In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 175b 28)

Οὐ μὴν ἀλλ’ ἐπειδὴ ἄδηλος μέν ἐστι.

Νῦν διδάσκει ὅτι δεῖ τὸν ἀποκρινόμενον ἐρωτώμενόν τι ὁμώνυμον διαίρεσιν αὐτοῦ ποιεῖσθαι καὶ ἐρωτᾶν ἐφ’ οὗ τῶν σημαινομένων ἐρωτᾷ τοῦτο ὁ ἐρωτῶν· εἰ γὰρ μὴ οὕτως ποιήσει, ἄδηλός ἐστι, κἄν τε ἐλήλεγκται, κἄν τε οὔ. οὐκοῦν ἐπειδὴ ἄδηλός ἐστιν εἰ ἐλέγχεται ὁ μὴ διαίρεσιν τοῦ ὁμωνύμου ἢ ἀμφιβόλου λόγου ποιούμενος, δέδοται δὲ τῷ ἀποκρινομένῳ τὸ διελεῖν, εἰ μὴ οὗτος, ὁ ἀποκρινόμενός [ὄ] φημι, διορίζει τὸ ἐρωτώμενον, ἤγουν μὴ διαιρεῖ ἀλλ’ ἀπλῶς λαμβάνει, ἁμαρτάνει καὶ αὐτὸς ἑαυτῷ τοῦ φαινομένως ἐλέγχεσθαι αἴτιός ἐστι. συμβαίνει δ’ ἐντεῦθεν, καὶ εἰ μὴ αὐτὸς ἐλήλεγκται, τόν γε λόγον αὐτοῦ ἐληλέγχθαι· οἷον εἰ ἐρωτηθείη τις ‘ἆρά γε ὁ κύων καύματα ποιεῖ;’, εἶτα ὁ ἀποκρινόμενος εἴπῃ ναὶ πρὸς τὸν ἀστρῷον | ἀποβλέψας, μὴ διέληται δὲ τὰ τοῦ κυνὸς σημαινόμενα, f. 41r αὐτὸς μὲν δοκεῖ μὴ ἐλέγχεσθαι ὡς τὸν ἀστρῷον δοὺς καύματα ποιεῖν, [*](4 an αὐτὸς? 5 οὐδὲ Α Arist.: οὐ al 7 κεκαλυμμένως I δὲ alterum om. Α 8. 9 ἀναφέρηται a 10 ὀφείλειν a: ὀφείλει AI ὑμεῖς corr. Α1: ἡμεῖς al, Apr. 11 τούτους A ἐπάγετε AI: ἐπάγεται a 12 τῶ, ut videtur, I pr.: τοῖς corr. I1 προτάσεων aA: προτέρων I 14 θατέρῳ a Arist.: θατέρων Α: compend. I 15 τῶ συμπεράσματι—ταῖς προτάσεσι Α 18 ἐπειδὴ a Arist.: ἐπεὶ I 19 ὅτι al: ὡς Α 19. 20 ὁμώνυμον ἡ ἀμφίβολον, διαιρεῖν αὐτὸ καὶ Α ἐπὶ ποίου Α 20 ἐρωτᾶ τοῦτο A: δέδωκεν al 21 post ποιήσει add. καὶ διαιρήσει ἥν ἀμφιβολίαν ἡ τὸ ὁμώνυμον Α ἄδηλον Α an ἔσται? 21. 22 εἴτε ἐλέγχεται, εἴτε καὶ μή Α 22 τε I: om. a 23 ἡ τὴν ἀμφιβολίαν τοῦ λόγου A δέ Av: om. al post δὲ add. ἐν τοῖς λόγοις καὶ ταῖς διαλέξεσι Α 24 ὅ delevit v 26 φαιωομένως A, qui variat in reliquis, V: φαινομένου al καὶ scripsi cf. p. 109,21 n.. ὡς al 27 τόν γε scripsi cf. b32: τόν δε (sic) al 28 γε om. Α 29 μὴ διελὼν πρῶτον τὰ Α 30 post δοὺς add. τὰ Α)

128
ἡ δὲ διάλεξις αὐτοῦ καὶ ἀπόκρισις οὐκ ἄν τοῦτο ἐκφύγῃ ἅτε μὴ διελοῦσα. συμβαίνει δέ, φησί, πολλάκις συνορῶντα τὸν ἐρωτώμενον καὶ εἰδότα, ὅτι ὁμώνυμός ἐστιν ἢ ἀμφίβολος ὁ λόγος ὁ ἐρωτώμενος, μὴ ποιεῖσθαι διαίρεσιν τοῦ ἐρωτωμένου ὀκνοῦντα πρὸς τοῦτο καὶ ἀναδυόμενον, ἵνα μὴ δόξῃ δύσκολος εἶναι ἅτε συνεχῆ ποιούμενος τὴν διαίρεσιν· ἐπεὶ γὰρ οἱ σοφισταὶ σταὶ κατ’ ἐνδελεχισμὸν ἐρωτῶσιν ὁμώνυμα καὶ ἀμφίβολα τὰ ἐρωτήματα, εὐλαβεῖται ὁ ἀποκρινόμενος, ἵνα μὴ δόξῃ δυσχερής, εἰ ἅπαντα ἐπιχειροίη διαιρεῖν. εἶτα οἰομένων τῶν ἀποκρινομένων μηδὲν ἄτοπον ἐντεῦθεν συμβῆναι, βῆναι, εἰ χωρὶς διαιρέσεως δώσουσι τὸ ἐρωτώμενον, ἀπαντήσει τι πολλάκις παράδοξον. ὥστε φυλακτέον τῷ ἀποκρινομένῳ τοιαύτην ποιεῖσθαι ἀπόκρισιν, καὶ ἐπεὶ ἐφεῖται αὐτῷ διαιρεῖν τὰ ἐρωτώμενα, μὴ ὀκνητέον πρὸς τοῦτο.

[*](p. 175b 39)

Εἰ δὲ τὰ δύο ἐρωτήματα μὴ ἓν ποιεῖ τις.

Νῦν διδάσκει τὴν γένεσιν τῆς ὁμωνυμίας καὶ τῆς ἀμφιβολίας, καὶ φησὶν ὅτι ἀπὸ τοῦ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ταύτας γίνεσθαι· ὡς γὰρ ἐν ἐκείνῳ πλείω ὄντα τὰ ἐρωτώμενα ἓν ἔχει τὸ κατηγορούμενον, οὕτως καὶ ὧδε, εἰ καὶ ἕν ἐστιν ὄνομα, ἀλλ’ οὖν πλειόνων ἐστὶ σὴ μαντικόν. εἰ γοῦν μὴ ἦν ὁ τὰ πλείω ἐρωτήματα ἓν ποιῶν παραλογισμός, οὐκ ἄν ἦν ὁ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν· εἰ δὲ μὴ ἦν ἀμφιβολία ἢ ὁμωνυμία, ἢ ἀληθὴς ἔλεγχος ἐγίνετο ἢ οὐδ’ ὅλως ἐγίνετο. οἷον εἰ μὴ ἦν τὸ κύων ὄνομα πολλῶν σημαντικόν, ἀλλ’ ἕν τι ἐδήλου, οἷον τὸν ἀστρῷον μόνον, εἰ ἠρωτήθη τις ‘ἆρα ὁ κύων ὑλακτεῖ;’, ἀπέφησε δὲ ὁ ἐρωτώμενος, ἠλέγχθη ἂν κυρίως οὐχί· ἐπεὶ γὰρ μόνον τὸν ἀστρῷον ὁ κύων σημαίνει, εἰ ἐρωτηθείη ἆρα ὑλακτεῖ;’ καὶ ἐρεῖ ὅτι οὐχί, οὐδ’ ὅλως ἐλήλεγκται· εἰ δὲ κατέφησεν, ἠλέγχθη ἄν. πῶς δὲ ὁ ὁμώνυμόν τι ἐρωτῶν πλείω ἐρωτήματα ἐρωτᾷ, δείκνυσι. τί γὰρ διαφέρει τὸ εἰπεῖν ‘ἆρα ὁ Καλλίας καὶ ὁ Θεμιστοκλῆς μουσικοί εἰσι;’ τοῦ εἰπεῖν ‘ἆρα ὁ κύων ὑλακτεῖ;’· ἐπὶ ἀμφοτέρων πλείω τὰ πράγματα· πᾶν γὰρ τὸ ἐρωτώμενον, εἰ μὴ ἀπλοῦν [*](1 ἡ δὲ ἀπόκρισις αὐτοῦ ἐλεγχθήσεται μὴ διελοῦσα τὸ ὁμώνυμον πρῶτον Α διάλεξις a: διάλυσις I 2 φησί om. Α τὸν ἐρωτώμενον συνορῶν Α 2. 3 ὡς ὁμώνυμόν ἐστι τὸ ἐρωτώμενον Α 4 τοῦ ἐρωτωμένου al: αὐτοῦ A καὶ ἀναδυόμενον om. Α 5 δύσερις εἶναι καὶ δύσκολος ὡς μὴ συνεχῆ Α 6 ἐνδελεχησμὸν I καὶ al: ἢ Α τὰ ἐρωτήματα om. Α 7 ὁ ἐρωτώμενος ἀεὶ διαιρεῖν, ἶνα Α post δόξῃ add. δύσερις εἶναι καὶ Α ἐπιχειροίη Α: ἐπιχειρείη al 8 οἰομένου τοῦ ἀποκρινομένου Α 8. 9 ἐκ τούτου συμβαίνειν Α 9 χωρὶς τοῦ διελεῖν τὸ ὁμώνυμον δώσει Α ἀπήντησέ Α 10. 11 τοιαῦτα ἀποκρίνεσθαι ἄνευ τοῦ προσδιορίσαι· ἐπεὶ γὰρ Α 11 προδιελεῖν τὴν ὁμωνυμίαν Α 12 post τοῦτο add. ἤγουν τὸ διαιρεῖν Α 14 τῆς alt. om. Α 15 ὅτι om. v ἀπὸ aA: om. I τοῦ Al: τῶν a 16 ἐρωτώμενα Al: ἐρωτήματα a 18 παραλογισμὸς ποιῶν Α post ἦν alt. add. καὶ Α 19 τὴν alt. om. A(T) post ἀμφιβολίαν add. παραλογισμός Α 20 ἔλεγχος ἐγίνετο I: iuv. ord. a 26 ἐρωτᾶν a 27 γὰρ I: δὲ a)

129
εἴη ἀλλ’ ὁμώνυμον καὶ πλείω δηλοῖ τοὐ ἑνός, ἐν ἐρωτήσει παραλαμ- βανόμενον πολλὰ ἐρωτᾷ.

[*](p. 176a 3)

Εἰ οὖν μὴ ὀρθὸν πρὸς δύο ἐρωτήσεις.

Ἐπειδὴ ἀνοίκειόν ἐστι τῆς διαλεκτικῆς τὸ πρὸς δύο ἐρωτήσεις μίαν ποιεῖσθαι ἀπόκρισιν, μηδὲ τῶν ὁμωνύμων λοιπὸν μία ἔστω ἀπόκρισις· ὡς γὰρ εἰρήκαμεν, ὁ ὁμώνυμον ἐρωτῶν πλείω ἐρωτᾷ. ἀλλ’ οὐδὲ ἐὰν κατὰ πάντων τῶν πραγμάτων τῶν ὑπὸ τοῦ ὁμωνύμου ὀνόματος σημαινομένων ἐστιν ἀληθὲς τὸ κατηγορούμενον. οἷον εἰ ἐρωτήσει τις ‘ἆρ’ ὁ Αἴας ζῷον δίπουν;’, τοῦτο ἀληθὲς μέν ἐστι καὶ κατ’ ἀμφοτέρων τῶν Αἰάντων, οὐ δεῖ δὲ ἀπόκρισιν μίαν ποιῆσαι, καὶ διὰ τὸν τῆς προτάσεως λόγον τὸν λέγοντα ‘μιᾷ ἐρωτήσει μία ἔστω ἀπόκρισις’ (ὦδε δὲ διτταὶ οὖσαι αἰ ἐρωτήσεις ἁπλῆν ἐπιδέχονται τὴν ἀπόκρισιν), καὶ ἵνα μὴ συνεθισθέντες μίαν ἀπόκρισιν διδόναι ἐπί τινων ἀληθῶν ἐρωτημάτων πολλῶν καὶ ἐπὶ ἄλλων μὴ τοιούτων πάθωμεν τοῦτο. οὐδὲν γάρ, φησί, διαφέρει τὸ ὁμώνυμόν τι ἐρωτῆσαι καὶ τὸ τοιαύτην προαγαγεῖν ἐρώτησιν, πότερον ὁ Κορίσκος καὶ ὁ Καλλίας οἴκοι εἰσὶν ἢ οὔ; κἄν γὰρ ἀληθὲς εἴη τὸ εἶναι αὐτοὺς οἴκοι, κἂν τὸ μή, ἀμφοτέρως πολλαὶ αἱ ἐρωτήσεις· οὐ γάρ, εἰ ἀληθὲς εἴη τὸ εἰπεῖν οἴκοι αὐτοὺς εἶναι, μία ἐστὶν ἡ ἐρώτησις.

[*](p. 176a 13)

Tοῦτο δ’ ὅμοιον ὡς εἰ καὶ τὸ αὐτὸ ὄνομα.

Τοῦτο, φησί, τὸ πολλὰ ἐρωτηθέντα ἐρωτήματα μίαν ἀπόκρισιν δοῦναι, ταὐτόν ἐστι τῷ ἐρωτηθέντα τι ὁμώνυμον (τούτου γάρ ἐστι δηλωτικὸν τὸ τὸ αὐτὸ ὄνομα τεθείη τοῖς ἑτέροις· διαφόροις γὰρ πράγμασι τὸ αὐτὸ καὶ ἓν ἐπίκειται ὄνομα), τὸ γοῦν πρὸς πολλὰ ἐρωτήματα ποιήσασθαι μίαν ἀπόκρισιν ταὐτόν ἐστι τῷ ἐρωτηθέντα τι ὁμώνυμον ἀπόκρισιν μίαν δοῦναι. ὥσπερ οὖν οὐ διαλεκτικοῦ τὸ πρὸς πολ|λὰ ἐρωτήματα μίαν ἀπόκρισιν [*](f. 41v) ποιεῖν, οὕτω καὶ τὸ πρὸς ὁμώνυμόν τι τὸ αὐτὸ ποιεῖν. εἰπὼν δὲ μὴ δεῖν ἐπὶ τῶν ὁμωνύμων τὸ ναὶ ἢ οὒ φάσκειν, τὴν αἰτίαν τοῦ μὴ ἀποκρίνεσθαι σθαι τὸν οὕτως ἀποκρινόμενον καὶ τὸ ναὶ ἢ τὸ οὒ λέγοντα τίθησιν. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. ἐπειδὴ πολλαχῶς λέγεται τὸ πρᾶγμα καὶ ἀδύνατόν [*](4 τοῖς διαλεκτικοῖς Α 4. 5 μίαν ἀπόκρισιν ἀποδοῦναι. τὸ ναὶ ἡ τὸ οὔ, δῆλον ὅτι οὐδὲ ἐπὶ τῶν ὁμωνύμων ἔσται μία Α 5 ἔστω I: ἔσται a 6 εἰρήκαμεν a: εἰρήκειμεν I: λέλεκται Α 8 εἴ τις ἤρετο A 9 τοῦτο] πολλὰ ἠρώτησε, κἂν Α μὲν om. Α καὶ om. Α post αἰάντων add. ἀλλὰ καὶ ὁ ἀποκριθεὶς τὸ ναὶ ἠλήθευσεν Α 9. 10 ἀλλ’ οὐ δεῖ ἀπόκρισιν ἀποδοῦναι μίαν πρὸς πλείω ἐρωτήματα καὶ διὰ Α 12 ἀπλῆν Ι: ἀπλῶς a συνεντιθέντες a 15 τὸ a: τὴν I προαγαγεῖν I: προσαγαγεῖν a 17 ἀμφοτέρως ex Arist. scripsi: ἀμφότερον a: compend. I αἱ I: om. a 18 ἡ I: om. a 20 ἐρωτήματα ἐρωτηθέντα A μίαν (ἀπόκρισιν inductum) ποιήσασθαι ἀπόκρισιν A 21 ἐρωτηθέντα v cf. vs. 24: ἐρωτηθέντι aAI 24 ἐρωτηθέντα Av: ἐρωτηθέντι al 25 πολλὰ ἐρωτήματα AI: πολλὰς ἐρωτήσεις a)

130
ἐστι πάντα, ὧν ἐστι τὸ ὄνομα σημαντικόν, διὰ τοῦ ναὶ ἢ τοῦ οὒ δηλῶσαι, εὔδηλον ὡς οὐκ ἀποκρίνεται· εἰ γὰρ ἐπ’ ἄλλου μὲν ὁ ἐρωτῶν ἤρετο, ὁ δὲ ἀποκρινόμενος ἐπ’ ἄλλου καταφήσει ἢ ἀποφήσει, οὐδὲν ἀπεκρίθη. οὐδὲ γὰρ ὁ εἰπὼν ἀπόκρισιν μίαν ἐπὶ τῶν ὁμωνύμων κυρίαν ἀπόκρισιν ἐποίησατο, ἀλλ’ εἴρηκε μέν τι καὶ ἔδοξε τοῖς πολλοῖς ἀπὸ τοῦ εἰπεῖν ναὶ ἢ οὔ, ἀπόκρισιν δὲ οὐ δέδωκεν. ἀπόκρισις γάρ ἐστιν, ὅταν, ὅ τις ἐρωτηθῇ, τοῦτο αὐτὸ ἢ δῷ ἢ ἀπαρνήσηται· ἄν δ’ ἄλλο μὲν ὁ ἐρωτῶν ἔρηται, ἄλλο δὲ ὁ ἀποκρινόμενος φήσῃ ἡ ἀποφήσῃ, εἴρηκε μέν τι καὶ οὕτως, ὥσπερ ἄν εἰ αὐτὸς προαιρούμενος εἶπεν, ἀπόκρισιν δὲ οὐ δέδωκε. τὸ δὲ ἀλλ’ ἀξιοῦνταί πως ἐν τοῖς διαλεγομένοις ἴσον ἐστὶ τῷ ‘ἀλλ’ εἰ καὶ μὴ κατὰ ἀλήθειαν ἀποκρίνονται ἐν τοῖς ὁμωνύμοις τὸ ναὶ ἢ τὸ οὒ λέγοντες, ὅμως ἀξιοῦνται, τουτέστι νομίζονται καὶ ὑπολαμβάνονται ὅτι ἀπόκρισιν ἐποιήσαντο’. νομίζονται δέ, φησίν, ἀποκρίνεσθαι διὰ τὸ λανθάνειν τοὺς ἀκροατὰς τὰ συμβαίνοντα, ἤγουν τὸ μιᾶς ἐρωτήσεως μίαν ἀπόκρισιν εἶναι καὶ τῶν πολλῶν πολλάς, ἢ μάλιστα διὰ τὸ λανθάνειν αὐτοὺς ὅτι ἐν τοῖς ὁμωνύμοις οὐκ ἔστιν ἀπόκρισις· τοῦτο γὰρ εἶπε συμβαῖνον· συμβαίνει γὰρ ἐν τοῖς ὁμωνύμοις τὴν νομιζομένην ἀπόκρισιν μὴ εἶναι ἀπόκρισιν. ὅπερ δὲ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν εἶπε, τοῦτο καὶ ἐνταῦθά σησιν, ὅτι πολλάκις ἀποκρίσεις δοτέον ψευδεῖς μᾶλλον ἢ ἀληθεῖς, εἴπερ εὐχερέστερον ταύτας ὁ ἐρωτῶν δέξαιτο· ἐπεὶ γάρ, φησίν, ὥσπερ ἔλεγχοί τινες οὐκ εἰσὶ μὲν ἀληθῶς, δοκοῦσι δὲ εἶναι, τὸν αὐτὸν δὴ τρόπον καὶ λύσεις εἰσί τινες οὐκ οὖσαι μὲν δοκοῦσαι δέ τισιν, ἃς καὶ προκομιστέον μᾶλλόν ποτε ἤπερ τὰς ἀληθεῖς· πρὸς τὸν πάντῃ γὰρ ἀνθιστάμενον, ὡς τὸ αὐτοῦ ἔχει παράγγελμα, διὰ πάντων δεῖ ἀντιτάττεσθαι. ἀλλὰ μηδὲ ἁπλῶς, φησίν, ἀποκρίνεσθαι δεῖ, ἀλλ’ ὅπερ καὶ αὐτὸς πολλάκις εἶπε, τὸ ‘ἴσως’ λεκτέον καὶ τὸ ‘ἔστω’ καὶ τὸ ‘δοκεῖ’· οὐδαμῶς γὰρ καὶ τούτων προσλεγομένων δυνήσεται γενέσθαι ὁ σοφιστικὸς ἔλεγχος· τοῦτον γὰρ καλεῖ παρεξέλεγχον λεγχον διὰ τὸ ἔξω εἶναι τοῦ κυρίως καὶ ἀληθῶς ἐλέγχου.

[*](p. 176a 27)

Έπεὶ δὲ πῶς αἰτεῖται τὸ ἐν ἀρχῇ δῆλον.

Έπειδή, φησί, δῆλόν ἐστι τί τὸ ἐν ἀρχῇ αἰτεῖσθαι, τότε δὲ οἰόμεθα τὸ ἐν ἀρχῇ αἰτεῖσθαι καὶ λαμβάνειν τὸν ἐρωτῶντα, ὅταν ᾖ σύν- [*](1 δηλῶσαι aA: δηλῶσν I 7 αὐτὸ AI: αὐτὸς a ἀπαρνήσηται Α: ἀπαρνήσεται I: ἀπαρνήσετο a ἔρηται Α: ἔροιτο al 8 φήσῃ ἡ ἀποφήσῃ aA: φήσει ἡ ἀποφήσει I 10 ἴσον ἐστὶ τῷ al: ἤγουν Α μὴ καὶ Α 11 ἀλήθειαν Α: ἀληθὲς a: ἀλη I 12 ἤγουν Α 12. 13 ὅτι ὅτι—φησίν om. Α ἐποιήσατο I 13 ἀποκριθῆναι Α 15 εἶναι al: δοῦναι Α 16. 17 συμβαίνει γὰρ al: ἤγουν τὸ Α 17 τὴν νομιζομένην ἀπόκρισιν om Α 18 δὲ om. Α post δὲ superscr. καὶ I ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν] c. 11 p. 161a24 sq. 22 καὶ Ι: om. a 24 αὐτοῦ I: αὐτὸ a οὐδὲ Α 25 post ἀποκρίνεσθαι add. λέγει a πολλάκις] cf. p. 169a17 (et p. 65,11 sq.), 177a21.22 27 γινέσθαι (sic) a 28 τὸ AI: τοῦ a ἀληθῶς καὶ κυρίως Α ἀληθοῦς a)

131
ἐγγὺς καὶ ταὐτὸν τὸ ἐρώτημα τῷ προβλήματι, λέγει ἐπὶ τῶν τοιούτων εὐθὺς ἀναιρεῖν ἔνια τῶν ἐρωτημάτων καὶ μηδ’ ὅλως συγχωρεῖν λέγοντος τοῦ ἀποκρινομένου τῷ ἐρωτῶντι τὸ ἐν ἀρχῇ αἰτεῖσθαι· ἐγγὺς γάρ εἰσι καὶ ταὐτὰ τὰ ἐρωτώμενα τῷ προκειμένῳ προβλήματι. οἷον εἰ προκειμένου συμπερανθῆναι τὴν ἡδονὴν ἀγαθὸν ἔροιτο ‘ἆρά γε ἡ χαρὰ ἀγαθόν;’, οὐ δοτέον, ἀλλὰ ῥητέον ὅτι τὸ ἐν ἀρχῇ αἰτεῖ. ἔτι ὅταν τις ἀξιοῖ τι συμπέρασμα ψευδές τε καὶ ἄδοξον, ὃ ἐξ ἀνάγκης ἐκ ψευδῶν συνήχθη προτάσεων (τὸ γὰρ ψευδὲς ἀεὶ ἐκ ψευδῶν), τοῦτο καὶ ἐπὶ τῶν προτάσεων ῥητέον, ὅτι ψευδεῖς ἢ ἄδοξοι αἱ προτάσεις αἱ τὸ τοιοῦτον συναγαγοῦσαι συμπέρασμα. τὰ γὰρ συμπεράσματα, ἅπερ αὐτὸς συμβαίνοντα εἶπε, τῆς αὐτῆς εἰσι θέσεως θέσεις δὲ λέγει νῦν τὰς προτάσεις)· ὁποῖαι γάρ εἰσιν αἱ προτάσεις, τάσεις, τοιαῦτα καὶ τὰ συμπεράσματα. ὥστε εἴπερ ἄδοξον τὸ συμπέρασμα, ῥητέον ὅτι καὶ αἱ προτάσεις ἄδοξοι.

[*](p. 176a 33)

Ἔτι ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθῇ.

Ως ἐν παραβολῇ λαμβάνεσθαι ὃ βουλόμεθα λαβεῖν ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν εἴρηκεν, ὅταν ὃ βουλόμεθα λαβεῖν οὕτως ἐρωτῶμεν ὡς οὐκ αὐτὸ θέλοντες ἀλλὰ δι’ αὐτοῦ ἄλλο βουλόμενοι λαβεῖν, οἷον βουλόμενοι τὴν ἐγκράτειαν λαβεῖν ὅτι ἀρετή ἐστι, μὴ εἴποιμεν ‘ἆρά γε ἡ ἐγκράτεια ἀρετή ἐστιν;’ ἀλλ’ ἆρά γε ὥσπερ ἡ ἐγκράτεια ἀρετή, οὕτως καὶ ἡ ἀνδρεία | καὶ ἡ δικαιοσύνη;’. εἰ οὖν καὶ ἐνταῦθα παραβολὴν τοῦτο λέγει, εἴη ἂν [*](f. 42r) τοῦτο λέγων, ὅτι ὅταν τὸ καθόλου μὴ ὀνόματι, τουτέστι μὴ αὐτὸ καθ’ αὑτὸ ληφθῇ μηδ’ ὡς δι’ αὑτό ὀνόματι γὰρ λαμβάνεταί τι, ὅταν τὸ ὄνομα αὐτόθεν αὐτὸ ληφθῇ, οἷον τῶν ἐναντίων μία ἡ ἐπιστήμη ἢ ἡ ἐγκράτεια ἀρετή, παραβολῇ δέ, ὅταν λόγῳ καὶ μὴ δι’ ἑαυτὸ ἀλλὰ ἄλλου χάριν), ὅταν οὖν τὸ καθόλου παραβολῇ ληφθῇ, ῥητέον ὅτι οὐχ οὕτως δέδωκεν οὐδ’ ὡς ἔδωκεν ἔλαβεν· οὐ γὰρ τὴν ἐγκράτειαν δέδωκεν ἀρετὴν ἀλλὰ τὴν ἀνδρείαν. εἰ δὲ μὴ οὕτως εἴληπται τὸ τῆς παραβολῆς, εἴη ἂν λέγων, ὅταν τὸ καθόλου μὴ ὀνόματι ληφθῇ, ἀλλὰ παραβολῇ καὶ λόγῳ, ῥητέον τὸ καὶ τό. μὴ ὀνόματι δὲ ἀλλὰ λόγῳ ληφθήσεται τὸ καθόλου οὕτως· ἀρά γε ἡ ἔλαφος τετράπους οὖσα διχηλή ἐστι; ναί· τί δέ, ἡ [*](4 προκειμένου Α: προκείμενον a: compend. I 6 ὅτι om. Α αἰτῇ Α 7 τε al: τι Α 9 συνάγουσαι (sic) a 12 τοιαῦται a 15 ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν] c. 1 p. 156b4 —9 17—19 οἷον βουλόμενοι λαβεῖν ὡς ἡ ἐγκράτεια ἐστιν οὕτως ἐρωτήσομεν· ἆρ’ ὥσπερ Α 19 post ἀρετή alt. add. ἐστιν Α 19. 20 καὶ ἡ δικαιοσύνη καὶ ἡ ἀνδρία Α 20 γοῦν Α 21 τοῦτο om. Α ὅτι al: ὡς Α ἤγουν Α 22 post αὐτὸ alt. add. ἀλλ’ ἄλλου χάριν Α 23 αὐτόθεν aA: αὐτόθι I μία καὶ ἡ αὐτὴ ἐπιστήμη Α 24 παραβολὴ Α λόγῳ v: λέγω al: τὸ καθόλου ἐν λόγω ληφθῇ Α αὑτὸ Α 25 ὅτι al: ὡς A 26 ἔδωκα ubique Α ἔλαβες Α 27 ἀνδρίαν Α 28 τὸ καθόλου post ληφθῇ collocat Α 29. 30 ῥητέον—οὕτως] οἷον πᾶν ἄρα τοιοῦτον· λαμβάνεται γοῦν τὸ παραβολικῶς καὶ ἐξ ὁμοιότητος Α 30. p. 132,1 τί δὲ ἡ αἲξ καὶ τὸ πρόβατον οὐ διχηλά; ναί. πᾶν ἄρα Α)

132
αἴξ; ναί· τί δέ, ὁ βοῦς; ναί· τί δέ, τὸ πρόβατον; ναί· πᾶν ἄρα ὃ ἂν ᾖ τοιοῦτον δίχηλόν ἐστιν· ἀλλὰ μὴν ὁ ἵππος οὐ δίχηλός τοιοῦτος ὤν· οὐκ ἄρα πᾶν δίχηλόν. ἐνταῦθα τὸ ‘πᾶν ὃ ἂν ᾖ τοιοῦτον δίχηλόν ἐστι λόγῳ εἴληπται· λόγος γὰρ τὸ ‘πᾶν ὃ ἂν ᾖ τοιοῦτον’, οὐκ ὄνομα. εἰ δὲ εἶπε ‘πᾶν ἄρα τετράπουν’, ὀνόματι τὸ καθόλου ἔλαβε· τὸ γὰρ τετράπουν ὄνομα. ἐπὶ τούτου δὲ ῥητέον ὅτι τὸ ‘πᾶν ἄρα τοιοῦτον’ οὐκ ἐπὶ τοῦ τετράποδος δέδωκεν ἀλλ’ ἐπὶ τοῦ κερασφόρου· πᾶν γὰρ κερασφόρον διχηλόν. δὲ [διὰ] τούτων δεῖ τρέπεσθαι ἐπὶ τὸ ἐλέγχειν αὐτόν, ὅτι οὐ οὐδὲ συλλελόγισται, κατὰ τὸν εἰρημένον διορισμόν, λέγων διορισμὸν τὴν ὁμωνυμίαν, τὴν ἀμφιβολίαν, τὴν διαίρεσιν, τὴν σύνθεσιν καὶ τοὺς λοιποὺς ποὺς τρόπους παρ’ ὅσους ὁ φαινόμενος ἔλεγχος γίνεται. δείξομεν οὖν αὐτὸν μὴ ἀποδεικνύντα μηδὲ συλλογιζόμενον ἢ ἐλέγχοντα ἐμφανίζοντες τὸν τρόπον τοῦ παραλογισμοῦ.