. ord. a 30 καὶ prius om. Α 34 ante ὁρᾶν add. καὶ Α post ὁρᾶν expunxit τὲ I καὶ (post ὥστε) aA: om. I) 151
βαίνοντα καὶ τῷ λοιπῷ συμβαίνειν. τοιοῦτον καὶ τὸ τοιόνδε σόφισμα· ὃ ἐγώ εἰμι, σὺ οὐκ εἶ· ἄνθρωπος δέ εἰμι ἐγώ· σὺ ἄρα ἄνθρωπος οὐκ εἶ. κἀνταῦθα τὸ μὲν ἐγὼ καὶ σὺ ἐπὶ τῶν ἀτόμων λέγεται, ὁ δὲ ἄνθρωπος ἐπ’ οὐδενὶ τῶν ἐν μέρει. γέγονεν οὖν ὁ παραλογισμὸς διὰ τὸ οὐ τινὶ ὡς τινὶ χρήσασθαι· τὸ γὰρ τόδε | τι ἐπὶ τῆς ἀτόμου οὐσίας λέγεται, ὡς
[*](f. 48r) ἐν Κατηγορίαις εἴρηται· ‘‘δοκεῖ γάρ, φησὶν ἐκεῖ, πᾶσα οὐσία τόδε τι σημαίνειν”· ἐπὶ δὲ τῆς καθόλου οὐδαμῶς τὸ τόδε τι ἁρμόζει, εἰ καὶ δοκεῖ ὁμοίως τὸ σχῆμα τῆς προσηγορίας. ἐκ τούτων λύεται καὶ τὸ σόφισμα τὸ λέγον μὴ εἶναι τὴν κίνησιν ἐν τῷ κινουμένῳ· εἰ γάρ ἐστιν “ἡ κίνησις ἐντελέχεια τοῦ κινητοῦ, ᾗ κινητόν” ὡς ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροάσεως σεως δέδεικται, δῆλον ὅτι ἐν τῷ κινουμένῳ ἐστί. πρὸς τοῦτο δὲ ἐνίσταντο οἱ σοφισταὶ λέγοντες ‘οὐ λέγομεν ὁρᾷ, ὁρᾶται, ὅρασις καὶ ἀκούει, ἀκούεται, ἄκουσις; ἀλλὰ μὴν ὅρασις ἐν τῷ ὁρῶντι καὶ ἄκουσις ἐν τῷ ἀκούοντι· καὶ ἡ κίνησις ἄρα ἐν τῷ κινοῦντι’. παρὰ τὸ σχῆμα τῆς λέξεως ὁ παραλογισμός· τὸ γὰρ ὁρᾶν καὶ ὅλως τὸ αἰσθάνεσθαι πάσχειν ἐστὶν ἀλλ’ οὐ ποιεῖν.
[*](p. 178a 29)Ὅμοιοι δὲ καὶ οἵδε οἱ λόγοι αὐτοῖς, εἰ ὅ τις ἔχων ὕστερον μὴ ἔχει.
Ἡ ἀγωγὴ τοῦ σοφίσματος τοιαύτη· ἆρ’ ὅ τις ἔχων μὴ ἔχει, ἀπέβαλε; ναί· ἀλλὰ μὴν ὁ δέκα ἔχων ἀστραγάλους καὶ ἀποβαλὼν τὴν ἕνα οὐκέτι ἔχει δέκα· εἰ δὲ οὐκ ἔχει δέκα, εἶχε δὲ τοὺς δέκα, ἀπέβαλεν ἄρα τοὺς δέκα, ὅπερ ἄτοπον· ἄτοπον γὰρ τὸν ἀποβαλόντα ἕνα ἀστράγαλον φάσκειν δέκα ἀποβεβληκέναι. τὸ μὲν σόφισμα τοιοῦτον. τινὲς δὲ λύειν πειρώμενοί φασι μὴ ἄτοπον εἶναι τὸ φάσκειν ὅτι τοὺς δέκα ἀπέβαλεν· οὐ γὰρ ἔτι ἔχει δέκα τὸν ἕνα ἀποβαλὼν μεθ’ οὗ καὶ ἦσαν οἱ ἐννέα ἀστράγαλοι δέκα. οὕτω μέν τινες λύειν δοκοῦσιν. ἀλλὰ δῆλον ὅτι οὐ καλῶς· ἡ γὰρ τοιαύτη λύσις πρὸς μὲν τὸν ἄνθρωπόν ἐστι, πρὸς δὲ τὸ πρᾶγμα οὐκ ἔστι. τὴν δ’ ἀληθῆ λύσιν τὴν πρὸς τὸ πρᾶγμα σαφῶς ἡμῖν ἐφεξῆς τοῦ σοφίσματος ὁ Ἀριστοτέλης παρατέθεικεν ἐν τῷ λέγειν ἢ ὃ μὲν μὴ ἔχει πρότερον καὶ ἑξῆς, δυνάμει λέγων ὅτι ὃ μέν τις πρότερον ἔχων ὕστερον οὐκ ἔχει, ἐξ ἀνάγκης ἀποβέβληκεν, οὐ μὴν δ’ ὅσον οὐκ ἔχει ἢ ὅσα οὐκ ἔχει, ἀνάγκη τοσαῦτα ἀποβαλεῖν· οὐ γάρ, εἰ μὴ ἔχει δέκα ἔχων πρότερον, ἀνάγκη δέκα ἀποβαλεῖν, ἀλλ’ ἀποβαλεῖν μέν τινα, οἷον τρία ἢ πέντε ἡ τι ἄλλο τῶν τοῦ δέκα μερῶν, δέκα δὲ οὐχί. ὅτι δὲ καὶ τοῦτο [*](3 καὶ superscr. A1 4 οὐδενὸς v 5 post γὰρ add. τὸ a 6 ἐν Κατηγορίαις] c. 5 p. 3b10 post οὐσία add. τὸ a 8 <κατὰ> τὸ σχ. v 10 ἡ Α: ἡ ἐν τῷ τρίτῳ τῆς Φυσικῆς ἀκροάσεως] c. 2 p. 202a7 11 δὲ Al: om. a 12 καὶ cm. Α 13 ante ἄκουσις alt. add. ἡ a, superscr. I1: om. Α 14 ἄρα a: om. Al 17 συλλογισμοὶ a 18 ἔχοι I 19 μὴ ἔχη I 20 ἀπέβαλε] β postea, ut videtur, corr. I 22 ἔνα ἀστράγαλον ἀποβαλόντα a 26 λύουσιν omisso δοκοῦσιν Α 2S. 29 τοῦ σοφίσματος om. Α 32 post ἔχων add. δέκα a)
152
τὸ σόφισμα παρὰ τὸ σχῆμα τῆς λέξεως ἐστι, δῆλον ἐντεῦθεν, ὅτι ὁ μὲν ἀριθμὸς ποσόν ἡ δὲ δεκὰς ποιόν, ὥστε καὶ τὰ τρία μόνον καὶ ἀπλῶς τὰ εἴδη. εἰ δὴ ἐρωτήσας ἐπὶ τοῦ ποιοῦ συνάγει ποσόν (ἔχων γὰρ πρότερον δεκάδα οὐκ ἔχει δεκάδα· ἔχει γὰρ τὸν ἐννέα· οὐ γάρ, εἰ μὴ ἔχει τὸν δέκα, ἀνάγκη δέκα μονάδας ἀποβαλεῖν), ἐρωτήσας οὖν ποιὸν συνάγει ποσόν· παρὰ τὸ σχῆμα ἄρα τῆς λέξεως καὶ τοῦτο τὸ σόφισμα. δῆλον δὲ τοῦτο καὶ ἐντεῦθεν· ἐρωτήσας γὰρ ἐπὶ τῆς δεκάδος, ἥτις ἐστὶ ποιόν (τὰ γὰρ εἴδη οὐσιώδεις ποιότητες) συνάγει τὸ ὅσα, ἤγουν ἐρωτήσας ποιὸν συνάγει ποσόν. εἰ γάρ, φησί, μὴ οὕτως ὡς προηνέχθη τὸ σόφισμα ἠρώτα ὁ σοφιστὴς ἀλλὰ οὕτως ‘ἆρά γε, εἴ τις μὴ ἔχοι ὕστερον ὅσα εἶχε πρότερον, ἀποβέβληκε τοσαῦτα; οἷον εἴ τις μὴ ἔχοι δέκα ἔχων πρότερον δέκα, ἀποβέβληκε δέκα;’, οὐδεὶς ἂν ἔδωκεν, ἀλλ’ ἢ τοσαῦτα ἢ τούτων τι, τουτέστιν ἀλλ’ εἶπεν ἄν ὅτι δέκα μὲν οὐκ ἀποβέβληκε, τοσαῦτα δέ, οἷον εἰ τύχοι τρία ἤ τι τῶν τοῦ δέκα μερῶν.