In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 176a 38)

’Ev μὲν οὖν τοῖς κυρίως λεγομένοις ὀνόμασιν.

’Ev τοῖς ὀνόμασι, φησί, τοῖς κυρίως λεγομένοις καὶ αὐτοτελῶς (κύρια γὰρ ἐκεῖνα λέγει ὀνόματα τὰ οἰκεῖα τοῖς ὑποκειμένοις πράγμασιν, οἷον ἄνθρωπος, ἵππος) ἀνάγκη ἀποκρίνεσθαι ἢ ναὶ ἢ οὒ ἢ ἀπλῶς καὶ χωρὶς διαιρέσεως, ἐὰν μὴ ᾖ ὁμώνυμον, ἤ, ἐὰν ᾖ, μετὰ διαιρέσεως. ἐν δὲ τοῖς κολοβῶς ἠρωτημένοις, οὐ δεῖ ἀπλῶς ἢ ναὶ ἢ οὒ ἀποκρίνεσθαι· συμβαίνει γὰρ παρὰ τοῦτο ἔλεγχος. συνεπινοούμενα δέ ἐστι τὰ συμμνημονευόμενα τοῖς προηρωτημένοις· οἷον ὃ ἂν ᾖ Ἀθηναίων, ἆρα κτῆμά ἐστιν Ἀθηναίων; ναί· τί δέ, ὁ ἄνθρωπος τῶν ζῴων; ναί· ὁ ἄνθρωπος ἄρα κτῆμα τῶν ζῴων ἐστί. συνεπινοεῖν γὰρ ἀνάγκη κἀνταῦθα τὸ κτῆμα· ὡς γὰρ ὃ ἂν ᾖ Ἀθηναίων, κτῆμά ἐστιν Ἀθηναίων, οὕτως καὶ ὃ ἄν ᾖ τῶν ζῴων, κτῆμα ἔσται τῶν ζῴων· ἔστι δὲ τῶν ζῴων ὁ ἄνθρωπος· κτῆμα ἄρα ἐστὶ τῶν ζῴων. ἐνταῦθα γοῦν ἐρωτηθέντος κολοβῶς τοῦ προβλήματος συνέβη ὁ παραλογισμός· ἔδει γὰρ εἰπεῖν ‘ἆρ’ ὃ ἂν ᾖ Ἀθηναίων κτῆμα, κτῆμά ἐστιν Ἀθηναίων, καὶ ὃ Λακώνων κτῆμα, κτῆμα τούτων·’.

[*](1 ante πᾶν add. καὶ a 2 post τοιοῦτον add. ἤγουν Α 2. 3 ὁ ἵππος τετράπους ὢν οὐ δίχηλός ἐστιν. οὐκ ἄρα πᾶν ὃ ἄν τοιοῦτον δίχηλόν ἐστιν Α 3. 4 δίχηλόν ἐστι—τοιοῦτον] λόγος ἐστὶν ἐκ παραβολῆς καὶ ὁμοιότητος λεχθεὶς A 4 post εἶπε add. τὸ Α 6 an δὴ? τετραπόδου I 7 δέδωκα Α 8 διὰ delevi cf. a36. 8. 9 ὡς οὐκ ἔδειξεν οὐδὲ συνελογίσατο Α 10 τὴν διαίρεσιν a: om. Ι 17 ἢ (ante ναὶ) al: τὸ Α 19 post κολοβῶς add. καὶ ἐλλιπῶς Α post utrumque ἢ add. τὸ Α 20 περὶ τούτου a εἰσι Α 20. 21 συμνημονευόμενα a 22. 23 ὁ ἄνθρωπος ἄρα—ἐστί post 23. 24 τὸ κτῆμα habet A 23 ἀνάγκη, sed post κἀνταῦθα Α: ἀναγκάζει al 24 ἀθηναίων ἐστίν Α 25 ἔσται al: ἐστὶ A 26. 27 post κολοβῶς add. καὶ ἐλλιπῶς Α 27 post εἰπεῖν add. οὕτως Α 29 τούτων] Λακώνων ἐστὶν; ὅταν δὲ λέγης ὅτι ὁ ἄνθρωπος τῶν ζώων ἐστὶν, οὐ τὸ κτῆμα δεῖ συνεπινοεῖν· ἀλλ’ ὅτι εἶδος τοῦ ζώου ἐστὶν ὁ ἄνθρωπος Α)
133
[*](p. 176b 8)

Ὅταν δὲ δυεῖν ὄντοιν.

Τοῦτο δῆλον ἔσται, εἰ ἀναμνησθείημεν ὧν εἶπεν ἐν τῷ ἐλέγχῳ τῷ γινομένῳ παρὰ τὸ ἑπόμενον. εἶπε δὲ ἐκεῖσε ὅτι τῷ μὲν γενομένῳ ἕπεται τὸ ἀρχὴν ἔχειν καὶ ὄντος τοῦ γενομένου ἐξ ἀνάγκης ἐστὶ καὶ τὸ ἀρχὴν ἔχειν· εἰ γὰρ γέγονε, καὶ ἀρχὴν ἔσχεν· οὐ μὴν εἰ ἀρχὴν ἔχει, καὶ γέγονε· πολλαχῶς γὰρ ἡ ἀρχή. ἐπὶ τούτων δεῖν φησιν ἐρωτώμενον τὸ μὲν μερικώτερον (τοῦτο γὰρ εἶπεν ἔλαττον) διδόναι καὶ συγχωρεῖν· ἀληθὲς γάρ· τὸ δὲ ἕτερον μὴ διδόναι· τοῦτο γὰρ δεῖ προσυπακούειν. ἔλαττον δὲ καὶ μερικώτερον τὸ γεγονὸς τοῦ ἀρχὴν ἔχειν, ὡς καὶ ὁ ἄνθρωπος τοῦ ζῴου· ἀνθρώπου μὲν γὰρ ὄντος ἔστιν ἐξ ἀνάγκης καὶ ζῷον, ζῴου δὲ ὄντος οὐκ ἐξ ἀνάγκης καὶ ἄνθρωπος. τοῦτο γοῦν ἅτε καθόλου ὂν οὐ συγχωρητέον· τοῦτο γὰρ δηλοῖ τὸ ἐρωτώμενον πότερον δεῖ τὸ ἔλαττον διδόναι, ἤγουν σχηματισθείσης τῆς ἐρωτήσεως κατὰ τὸ πότερον δεῖ διδόναι τὸ μερικόν. ὁμοίως δὲ καὶ ἐπὶ ὅρων καὶ συλλογισμῶν τὰ ἐλάττονα καὶ μερικὰ συγχωρητέον ἀεί· χαλεπώτερον | γὰρ ἐκ πλειόνων, ἤτοι μερικωτέρων, [*](f. 42v) συλλογίσασθαι· ἄνευ γὰρ τοῦ καθόλου, ὡς ἐμάθομεν, συλλογισμὸς οὐ γίνεται. εἶπε δὲ τὸ μερικώτερον πλείονα, ἢ διότι συνθετώτερόν ἐστι καὶ ἐκ πλειόνων ὁ γὰρ ἄνθρωπος ἐκ πλειόνων μᾶλλόν ἐστιν ἤπερ τὸ ζῷον· ἔχει γὰρ καὶ τὰ τοῦ ζῴου, οἷον τὴν οὐσίαν, τὸ ἔμψυχον καὶ τὸ αἰσθητικόν· ἔχει δὲ καὶ τὸ λογικὸν καὶ τὸ ἐπιστήμης δεκτικόν, ἅπερ τὸ ζῷον οὐκ ἔχει), ἢ εἶπεν αὐτὸ πλείονα, ὅτι τὸ καθόλου τρόπον τινὰ ἕν ἐστι, τὰ δὲ μερικὰ πλείονα. καλλίων δὲ ἡ προτέρα ἐξήγησις.

[*](p. 176b 11)

Ἐὰν δ’ ἐπιχειρῇ ὅτι τῷ μέν.

Εἴρηται ἐν τοῖς τόποις ὅτι, εἰ τῷ γένει ἐστὶν ἐναντίον, καὶ τῷ τοῦ γένους εἴδει ἀνάγκη εἶναι εἶδος ἐναντίον· τῇ γὰρ ἀρετῇ γένει οὔσῃ [*](1 δυοῖν a Arist. 2 εἶπεν] c. 6 p. 168b37 sq. 3 ἐκεῖσε, ὅτι Α: om. al μὲν om. Α ἕπεται Α: ἕπεσθαι al 5 ἔχει al: ἔσχε Α: εἶχε b 6 ἐρωτώμενον a: ἐρωτωμένους Α: compend. I 7. 8 εἶπεν—τοῦτο γὰρ om. Α 10 ἐξανάγκης ἐστὶ Α 11 post ἀνάγκης add. ἐστὶ Α 12 δεῖ—διδόναι] ἢ καὶ οὕτως εἰπεῖν διὰ πλείω σαφήνειαν· εἰ γοῦν δύο εἰσὶ τινὰ, ὧν τὸ μὲν ἡγούμενον ἐστὶ καὶ μερικώτερον, τὸ δὲ ἑπόμενον καὶ καθολικώτερον, ἐὰν τὸ καθόλου ἐρωτώμενον κατὰ τὸ πότερον Α 13 post πότερον add. ἤγουν ἐν τῶ λέγειν τὸ πότερον Α post διδόναι add. καὶ συγχωρεῖν τὸ ἔλαττον, ἤγουν Α pobt μερικόν add. ἀλλ’ οὐ τὸ καθόλου Α 14 δὲ καὶ a: δὲ I: καὶ Α 15. 16 γάρ ἐστι συλλογίσασθαι ἐκ πλειόνων, ἤγουν ἐκ μερικῶν ἄνευ τοῦ καθόλου τι προσλαβεῖν· ὡς γὰρ ἐμά- θομεν, ἄνευ τοῦ καθόλου Α 15 ἤτοι I: ἤγουν a 17. 18 λέγει δὲ τὰ μερικὰ πλείονα ὡς συνθετώτερα καὶ ἐκ πλειόνων συγκείμενα Α 17 συνθετώτερόν v: συνθετώτερά a: compend. I 18 ἐκ prius v cf. Α: om. al μᾶλλον om. A ἤπερ al: πρὸ Α 19 ὁ γὰρ ἄνθρωπος οὐ μόνον ἔχει τὰ τοῦ ζώου Α καὶ alt. om. Α 19.20 ἀίσω I 20 ἔχει δὲ al: ἀλλά Α τὸ λογικὸν καὶ θνητόν· καὶ τὸ νοῦ καὶ ἐπιστήμης Α 20. 21 ἅπερ—ἔχει om. Α 21 ἢ πλείονα εἶπε τὸ μερικόν A 23 τῶν I 24 ἐν τοῖς τόποις] IV 3 p. 123a20 sq. γένει οὔσῃ scripsi: γένος οὔσῃ al: γένους οὔσης v)

134
καὶ ἐναντίας οὔσης αὐτῇ τῆς κακίας καὶ τῳ τῆς ἀρέτης εἴδει, τῇ ἀνδρείᾳ, ἐστὶν ἐναντία ἡ δειλία. τούτου οὕτως ἔχοντος, εἴ τις ἀληθῶς ἔδειξε τῆς ψυχῆς μὴ εἶναι γένος τὴν ἁρμονίαν διὰ τὸ τῇ μὲν ἁρμονίᾳ εἶναι ἐναντίον τὴν ἀναρμοστίαν, τῇ δὲ ψυχῇ οὐσίᾳ οὔσῃ μὴ εἶναι ἐναντίον τι, ῥητέον, φησίν, ὅτι ἔστι καὶ τῇ ψυχῇ ἐναντίον, ἀλλ’ οὐ κεῖται ὄνομα αὐτῷ, ἔστι δὲ ἀνώνυμον.

[*](p. 176b 14)

Ἐπεὶ δὲ ἔνια μὲν ὧν λέγουσιν οἱ πολλοί.

Έπεί, φησί, τὸν μὴ συγχωροῦντά τινα ὧν οἱ πολλοὶ λέγουσι ψεύδεσθαι φάσκουσι, ἔνια δὲ οὐ συγχωροῦντα, οἷον ὅσα εἰσὶν ἀμφίδοξα, οὐ λέγουσι ψεύδεσθαι, ὡς καὶ τὸ περὶ τῆς ψυχῆς τῶν ζῴων ἔχει, ἐν τοῖς ἀμφιδόξοις οὖν τούτοις οὐ δεῖ ἁπλῶς ἀποκρίνεσθαι (τοῦτο γὰρ λείπει) ἀλλὰ σκοπεῖν ὅπως βούλεται ὁ ἐρωτῶν, ἵνα αὐτὸς μὴ λάβῃς αὐτό. οἷον εἰ ἔστι πρόβλημα ‘ἆρα ἡ ψυχὴ θνητὴ ἢ ἀθάνατος;’, ἐπεὶ τοῦτο ἀμφίδοξον, δοξον, σκόπησον ὃ βούλεται ὁ ἐρωτῶν, καὶ αὐτὸς δὸς τὸ ἕτερον· οὐδεὶς γὰρ ὁ μεμψόμενός <σ᾿> οἷον βούλει τῶν ἀμφιδόξων λέγοντα. ἐν δὲ τῆ ὡς εἴρηται, τῇ ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι, λείπει τὸ ἱέν τούτοις δεῖ μὴ συγχωρεῖν’· ἔστι γὰρ τὸ πλῆρες ‘ἐν οἷς οὖν ἄδηλον ποτέρως εἴωθε λέγεσθαι, οὐ δεῖ συγχωρεῖν τὸ ναὶ ἢ τὸ οὔ, ἀλλ’ ἀπλῶς λέγειν ὅτι ἄδηλον τὸ προτεινόμενον’. λέγει δὲ λέγεσθαι γνώμας καὶ τὰς ἀληθεῖς δόξας, ὁποῖαί εἰσιν αἱ δοκοῦσαι ‘‘πᾶσιν ἡ τοῖς πλείστοις ἢ τοῖς σοφοῖς, καὶ τούτοις ἢ πᾶσιν ἢ τοῖς πλείστοις ἢ τοῖς μάλιστα γνωρίμοις”, περὶ ὧν ἐν τῷ πρώτῳ τῶν τοπικῶν εἴρηται, καὶ τὰς ὅλας ἀποφάσεις, λέγων ὅλην ἀπόφασιν τὴν καθόλου ἀπόφασιν, οἷον τὴν οὐδείς.

[*](p. 176b 20)

Ἔτι οὗ τὸ ἀληθὲς ἀμφιδοξεῖται.

Ἐφ’ ὧν, φησίν, οὐκ ἔστι τὸ ἀληθὲς ὁμολογούμενον ἀλλ’ ἀμφιδοξούμενον, μάλιστά τις μεταφέρων καὶ μεταλαμβάνων τὰ ὀνόματα πρὸς τὸ χρήσιμον αὐτῷ διαλάθοι ἄν. εἰ γὰρ ἀληθὲς μέν ἐστι τὸ τὴν ψυχὴν ἐξ ἑαυτῆς κινεῖσθαί τε καὶ αὐτοκίνητον εἶναι, ἀμφιδοξεῖται δὲ καὶ ἐπίσης φαίνεται καὶ κινεῖσθαι ἐξ ἑαυτῆς καὶ μὴ κινεῖσθαι (οὐδὲν γὰρ κωλύει ἐφ’ οὗ τις μὴ ἔχει ἀκριβῆ κατάληψιν, ἐπίσης νομίζειν καὶ ὅτι οὕτως καὶ ὅτι οὐχ οὕτως), ἂν μεταφέρῃ τὸ τῆς κινήσεως ὄνομα ὁ ἀποκρινόμενος εἰς τὴν ἀκινησίαν καὶ φησὶν ὅτι ἡ ψυχὴ ἀκίνητός ἐστιν, ἀλλ’ [*](9 συγχωροῦντα scripsi: συγχωροῦνται a: compend. I 15 γάρ σοι μέμψοιτο ἐπὶ τῶν ἀμφιδόξων λαμβάνοντι οἷον βούλει Α σ’ addidi λέγοντα a compend. Ι 18 inter τὸ et ναὶ spat. 3 —4 litt. I 19 λέγειν AI: λέγει a γνώμας δὲ ὡς λέγει καλοῦσι τὰς Α 20 δόξας, ἤγουν τὰς δοκούσας Α 20. 21 σοφοῖς—πλείστοις Α 21 καὶ τῶν σοφῶν τοῖς πᾶσιν Α 22 ἐν τῷ πρώτῳ τῶν Τοπικῶν] c. 1 p. 100b 21—23 ἄλλας, ut videtur, Ι pr. 27 αὐτοῦ Α 28. 29 ἀμφιδοξεῖται δὲ καὶ a: ἀμφιδοξεῖ δὲ τὸ I 30 μὴ, quod post κωλύει collocant aAI, transposui 31 μεταφέρει a 32 τὴν oin. Α φῆ Α ἀκίνητος Α: ἀθάνατος al ἐστιν om. Α)

135
οὐχ ὡς σὺ ἤρου κινουμένη, οὐ δόξει σοφίζεσθαι καὶ σοφιστικῶς ἀποκρίνεσθαι. νεσθαι. δειχθείη δ’ ἄν ἡ ψυχὴ διὰ μὲν τοῦ αὐτοκινήτου ἀθάνατος, θνητὴ δὲ διὰ τοῦ ἐναντίου· εἰ γὰρ μὴ κινεῖται, οὐδὲ χωρίζεται τοῦ σώματος, καὶ εἰ μὴ χωρίζεται, ἐστὶ θνητή. ἢ λέγοι ἂν διὰ τοῦ μεταφέρειν τὸ μεταφοραῖς χρῆσθαι· εἰ γάρ τις θείη τὴν ψυχὴν θνητήν, χρήσεται δέ] τις μεταφορᾷ καὶ εἴπῃ ‘εἰ ἡ ψυχὴ ἁρμονία ἐστὶ ζωὴ οὖσα’, ὡς ὁ Πλάτων’ ἐν τῷ Φαίδωνι πεποίηκεν, ‘οὐκ ἂν γένοιτό ποτε ἀναρμοστία, ἤτοι θάνατος· εἰ γὰρ ἡ ψυχὴ ζωὴ οὖσα ἁρμονία ἐστίν, πάντως ὁ θάνατος ἀναρμοστία ἐστίν· εἰ δὲ ἡ ἁρμονία μὴ γίνεται ἀναρμοστία, πάντως οὐδὲ θάνατος· ἀθάνατος ἄρα ἡ ψυχή’. καλλίων δὲ ἡ προτέρα ἐξήγησις διὰ τὰ εὐθὺς ἐπενηνεγμένα· λέγει γὰρ ἔτι ὅσα ἄν τις προαισθάνηται τῶν ἐρωτημάτων, προενστατέον. τῷ ἀποκρινομένῳ ταῦτα πάντα παρεγγυᾶται, | πῶς δῆτα τὰς [*](f. 43r) ἀποκρίσεις ποιουμένῳ οὐκ ἔσται αὐτῷ συμποδισμὸς καὶ ἀπάτη· λέγει γοῦν καὶ ταῦτα τῆς ἄνωθεν ἐννοίας ἐξηρτημένα. ἔστι δὲ τοιοῦτος τῶν λεγομένων ὁ νοῦς· ὅταν τινὰ ἐρωτῶνται, οἶδεν δὲ ὁ ἀποκρινόμενο·ς αὐτὰ δὴ τὰ ἐρωτώμενα ἀμφίδοξα εἶναι, προαγορευέτω καὶ λεγέτω μὴ οὕτως ἔχειν, ὡς ὁ ἐρωτῶν τίθησιν, ἀλλὰ ἐναντίως· οὕτω γὰρ ποιῶν καὶ μόνον οὐχὶ ἐπιστομίζων διὰ τοῦ λέγειν ‘οὐχ οὕτως ἔχει ὡς σὺ φῄς, ἀλλὰ μᾶλλον τὸ ἐναντίον’ κωλύσειε τὸν ἐρωτῶντα ὃ βούλεται συμπεράνασθαι.

[*](p. 176b 29)

Ἐπεὶ δ’ ἐστὶν ἡ μὲν ὀρθὴ λύσις ἐμφάνισις ψευδοῦς συλλογισμοῦ.

Μέλλων χωρῆσαι εἰς τὸ παραδοῦναι ἡμῖν μέθοδον δι’ ἧς ἄν δυναίμεθα μεθα διαλύειν τὰ σοφίσματα, εἴτε καθ’ ὁμωνυμίαν εἰσὶν εἴτε κατ’ ἀμφιβολίαν ἢ καθ’ ἕτερόν τινα τρόπον τῶν ἀπηριθμημένων δέκα καὶ τριῶν, ἀνάγει τὸν λόγον ἐπὶ τὸ καθολικώτερον. καὶ φησὶν ὅτι, ἐπεὶ πᾶς συλλογισμὸς σοφιστικὸς ἢ παρὰ τὴν ὕλην ἐστί, τὰς προτάσεις ἔχων ψευδεῖς, ἢ παρὰ τὸ σχῆμα καὶ κατὰ τοῦτο ὢν ἀσυλλόγιστος, τοῦ μὲν κατὰ τὸ σχῆμα ὄντος ἐρρωμένου ψευδεῖς δὲ τὰς προτάσεις ἔχοντος δεῖ ἀναιρεῖν μίαν τῶν κειμένων προτάσεων, παρ’ ἣν τὸ ψεῦδος, ἢ εἰ τύχοι καὶ ἀμφοτέρας, ἀλλὰ μᾶλλον τὴν μείζονα, ὡς πολλάκις εἰρήκαμεν, καὶ διαλύειν οὕτως αὐτόν, τοῦ δὲ τὸ σχῆμα ἡμαρτημένον ἔχοντος τὴν ἀσυλλογιστίαν αὖθις ἀπελέγχειν καὶ οὕτω καὶ αὐτὸν ἀνατρέπειν. ὁ πᾶς μὲν οὖν τῶν λεγομένων σκοπὸς τοιοῦτός ἐστιν. ἐπιέναι δὲ παροδικῶς καὶ τὴν λέξιν οὕτως ἔστιν. ἐπεὶ ἡ ὀρθὴ ἐμφάνισις καὶ ἀπόδειξις τοῦ ἀπλῶς σοφιστικοῦ συλλογισμοῦ [*](1 σὺ ἤρου om. in spatio 5 fere litt. Α σοφίσεσθαι a 2 αὐτοκίνητος a 3. 4 τοῦ σώματος χωρίζεται· εἰ δὲ μὴ χωρίζεται, συμφθείρεται τούτω. ἢ Α 5 δέ delevi τις alt. om. b 6 7 ἐν τῷ Φαίδωνι] c. 36 sqq. 7 ἤτοι Al: ἤγουν a 9 ἡ 0111. A γίνεται AI: γένοιτο a 10 προτέρα Al: πρώτη a 12 δὴ Α 14 ἔτι a 14 ἐρωτῶνται scripsi: ἐρωτῶντα al δὲ I: om. a 16 προαγορευέτω I: προσαγορευέτω a 17 μονονουχὶ a: μονονοὺ I 18 τοῦ a: τὸ I 24 δεκατριῶν Α 27 καὶ deleverim 28 ἐρρωμένου aA: ἐρωτωμένου I 30 πολλάκις] velut p. 120,18 aA: εἰρήκειμεν I 32 ὅ, πως a τοῦ λεγομένου Α 34 ἀπόδειξις AI: ἀπόδοσις a)

136
αὕτη ἐστί, τὸ δεῖξαι παρὰ ποίαν τῶν προτάσεων συμβαίνει τὸ ψεῦδος, τὴν μείζονα ἢ τὴν ἐλάττονα, ὁ δὲ ψευδὴς συλλογισμός ἐστι διττός, ὁ μὲν τὸ σχῆμα ἐρρωμένον ἔχων, ὡς ὁ λέγων ‘ὁ λίθος παντὶ ζῴῳ, τὸ ζῷον παντὶ ἀνθρώπῳ’ καὶ συλλογιζόμενος ἐκ τῆς πᾶς καὶ πᾶς ψευδές τι συμπέρασμα, τὸ πάντα ἄνθρωπον εἶναι λίθον, ὁ δὲ παρὰ τὸ σχῆμα λαμβανόμενος ἀληθευουσῶν θευουσῶν τῶν προτάσεων, ὡς ὁ ἐκ δύο καταφατικῶν ἐν δευτέρῳ σχήματι τὸν ἄνθρωπον ἵππον εἶναι συμπεραινόμενος, ὅστις καὶ μὴ ὢν συλλογισμὸς δοκεῖ εἶναι τοῖς ἰδιώταις, εἴη ἂν τοῦ οὕτως συλλογιζομένου συλλογισμοῦ λύσις ἥ τε νῦν εἰρημένη (εἰρημένην δὲ νῦν λύσιν λέγει τὴν προσεχῶς ῥηθεῖσαν, τὴν ὅτι οὐ συλλελόγισαι, ἀλλ’ ἀσυλλόγιστος εἶ διὰ τὸ ὁμώνυμα ἢ ἀμφίβολα εἶναι τὰ ἠρωτημένα ἤ τι τοιοῦτον, ἢ ὅτι ἐκ δύο μερικῶν συλλογίζῃ ἢ ἐκ δύο ἀποφατικῶν ἤ τι τοιοῦτον) καὶ ἡ διόρθωσις τῆς οὐ καλῶς ληφθείσης προτάσεως, παρ’ ἣν τὸ ψεῦδος συνάγεται. ὥστε ἔσται λύειν τοὺς τοιούτους συλλογισμοὺς τοὺς μὲν συλλελογισμένους ἀνελόντα, τοὺς δὲ φαινομένους διελόντα. τὸ δὲ τοὺς φαινομένους διελόντα λύειν ἴσον ἐστὶ τῷ ἀναλύοντα εἰς τὰς προτάσεις ὁρᾶν πῶς ἐλήφθησαν, καὶ πότερον ὁμώνυμά ἐστι τὰ ἠρωτημένα ἢ ἄλλον τινὰ τρόπον, ἐξ ὧν οἱ παραλογισμοὶ γίνονται. καὶ τοὺς μὲν συλλελογισμένους καὶ τὸ ἴδιον τοῦ σχήματος ἐν ᾧ συνελογίσθησαν φυλάττοντας ἀναιρετέον δεικνύντας τὸν τρόπον τοῦ παραλογισμοῦ, τοὺς δὲ ἀσυλλογίστους διαιροῦντας καὶ δεικνύντας ὅτι αἱ δύο καταφατικαί εἰσιν ἐν δευτέρῳ σχήματι ἤ τι τοιοῦτον. διὰ μὲν οὖν τῶν μέχρι τοῦ νῦν εἰρημένων περί τε τοῦ κατὰ τὸ σχῆμα ἡμαρτημένου καὶ περὶ τοῦ κατὰ τὴν ὕλην ψευδομένου διελάμβανε· νῦν δὲ περὶ μόνου τοὐ τὸ σχῆμα μὲν ἐρρωμένον φυλάττοντος τῆς δὲ ἀληθείας ἐκπίπτοντος τὸν λόγον ποιεῖται. καὶ φησὶν ὅτι, ἐπεὶ τῶν τοιούτων συλλογισμῶν οἱ μὲν ἀληθὲς ἔχουσι τὸ συμπέρασμα, ὡς οἱ λέγοντες ‘ὁ ἄνθρωπος λίθος, ὁ λίθος ζῷον, ὁ ἄνθρωπος ἄρα ζῷον’, οἱ δὲ τὸ συμπέρασμα ψευδὲς ἔχοντες δῆλοι, τοὺς μὲν κατὰ τὸ συμπέρασμα ψευδομένους διττῶς ἔστι λύειν· καὶ γὰρ ὅταν [μὲν] τὸ συμπέρασμα ᾖ, ἐξ ἀνάγκης καὶ αἱ προτάσεις ψευδεῖς εἰσιν. ἀναιρεθήσεται οὖν ἐν τοῖς τοιούτοις συλλογισμοῖς καὶ τὸ συμπέρασμα καὶ αἱ τὸ τοιοῦτον συνάγουσαι | προτάσεις συμπέρασμα. τοὺς δὲ κατὰ τὰς προτάσεις ψευδομένους [*](f. 43v) μοναχῶς ἔστι λύειν· ἐπεὶ γὰρ καὶ ἐκ ψευδῶν συνάγεται ἀληθές, ἐν τοῖς τοιούτοις αἱ προτάσεις ἀναιρεθήσονται, οὐ μὴν καὶ τὸ συμπέρασμα· τοῦτο γὰρ ἀληθές. ὥστε τοῖς βουλομένοις λύειν τοιοῦτον συλλογισμόν, σοφιστικὸν δηλονότι, πρῶτον μὲν σκεπτέον ὅτι κατὰ τὸ σχῆμα ἡμάρ- [*](3 ἐρωτώμενον ut p. 135,28 I 5 λαμβανόμενος] λάμβαν’ in ras., ut videtur, Α 6 ὁ AI: om. a 9 λύσιν ex θύσιν corr. Ι1 λέγει λύσιν Α 10 συλλελόγισαι Α: συλλελόγισται al εἶ Α: ἦ al 10. 11 ὁμώνυμον ἡ ἀμφίβολον I pr., corr. I1 11. 12 ἡ ὅτι—τοιοῦτον om. I 14 ἔσται AI: ἐστὶ a ante λύειν add. τὸ al: om. Α 16 διελόντα] α corr., ut videtur, I ἀναλύοντα Α: ἀναλύοντι al 18 μὲν Α: om. al 19 ἀναίρετον a 20.21 διαιροῦντα καὶ δεικνύντα Α 24 μὲν om. Α 25 ἀληθείας Α: ἀκριβείας al ἐκπίπτοντας a 29 μὲν delevi 31 καὶ prius superscr. P 36 immo εἷ sive εἴ τι)
137
τηται ἢ κατὰ τὴν ὕλην. καὶ εἰ κατὰ τὴν ὕλην τυχὸν εἴη τὸ αἴτιον, ζητητέον πότερον ἐν ταῖς προτάσεσιν ἔχει τὸ ψεῦδος ἢ ἐν τῷ συμπεράσματι. εἰ μὲν οὖν ἐν τῷ συμπεράσματι, καὶ ἐν ταῖς προτάσεσιν ἐξ ἀνάγκης, οὐ μὴν τὸ ἀνάπαλιν. ζητητέον δὲ ταῦτα, ὅπως, εἰ μὲν εἴη κατὰ τὸ σχῆμα ἡμαρτημένος, διελόντες αὐτὸν λύσωμεν, εἰ δὲ παρὰ τὴν ὕλην, ἀναίρεσιν τῆς ψευδοῦς προτάσεως ποιησάμενοι. τὸ γὰρ ὅπως ἢ διαιροῦντες ἢ ἀναιροῦντες λύωμεν, τὸ μὲν διαιροῦντες ἀντὶ τοῦ ’ἀναλύοντες εἰς τὰς προτάσεις’, ὥσπερ καὶ τὸ ἀναιροῦντες ὧδε ἢ ὧδε ἀντὶ τοῦ ‘ἢ τὸ συμπέρασμα μόνον ἢ τὸ συμπέρασμα καὶ τὰς προτάσεις’.