In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 177a 6)

Διαφέρει δὲ πλεῖστον ἐρωτώμενόν τε καὶ μὴ λύειν λόγον.

Ἶσον ἐστὶ τὸ προκείμενον τῷ ‘πολὺ διαφέρει τὸ ὁρᾶν τὴν τοῦ λόγου ἁμαρτίαν (τοῦτο γάρ ἐστιν ἡ λύσις, ἡ εὕρεσις τῆς ἁμαρτίας τοῦ λόγου), ὅτε κατὰ σχολὴν καὶ καθ’ ἑαυτοὺς λαμβάνοντες τὸν συλλογισμὸν σκοποῦμεν, πῶς συλλελόγισται καὶ πῶς αἱ προτάσεις ἐλήφθησαν, καὶ ὅτε ἐρωτώμεθα’· ἐργῶδες γάρ ἐστι καὶ πολλῆς τῷ ὄντι ἕξεως ἅμα τῇ ἐρωτήσει τὸ συμαβαῖνον ἐκ τοῦ λόγου δύνασθαι συνορᾶν.

[*](p. 177a 9)

Τῶν μὲν οὖν παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν ἐλέγχων.

Τέσσαρές εἰσι τρόποι ἐξ ὧν τὰ δύο εἴδη, τό τε καθ’ ὁμωνυμίαν καὶ τὸ κατ’ ἀμφιβολίαν, εἴωθε συνίστασθαι. πρῶτος μέν, ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὃς καὶ κοινὸς ἐστιν ἐπίσης τοῦ τε ἀπὸ τῆς ὁμωνυμίας νυμίας γινομένου ἐλέγχου καὶ τῆς ἀμφιβολίας. δεύτερος δέ, ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν· ἔστι δὲ καὶ οὗτος κοινός. τρίτος δέ, ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δὲ ἁπλοῦν ἐστιν, ὡς τὸ ‘ἐπίσταται γράμματα’· οὔτε γὰρ τὸ ‘ἐπίσταται’ πλείω σημαίνει οὕτε τὸ ‘γράμματα’, συντεθὲν δὲ διττόν ἐστιν· ὃς τρόπος ἴδιός ἐστι τοῦ κατὰ ἀμφιβολίαν μόνου. τέταρτος δὲ ὁ ἀντιστρόφως τούτῳ ἔχων, ὅταν τὸ μὲν σύνθετον ἓν σημαίνῃ, ὡς τὸ ‘ὁ ἄνθρωπος νεκρός ἐστι’, κεχωρισμένον δὲ πολλά, ὥσπερ καὶ τὸ ‘Ὅμηρος ποιητής ἐστιν’ ἓν δηλοῖ, χωρισθὲν δέ, οἷον ‘Ὅμηρός ἐστι’, πολλά· ἢ γὰρ ὅτι ποιητής ἐστιν, ἢ ὅτι ζῇ καὶ ἔστι. τούτων οὕτως ἐχόντων λέγει ὅτι τῶν παρὰ τὴν ὁμωνυμίαν καὶ ἁμφιβολίαν ἐλέγχων οἱ μὲν παρὰ τὴν ὁμωνυμίαν ἔλεγχοι ἕν τι τῶν ἐρωτημάτων ἔχουσι πολλὰ [*](2 ἐν ταῖς AI: ἡ ἐν ταῖς a 10. 11 λύειν λόγον om. I 14 λαμβάνοντες scripsi: λαμβάνονται al 15 ἐρωτώμεθα Α: ἐρωτῶνται al 18 post καὶ add. τὴν Α Arist. (om. D) cf. vs. 32 19 ἐλέγχων om Α 20.21 δὐο—συνίστασθαι al: πολλαχῶς λεγόμενα συνίστασθαι εἴωθε Α 22 σημαίνει a 23 δὲ A: om. al 25 σημαίνει a 28 τούτου Α σημαίνει a 29 post τὸ alt. add. ὁ a 30 κεχωρισθὲν a 31 ἢ prius AI: εἰ a 32 τῶν παρὰ Al: περὶ τῶν a 33 post ἔχουσι erasit 1 litt.)

138
σημαῖνον, τὸ ὄνομα δηλαδή· ἐπεὶ δὲ τοῦτο ἔχουσι πολλὰ σημαῖνον, καὶ ὁ λόγος διττὸς ἔσται ᾧ συνεπλάκη τὸ ὄνομα. προσυπακουστέον οὖν τὸ καὶ τὸν λόγον‘, ἵν’ ᾖ τὸ πλῆρες οὕτως· οἱ μὲν παρὰ τὴν ὁμωνυμίαν ἔχουσι καὶ τὸ ὄνομα καὶ τὸν λόγον πλείω σημαίνοντα. ἐν γὰρ τῷ ‘ὁ κύων πορεύεται’ καὶ τὰ ὀνόματα πλείω σημαίνει καὶ ὁ λόγος· ἡ γὰρ πορεία καὶ ἐπὶ ἕρψεως καὶ βαδίσεως καὶ νεύσεως λέγεται. εἰ οὖν τὸ κύων ὄνομα πολλὰ σημαίνει, ἔσται καὶ ὁ λόγος ᾧ συντεθήσεται τοῦτο διττός [οἱ δὲ τὸ συμπέρασμα]. οἱ δὲ παρὰ τὴν ἀμφιβολίαν ἐν λόγῳ διττὸν ἔχουσιν, ὃν συμπέρασμα ὠνόμασε διὰ τὸ καὶ αὐτὸ λόγον εἶναι· ἡ γὰρ ἀμφιβολία καὶ ὡς πρότασις προβάλλεται καὶ προτείνεται, γίνεται δὲ καὶ συμπέρασμα. οἱ οὖν παρὰ τὴν ἀμφιβολίαν τὸν λόγον ἔχουσι πλείω σημαίνοντα, τὰ δὲ ὀνόματα οὐχί, οἷον ‘‘γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ”· ἐνταῦθα γὰρ τῶν μὲν ὀνομάτων οὐδὲν διττόν, αὐτὸς δὲ ὁ λόγος σφάς αὐτοὺς σημαίνων ἑλεῖν τε καὶ αἱρεθῆναι. καὶ τάχα τις εἴποι ὡς καὶ ἐν τῷ κατ’ ἀμφιβολίαν ἐλέγχῳ καὶ ὁ λόγος καὶ τοὔνομα τὸ διττὸν ἔχουσιν· ἐν γὰρ τῷ ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’ καὶ ὁ λόγος διττὸς καὶ τὸ σιγῶντα. καὶ πρῶτα μὲν λεκτέον ὅτι τὸ σιγῶντα οὐκ ὄνομα ἀλλὰ μετοχή· ὁμοίως καὶ τὸ ὁρῶντα. ἄλλως τε δὲ ἐπὶ μὲν τῶν παρὰ τὴν ὁμωνυμίαν ἀεὶ τὸ διττὸν καὶ ἐν ὀνόμασίν ἐστι καὶ ἐν λόγοις· ἐν δὲ τοῖς παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῖς | οἰκεῖον μὲν ἐν τῷ λόγῳ τὸ διττόν, ὡς εὑρήσεις [*](f. 44r) τὸν φιλόσοφον κατ’ ἀρχὰς τοῦτο αὐτὸ λέγοντα· ὁτὲ δὲ ἔχουσι τὸ διττὸν καὶ ἐν ὀνόματι, ὁτὲ δὲ οὐκ ἔχουσι. ζητήσειε δ’ ἄν τις πῶς πρότερον ἔλεγεν ὅτι ἐν μὲν τῷ σιγῶντα λέγειν “ἐν τῇ ἀντιφάσει” ἐστὶ τὸ αἴτιον τοῦ παραλογισμοῦ, οὐκ ἐν τῷ συλλογισμῷ, ἤτοι τῷ συμπεράσματι, νῦν δὲ λέγει ὅτι ἐν μὲν τῷ σιγῶντα λέγειν τὸ συμπέρασμα διττόν. ἢ ἐπειδὴ ἔν τισι τῶν σοφισμάτων τὸ συμπέρασμα τὸ αὐτό ἐστι μιᾷ τῶν προτάσεων, διὰ τοῦτο ὁτὲ μὲν ὡς παράδειγμα τοῦ ἔχοντος τὸ διττὸν ἐν ταῖς προτάσεσι λαμβάνει αὐτό, ὁτὲ δὲ ὡς παράδειγμα τοῦ ἔχοντος τὸ συμπέρασμα διττόν· ὅτι δὲ ἐν τῷ ‘ἆρ’ ἆρ’ ἔστι σιγῶντα λέγειν;’ τὸ συμπέρασμα καὶ ἡ πρότασις τὸ διττὸν ἔχουσιν, οὐκ ἄδηλον. ὅταν δὲ ἕτερόν τι τὸ συμπέρασμα τῶν προτάσεων, οὐδέποτε ἔλαβε τὸ συμπέρασμα καὶ ὡς παράδειγμα προτάσεως ἐχούσης τὸ διττόν, ἀλλὰ μόνον ὡς συμπέρασμα. τὸ δὲ ἐν δὲ τῷ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον παράδειγμά ἐστι τοῦ κατὰ ἀμφιβολίαν ἐλέγχου· οὐδὲν δὲ τῶν ὀνομάτων τὸ ἐρώτημα ἔχει διττὸν ἀλλὰ τὸν λόγον. ἔστι δὲ τὸ σόφισμα τοιοῦτον· ἆρ’ ὁ ἐπιστάμενος λέγειν ἢ πράττειν ἐκεῖνο συνεπίσταται ὃ λέγει ἢ πράττει; [*](3 τὸ AI: om. a post μὲν add. οὖν Α ἐν γὰρ—8 ἀμφιβολίαν praeterea alii scholio inseruit Α (= A b) 5 τὸ ὄνομα πολλὰ A b 6 ἐπὶ τῆς, omisso καὶ, A b πλεύσεως A b 8 οἱ δὲ τὸ σ. om. A b post ἀμφιβολίαν add. δηλαδὴ Α 12 τὸν ὗν Ι: τὸ νῦν a: τὸν σῦν Α 13.14 σφᾶς—αἱρεθῆναι] διττός Α 14 τάχα δὲ, omisso καὶ, Α 15 καὶ prius om. Α 17 πρῶτα AI: πρῶτον a 19 ἐν alt. Α: om. al 21 κατ’ ἀρχὰς] c. 4 p. 166a6 sq. 22 ὀνόματι AI: ὀνόμασι a 23 πρότερον] c. 10 p. 171a8 24 ἤτοι AI: ἤγουν a 33 μὴ om. a 34 an οὐδὲν γὰρ?)
139
ναί· οὗτος δὲ ἐπίσταται λέγειν ἰαμβεῖα· οὗτος ἄρα συνεπίσταται (καὶ τὰ ἰαμβεῖα· ἀλλὰ μὴν ἀγνοεῖ τὰ παρ’ αὐτῶν δηλούμενα (ὁ γὰρ παιδὸς ἢ ἰδιώτου ἠρωτᾶτο)· εἰ οὖν οὗτος [μὲν] ἐπίσταται μὲν λέγειν οὐ συνεπίσταται δὲ καὶ τὰ δι’ αὐτῶν δηλούμενα (οὐδὲν γὰρ κωλύει ἀποστοματίσαντα ἐπίστασθαι δίχα βιβλίου προφέρειν τε καὶ ἐπαγγέλλειν, ἀγνοεῖν δὲ τὰ δηλούμενια δι’ αὐτῶν), ψεῦδος ὅτι συνεπίσταται. εἰπὼν δὲ τοὺς μὲν ἀπὸ τῆς ὁμωνυμίας καὶ τὸ ὄνομα καὶ τὸν λόγον ἔχειν πλείω σημαίνοντα, τοὺς δὲ παρὰ τὴν ἀμφιβολίαν [τὸ μὲν συμπέρασμα καὶ] τὸν [πλείω σημαίνειν], εἴτε πρότασίς ἐστιν ὁ λόγος εἴτε συμπέρασμα, τῶν ἀπὸ τῆς ὁμωνυμίας οὐκ ἔθηκε παράδειγμα· τῶν δὲ παρὰ τὴν ἀμφιβολίαν δύο τέθεικε παραδείγματα, τὸ μὲν ἔχον διττὸν καὶ τὰς προτάσεις καὶ τὸ συμπέρασμα, τὸ δὲ τὴν πρότασιν μόνον. εἰδέναι γὰρ δεῖ ὅτι τοῦ μὲν σιγῶντα λέγειν διττὸν μὲν τὸ συμπέρασμα καὶ ἡ πρότασις, τοὐ δὲ μὴ συνεπίστασθαι τὸν ἐπιστάμενον ἡ μὲν πρότασις διττή, τὸ δὲ συμπέρασμα οὐχί· τὸ γὰρ συμπέρασμα τὸ ‘οὗτος ἄρα συνεπίσταται καὶ τὰ ἰαμβεῖα᾿ οὐ διττόν. ἦν δ’ ἄν σαφεστέρα ἡ λέξις ἡ ἐν δὲ τῷ μὴ συνεπίστασθαι τὸν ἐπίστα μένον, εἰ οὕτω πὼς εἶχεν· ἐν δὲ τῷ ἐλέγχῳ τῷ λέγοντι ‘οὐκ ἄρα συνεπίσταται ὁ ἐπιστάμενος’ τὸ ἐρώτημα διττὸν καὶ ἀμφίβολον, τὸ δὲ συμπέρασμα ἀπλοῦν. τὸ δὲ καὶ τὸ διττὸν ὁτὲ μὲν ἔστιν, ὁτὲ δὲ οὐκ ἔστιν εἶπε περὶ τῶν δύο τρόπων τῶν τὰ πολλαχῶς λεγόμενα συνιστώντων, τοῦ τε χωρὶς μὲν ἕκαστον ἔχοντος ἁπλοῦν, συντεθέντος δὲ οὐχ ἁπλοῦν, καὶ περὶ τοῦ ἀντιστρόφως τούτῳ ἔχοντος. καὶ ἔστιν ὃ λέγει τοιοῦτον, ὅτι τὸ διττὸν ὁτὲ μέν, χωρισθέντος τοῦ ‘ἐπίσταται’ τῶν γραμμάτων, οὐκ ἔστι, συντεθέντων δὲ ἔστι· ποτὲ μὲν γὰρ τὸ διττὸν ἐν συνθέσει ἐστίν, ἐν διαιρέσει δὲ οὐκ ἔστιν, ἢ καὶ ἀνάπαλιν. ἔστι δὲ καὶ οὕτως· τὸ διττὸν ἐν τοῖς παρὰ τὴν ἀμφιβολίαν παραλογισμοῖς ποτὲ μέν ἐστι καὶ ἐν τοῖς ἐρωτήμασι καὶ ἐν ταῖς προτάσεσι, ὁτὲ δὲ οὐκ ἔστιν· εἴρηται γὰρ διαφέρειν ἀλλήλων τὰ δύο ταύτα ειοη τῳ τοὺς μὲν ἀπὸ της ομωνυμιας αει εχειν καὶ ἐν ονομασι καὶ ἐν ἐρωτήμασι τὸ διττόν, τοὺς δὲ παρὰ τὴν ἀμφιβολίαν οὐκ ἀεί, ἀλλὰ ἔχειν οὕτως τὸ διττὸν ποτὲ μέν, ποτὲ δ’ οὔ. τὸ δὲ ἀλλὰ σὴ μαίνει τὸ διττὸν ὁτὲ μὲν ὂν ὁτὲ δὲ οὐκ ὄν ἴσον ἐστὶ τῷ ‘τὶ μὲν τοῦ διττοῦ ἐστιν ὂν καὶ ἀληθές, τὶ δὲ μὴ ὂν καὶ ψεῦδος. ἐπὶ γὰρ τοῦ ἀρ’ ὁ ἐπιστάμενος λέγειν καὶ ἐκεῖνο συνεπίσταται <ὃ> λέγει πῇ μὲν ἀληθὲς πῇ δὲ ψεῦδος· ἐπὶ μὲν γὰρ τοῦ ἐπιστήμονος ἀληθές· οὗτος γὰρ συνεπίσταται· ἐπὶ δὲ τοῦ παιδὸς ἢ τοῦ ἰδιώτου ψεῦδος.

[*](3 μὲν prius delevi μὲν alt. I: om. a 8. 9 τὸ—καὶ et πλείω σημαίνειν delevi 10 τῶν Α: τοῖς aI 14 τὸν aV: τὸ I ἐπιστάμενον A Arist.: συνεπιστάμενον al 15 τὸ alt. om. Α 17 εἰ poriisse videtur in A δὲ Al: om. a 21 περὶ om. Α 22 post ἀντιστρόφως add. τοῦτο a τούτου Α 23 ἐπίσταται Al: ἐπίστασθαι a γραμμάτων aA: γραφέντων I 25 post ἐν induxit μέν Α 30 οὕτως scripsi: αὐτοὺς aAI 31 ὁτέ—ὁτὲ I: ὅτε—ὅτε a(T): ποτὲ—ποτὲ Α: τὸ—τὸ Arist. 33 ὃ λέγει scripsi cf. p. 138,36: λέγειν aAI 35 παιδὸς Al: παιδίου a)
140
[*](p. 177a 16)

Ὅσοις μὲν οὗν ἐν τῷ τέλει τὸ πολλαχῶς.

Τὸ λεγόμενον δῆλον ἔσται, εἴπερ ἀναμνησθῶμεν ὧν εἶπεν ἐν τῷ δευτέρῳ τέρῳ τῶν Προτέρων ἀναλυτικῶν ἐν οἷς περὶ τοῦ ἐξ | ἀντικειμένων συλλογίζεσθαι [*](f. 44v) τὸν λόγον ἐποιεῖτο. εἰσὶ δὲ ἅπερ εἶπεν ἐκεῖσε ταῦτα πρὸς τῶ τέλει· “δεῖ δὲ κατανοεῖν ὅτι οὕτως μὲν οὐκ ἔστιν ἐναντία συμπεράνασθαι ἐξ ἑνὸς συλλογισμοῦ, ὥστ’ εἶναι τὸ συμπέρασμα τὸ μὴ ὂν ἀγαθὸν ἀγαθὸν ἢ ἄλλο τῖ’ καὶ τὰ λοιπά. τούτων οὕτως ἐκεῖ ῥηθέντων δῆλον ὅτι τὸ ὅσοις μὲν οὖν ἐν τῷ τέλει ἴσον ἐστὶ τῷ ‘ἐν ὅσοις μὲν οὖν ἐν τῷ συμπεράσματι’· τοῦτο γὰρ εἶπε τέλος. ἐν ὅσοις μὲν οὖν ἐν τῷ τέλει ὁρᾶται τὸ πολλαχῶς λεγόμενον, τουτέστιν ἡ ἀντίφασις, δεῖ εἰδέναι ὅτι ἡ πρότασις ἔχουσα τὴν ἀντίφασιν ἐλήφθη· εἰ γὰρ μὴ προσλάβῃ ἐν τῇ προτάσει τὴν ἀντίφασιν, οὐ γίνεται ἔλεγχος ἐξ ἑνὸς συλλογισμοῦ τἀναντία συνάγων. εἶτα ὥσπερ ἀναμιμνήσκων ἡμᾶς τῶν ἐν τῶ δευτέρω τῶν Προτέρων ἀνα- εἰρημένων ἐπήγαγεν ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος, ὡς εἰ ἔλεγεν ‘εἴρηται εἴρηται γὰρ καὶ ἐν ἐκείνοις ὅτι ἄνευ τοῦ προσλαβεῖν τὴν ἀντίφασιν οὐ δύναται γενέσθαι ἔλεγχος ὅτι τὸ ἀγαθὸν οὐκ ἀγαθόν’· τὰ γὰρ δεύτερα τῶν Προτέρων τὰς ἀρχὰς περιέχει τῶν Σοφιστικῶν ἐλέγχων. ἢ μᾶλλον τὸ λεγόμενόν ἐστιν· ἐν ὅσοις μὲν οὖν ἐν τῷ συμπεράσματι ἀμφιβολία ἐστί (ταύτην γὰρ εἶπε πολλαχῶς), ἂν μὴ προσλάβῃ τὴν ἀντίφασιν, οὔπω δῆλον εἰ ἐλέγχει· τούτου γάρ ἐστι δηλωτικὸν τὸ οὐ γίνεται ἔλεγχος. οἷον ἆρ’ ἔστι τυφλὸν ὁρᾶν; οὔ· τί δέ, ὅταν τυφλὸν ὁρᾷς, οὐ τυφλὸν ὁρᾷς; ἔστιν ἄρα τυφλὸν ὁρᾶν. τοῦτο ἀμφίβολον· ἢ γὰρ ὅτι ὁ τυφλὸς ὁρᾷ, ἢ ὅτι ὁ βλέπων ὁρᾷ τὸν τυφλόν. ὥστε εἰ μέλλει φανῆναι ἔλεγχος, δεῖ προσλαβεῖν τὴν ἀντίφασιν οὕτως· ἔστιν ἄρα τυφλὸν ὁρᾶν καὶ μὴ ὁρᾶν· ἢ οὕτως· ὁ τυφλὸς ἄρα ὁρᾷ καὶ οὐχ ὁρᾷ. ἐπειδὴ γὰρ ἀμφίβολόν ἐστι διὰ τὸ πολλὰ δηλοῦν τί τούτων συνεπεράνατο, εἰ μὴ προσλάβῃ τὴν ἀντίφασιν, ἄδηλός ἐστιν εἰ εἰς θάτερον τῶν σὴ μαινομένων βλέπων συνεπεράνατο ἀλλὰ μὴ εἰς θάτερον. ἐν γὰρ τῷ ‘ἔστιν ἄρα σιγῶντα λέγειν’ ἄδηλον εἰ ἐλέγχει· ἂν δὲ προσλάβῃ τὴν ἀντίφασιν, λέγων ‘ἔστιν ἄρα σιγῶντα λέγειν καὶ μὴ λέγειν’, δῆλος γίνεται. οὕτω γὰρ εἶπε τὸν ἔλεγχον γίνεσθαι ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν· ὃ καὶ αἰνιττόμενος εἶπεν ἄνευ γὰρ ἀντιφάσεως οὐκ ἦν ἔλεγχος.

[*](2 ἔσται I: ἔστιν a 2, 3 ἐν τῷ δευτέρῳ τῶν Προτ. Ἀναλυτ.] c. 15 p. 64b —19 4 τῷ scripsi: τὸ al 5 ἐναντία v Arist. cf. vs. 12: ἐναντίον al 7 ἐκεῖ I: ἐκεῖσε a 15 εἰ ἔλεγεν I: ἔλεγχος a 18. 19 ἐν ὅσοις παραλογισμοῖς ἐν τῶ συμπεράσματι τὸ πολλαχῶς, ἤγουν ἀμφιβολία τίς ἐμφαίνεται, εἰ μὴ Α 19. 20 post ἀντίφασιν add. τὸ συμπέρασμα Α 20 τούτου—τὸ] ἤγουν Α 22 post ὁρᾷς add. ναί Α τοῦτο ἀμφίβολον] ἰδοὺ τὸ συμπέρασμα ἀμφίβολόν ἐστι. δύο γὰρ φαίνεται σημαῖνον Α γὰρ om. Α 23 τὸν om. Α ἔλεγχος γενέσθαι A 25 οὕτως om. Α)
141
[*](p. 177a 18)

Ὅσοις δ’ ἐν τοῖς ἐρωτήμασιν, οὐκ ἀνάγκη.

’Ev ὅσοις δέ, φησίν, ἐν τοῖς ἐρωτήμασίν ἐστι τὸ διττόν, οὐκ ἀνάγκη προαποφάσκειν, τουτέστιν οὐ δεῖ ἁπλῶς ἀποφάσκειν καὶ λέγειν ὅτι οὔ, ὅταν πῇ μέν ἐστιν ἀληθὲς πῇ δὲ ψευδές. ἐπὶ τούτων δὴ οὗν οὐκ ἀνάγκη προαποφάσκειν· ψευδῶς γὰρ ἀποφάσκοις ἄν. ὅταν δὲ ὅλως ᾖ ψεῦδος, δεῖ ἀποφάσκειν· οἷον ἆρά γε ὁ Αἴας Θερσίτῃ ἐμονομάχησεν; οὔ· ἐνταῦθα γὰρ ἀνάγκη προαποφῆσαι· οὐδεὶς γὰρ τοῖν Αἰάντοιν Θερσίτῃ ἐμονομάχησεν. ἐπὶ δὲ τοὐ ‘ἀρά γε ὁ ἐπιστάμενός τι λέγειν καὶ ἐκεῖνο συνεπίσταται ὃ λέγει;’ οὐκ ἀνάγκη ἀποφῆσαι· ἐπὶ γὰρ τοῦ ἐπιστήμονος ψεῦδος τὸ ἀποφῆσαι· συνεπίσταται γὰρ ὁ ἐπιστήμων ἃ λέγειν ἐπίσταται. ἐπὶ μὲν οὖν τούτων οὐκ ἀνάγκη. ἐπὶ δὲ τοῦ συμπεράσματος ἀνάγκη λέγειν οὔ· οἷον ‘οὐκ ἄρα συνεπίσταται ὃ ἐπίσταται λέγειν’· ῥητέον οὔ· ψεῦδος γὰρ τὸ τοὺς ὡδὶ ἐπισταμένους, οἷον τοὺς ἐπιστήμονας, [τὸ] μὴ συνεπίσταθαι λέγειν ἐπίστανται. εἰπὼν δὲ ὅτι οὐκ ἀνάγκη προαποφῆσαι τὸ διττόν, τὴν αἰτίαν ἐπήγαγε τούτου διὰ τοῦ οὐ γὰρ πρὸς τοῦτο ἀλλὰ διὰ τοῦτο ὁ λόγος, τουτέστιν οὐ γὰρ πρὸς τοῦτο τὸ ἐρώτημά ἐστιν ὁ λόγος ἀλλὰ διὰ τοῦτο, ἤτοι τὸ συμπέρασμα· διὰ γὰρ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα. καὶ ἐπεὶ διὰ τὸ συμπέρασμά ἐστι τὸ ἐρώτημα, ἐν δὲ τῷ ἐρωτήματι ἄδηλόν ἐστι τὸ συμβαῖνον (ἀγνοοῦμεν γὰρ εἴτε ἐπὶ τοῦ ἐπιστήμονος εἴτε ἐπὶ τοῦ παιδὸς τὸν λόγον συμπερανεῖ), οὐκ ἀνάγκη προαποφάσκειν, ἀλλὰ λέγειν ὅτι ἴσως ἢ ὅτι ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, ὅπερ αὐτὸς ποίει.

[*](p. 117a 20)

’Ev ἀρχῇ μὲν οὖν τὸ διπλοῦν καὶ ὄνομα καὶ λόγον.

ἰπῶν πῶς οὐ δεῖ ἀποκρίνεσθαι δι’ ὧν ἔλεγεν ὅτι ὅσοις δ’ ἐν τοῖς ἐρωτήμασίν ἐστι τὸ διττόν, οὐκ ἀνάγκη προαποφῆσαι, νῦν διδάσκει καὶ πῶς δεῖ τὰς ἀποκρίσεις | ποιεῖσθαι. καὶ φησὶν ὅτι, ὅταν ἐν τῇ ἀρχῇ, f. 45r τουτέστιν ἐν τῇ προτάσει, ἢ ὄνομά τι ἔχῃ τὸ διττὸν ἢ ὁ λόγος, δεῖ εὐθὺς ἅμα τῇ ἐρωτήσει μὴ συγχωρεῖν αὐτὴν καὶ κατανεύειν, ἀλλὰ λέγειν ὡς ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ.· καὶ ἐπάγει πρὸς σαφηνισμὸν τούτου τὸ σιγῶντα λέγειν· ὡς γὰρ ἐπὶ τούτου, φησίν, ὅταν ἐρωτηθῶμεν ‘ἆρ’ ἔστι σιγῶντα λέγειν;’, λέγομεν ὡς ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, οὕτω ποιητέον καὶ ἐν πᾶσι τοῖς ἄλλοις. ἐὰν δέ, φησί, πολλάκις συμβαίνῃ ἐπιλαθόμενόν τινα τοῦ ὅτι διττός ἐστιν ὁ λόγος δοῦναι τὸ ἐρωτώμενον, φησὶν [*](4 δὴ I: δεῖ a 5 ψευδῶς] ὦ non satis liquet in I 7 τοῖν αἰάντοιν a: τῶν αἰάντων I 8 τί I: τὸ a λέγειν a: λέγει I 13 τὸ alt. delevi 14 ἐπίστανται v: ἐπίσταται al 17 post ἤτοι τὸ expunxit ἐρώτημα I 27 ἢ prius AI: ἡ ἐν a ὄνομά τι scripsi: ὀνόματι aAl ἔχει a ὁ om. Α 28 καὶ aA: om. I 31 λέγομεν AI: λεκτέον a 32 συμβαίνη a: συμβαίη I)

142
ὡς ἔστι πάλιν διορθώσασθαι· ἐπὶ τῷ συμπεράσματι (τέλος γάρ φησιν, ὡς πολλάκις εἴπομεν, τὸ συμπέρασμα)· ἐν γὰρ τῷ συμπεράσματι, ὁπηνίκα τοῦτο συνάγεται παρὰ τοῦ ἐρωτῶντος, προστεθέντα τινὰ τῇ ἐρωτήσει ἀπείρξουσι τὸν συλλογιζόμενον συλλογίσασθαι. ἐπάγει δὲ καὶ τούτου παράδειγμα, ὅ τοιοῦτόν ἐστιν· ἠρώτησεν ὁ σοφιστὴς ἀρ’ ἔστι σιγῶντα λέγειν; οὐκ ἔφησεν ὁ ἀποκρινόμενος ὅτι ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ, ἀλλὰ ὅλως ἀπέφησε· συνεπεράνατο δ’ ἐκεῖνος ὅτι ἄρ’ ἔστι σιγῶντα λέγειν. πῶς γοῦν ἀποδράσει πάλιν τὸν ἔλεγχον ὁ ἀποκρινόμενος; ὁπηνίκα ἐκεῖνος ἐξάγει τὸ συμπέρασμα λέγων ‘ἄρ’ ἔστι σιγῶντα λέγειν’, προστιθεὶς αὐτὸς ‘οὔ· ὁ γὰρ Σωκράτης ὅδε σιγῶν οὐ λέγει’. ὡσαύτως ποιητέον καὶ ἐν τοῖς ἔχουσι τὸ διττὸν ἐν ταῖς προτάσεσιν, εἰ μὴ φθάσοι ὁ ἀποκρινόμενος τότε τοῦτο προδιαστείλασθαι. τὰ δὲ ἑξῆς σαφῆ εἰσι καὶ τοῖς ῥηθεῖσι παραπλήσια.

[*](p. 177a 33)

Φανερὸν δὲ καὶ τοὺς παρὰ τὴν διαίρεσιν καὶ σύνθεσιν πῶς λυτέον.

Εἰπὼν πῶς δεῖ ἀποκρίνεσθαι ἐν τοῖς παρὰ τὴν ὁμωνυμίαν καὶ ἀμφιβολίαν βολίαν ἐλέγχοις καὶ διδάξας ἀρκούντως περὶ αὐτῶν. νῦν καὶ περὶ τῶν παρὰ τὴν σύνθεσιν καὶ διαίρεσιν παραλογισμῶν τὸν λόγον ποιεῖται καὶ πῶς λυτέον αὐτοὺς σαφηνίζει. ἄν γὰρ ὁ λόγος, φησίν, ὁ αὐτὸς ἕτερόν τι σημαίνει διαιρούμενος καὶ ἕτερον συντιθέμενος, συμπεραινομένου τοῦ συλλογιζομένου αὐτὸς ἀεὶ τὸ ἐναντίον λέγε. παρὰ δὲ τὴν σύνθεσιν αὐτοὺς ἢ τὴν διαίρεσιν εἶπε, διότι τὸ αὐτὸ ἀπὸ τοῦδε διαιρούμενον συντίθεται τῷδε καὶ συντιθέμενον τῷδε διαιρεῖται ἀπὸ τοῦδε. οἷον ὁ Σωκράτης κάθηται, ὁ καθήμενος δύναται βαδίζειν, ὁ Σωκράτης ἄρα βαδίζει· τὸ οὖν βαδίζειν διαιρεθὲν ἀπὸ τοῦ ‘δύναται’ συνετέθη τῷ Σωκράτει, καὶ γέγονεν ὁ παραλογισμὸς ὁ λέγων ‘ὁ Σωκράτης ἄρα βαδίζει’ ἐπεὶ οὖν τοῦ αὐτοῦ, οἷον τοὐ βαδίζειν, ἅμα καὶ διαίρεσις καὶ σύνθεσις γίνεται, ἀλλὰ ἀπ’ ἄλλου μὲν διαίρεσις, οἷον ἀπὸ τοῦ ‘δύναται’, ἄλλῳ δὲ σύνθεσις, οἷον τῷ Σωκράτει, διὰ τοῦτο εἶπεν εἰσὶ δὲ παρὰ σύνθεσιν ἢ διαίρεσιν· οὐδὲν γὰρ διαφέρει οὕτως ἢ οὕτως λεγόμενον. διὸ καὶ ὁ Γαληνὸς τοὺς παρὰ σύνθεσιν καὶ διαίρεσιν ὡς ἕνα τρόπον ἔλαβεν εἰπὼν “παρὰ δὲ τὴν σύνθεσιν καὶ διαίρεσιν, ὅταν αὕτη ποιῇ τοῦ σημαινομένου τὴν διαφοράν”. ὅτι δὲ καὶ τὸ παρὸν σόφισμα τὸ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ [*](1 πάλιν ἔστι τοῦτο διορθώσασθαι ἐν τῶ Α 2 πολλάκις] velut p. 140,9 γὰρ ΑΙ: δὲ 3 προστεθέντα Α: προστιθὲν Ι: προστίθενται a 4 ἀπήρξουσι a 6 ὅτι al: ὡς A 9 immo ἐπάγει 11 φθάσει Α 19 καὶ—συντιθέμενος om. Α ἕτερον I: ἑτέρου a 21 ἢ v: ὃ al τὸ γὰρ αὐτὸ διαιρούμενον ἀπὸ τοῦδε omisso διότι Α 24 γοῦν Α βαδίζειν Α: βαδίζει al 28 σωκράτει Α: σωκράτης a: compend. I περὶ τὴν a 29 λεγόμενα Α γαληνὸς Al: ἀριστοτέλης a 30 τὴν διαίρεσιν καὶ σύνθεσιν a παρὰ δὲ κτλ.] 1. c. p. 583 cf. Prant1 Gesch. d. Logik im Abendl. I 576,107 31 αὕτη αὕτη αὐτὴ a: αὐτὴν Α: αὐτὸ I: αὐτῇ Gal. 31 —p. 143,1 τὸ παρὸν σόφισμα ὅτι παρὰ τὴν Α)

143
ἐτύπτετο;’ παρὰ τὴν σύνθεσίν ἐστι, δῆλον ἔσται, εἴπερ τὸ ὅλον ἐκθήσομεν σόφισμα. ἔστι δὲ τοῦτο· ἆρ’ ὧ εἶδες τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο; ναί· εἶδες δὲ αὐτὸν τῷ ὀφθαλμῷ τυπτόμενον· τῷ ἄρα ὀφθαλμῷ ἐτύπτετο καὶ οὐ μάστιγι, ὅπερ ψεῦδος· τὸ γὰρ ἀληθὲς ἦν ‘τῷ ὀφθαλμῷ ἄρα εἶδες τοῦτον τυπτόμενον’. γέγονε δὲ ὁ παραλογισμὸς ἐκ τοῦ διελεῖν τὸ τοῦτον τυπτόμενον ἀπὸ τοῦ εἶδες, προσθεῖναι δὲ τῷ ὀφθαλμῷ· οὐ γὰρ ‘τῷ ὀφθαλμῷ οὗτος ἐτύπτετο’ ἔδει εἰπεῖν, ἀλλὰ ‘τῷ ὀφθαλμῷ οὗτος ὡρᾶτο τυπτόμενος’ ἢ ‘τῷ ὀφθαλμῷ εἶδες τοῦτον τυπτόμενον’. καὶ ἐπεὶ τὸ ἀπὸ τῆς διαιρέσεως, ὅπερ αὐτὸς διὰ τοῦ οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν ἐδήλωσεν, ἐπεὶ οὖν τὸ ἀπὸ τῆς διαιρέσεως οὐ διττόν, τὸ δὲ ἀπὸ τῆς συνθέσεως διττόν, παρὰ τὴν σύνθεσίν ἐστι τὸ σόφισμα. διαιρεθὲν ρεθὲν γὰρ τὸ ‘ἐτύπτετο’ ἢ τὸ ‘τυπτόμενον’ ἀπὸ τοῦ ὀφθαλμοῦ, μετὰ τοῦ ‘εἶδες’ ἢ τοῦ ‘ὡρᾶτο’ συντεθέν, εἶτα τὸ συναμφότερον, τὸ ‘εἶδες τυπτόμενον’ συντεθὲν τῷ ὀφθαλμῷ ἀληθὲς συλλογίζεται ὁ λέγων ‘τῷ ὀφθαλμῷ εἶδες τοῦτον τυπτόμενον.’ | ὥστε δῆλον ὅτι τὸ παρὰ τὴν σύνθεσιν f. 45v τρόπον τινὰ παρὰ τὴν διαίρεσίν ἐστι καὶ τὸ παρὰ τὴν διαίρεσιν παρὰ τὴν σύνθεσιν. λέγει δὲ τὸ σόφισμα ἔχειν τι τῶν ἀπὸ τῆς ἀμφιβολίας· τὸ γὰρ τούτῳ ἐτύπτετο οὗτος διττόν· δύναται γάρ τις τὸ τούτῳ καὶ ἐπὶ τῆς μάστιγος, δύναται καὶ ἐπὶ τοῦ ὀφθαλμοῦ νοεῖν. πλὴν παρὰ τὴν σύνθεσίν ἐστι· διαιρεθεὶς γὰρ ὁ λόγος οὐκ ἔστι διττός· τὸ γὰρ ἐπαχθὲν τὸ ‘εἶδες δὲ σὺ τοῦτον τυπτόμενον’ καὶ συντεθὲν πεποίηκε διττὸν εἶναι καὶ τὸ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;’· ἐπεὶ εἰ καθ’ αὑτὸ ἐλέχθη, οὐκ ἄν ἦν διττόν. καὶ ὅτι ἡ σύνθεσις ἡ τοῦ ὑστέρου μετὰ τοῦ προτέρου πεποίηκε τὸ διττόν, σαφηνίζων ἐπήγαγεν εἴπερ μὴ καὶ τὸ ὄρος καὶ ὅρος, δυνάμει λέγων ὅτι ὥσπερ οὐδὲ τὸ ὄρος καὶ ὅρος σημαίνει ἕτερον τῇ αὐτῇ προσῳδίᾳ λεχθέν (τοῦτο γάρ ἐστι τὸ πλῆρες τῆς λέξεως), ὅταν δὲ καὶ αὐτὰ καὶ αἱ διάφοροι προσῳδίαι συντεθῶσι, τότε γίνεται διττὸς ὁ λόγος, οὕτως καὶ ἐπὶ τοῦ προκειμένου· τῇ γὰρ συνθέσει γέγονε καὶ οὗτος διττός. ἐὰν γάρ τις γράψειεν ἢ εἴπῃ ‘ἆρά γε τὸ ὄρος ὅρος ἐστί;’, διττὸν τὸ ἐρώτημα· δύναται γάρ τις καὶ οὕτως ἀκούειν ‘ἆρά γε τὰ ὄρη ὁρισμοὶ καὶ λόγοι εἰσί;’· δύναται καὶ οὕτως ‘ἆρά γε τὰ ὄρη πέτραι μετὰ δένδρων καί τινων τοιούτων εἰσίν;’. ἀλλ’ ἐὰν ἐρωτηθῇ ἢ γραφῇ χωρὶς τῆς ψιλῆς καὶ δασείας τῶν προσῳδιῶν, διττὸς γίνεται· τὰ γὰρ ἄνευ προσῳδιῶν ἐπὶ τοῖς τοιούτοις γραφόμενα τὰ αὐτά ἐστι τοῖς [*](1 ἐκφήσομεν a 7 ὡρᾶτο Al: ὁρᾶτο a 8 post τῷ add. δὲ a 8 —10 τὸ ἀπὸ—οὖν τὸ 0111. A 12 post μετὰ add. δὲ v 13 ὁρᾶτο a post συναμφ. add. ἤτοι A 14 ἀληθὲς συλλογίζεται a: ἀληθὴς λογίζεται AI 15 ὅτι 0111. Α τὸ om. a 23 καθ’ αὐτὸν ἐλέγχθη a ἡ alt. om. Α 24 ἐπάγει Α 25 τὸ ὅρος καὶ ὅρος Arist.: τὸ ὅρος καὶ ὄρος a: τὸ ὄρος (ὄ ex ὃ corr.) ὅρος I: τὸ ὄρος καὶ ὁ ὅρος Α (Dcu) 25. 26 ὄρος καὶ ὅρος Α: inv. ord. aI 26 αὐτὴ Α: αὐτοῦ al cf. Paraphr. 49, 20 27 διάφοροι προσωδίαι Al: διαφοραὶ προσῳδιῶν a 30 ὄρος ὅρος aA: ὄρος ὄρος 1 31 λόγοι ex λογισμοὶ corr. I1 32 ἄν Α 33 post καὶ add. τῆς A 34 τοῖς (superscr.) τοιούτοις corr. ex τούτοις I1)
144
ἐρωτωμένοις· τῶν δὲ προσῳδιῶν γραφεισῶν οὐκέτι διττὸς ὁ λόγος γίνεται. τὸ δὲ οὐ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν οὐχ ὡς κατασκευαστικόν, οἶμαι, ἐπῆκται τοῦ μὴ εἶναι τὸ παρὸν σόφισμα παρὰ τὴν ἀμφιβολίαν· ὁ γὰρ κυριώτατος τρόπος ὁ ἐκ τῆς ἀμφιβολίας μᾶλλον ἦν ἐν ᾧ τῶν ὀνομάτων οὐδέν ἐστι διττόν, ἀλλ’ ἐν αὐτῷ τῷ λόγῳ, ὡς ἐπὶ τοῦ γένοιτο καταβαλεῖν τὸν ὗν ἐμέ”· ἐνταῦθα γὰρ τῶν μὲν ὀνομάτων οὐδὲν διττόν, ὁ δὲ λόγος. οὐ δὴ οὖν ὡς κατασκευαστικὸν ἐπῆκται· δοκεῖ γὰρ λέγειν ὅτι, εἰ διαιρεθέντος τοῦ λόγου ἦσαν τὰ μέρη αὐτοῦ διττά, τότε ἦν ἄν τῶν ἀμφιβόλων, ὡς τῶν ἀμφιβόλων πάντων ἐχόντων τὰ μέρη διττά, ὅπερ ψεῦδος. τεσσάρων γὰρ ὄντων τρόπων, ὡς καὶ πρὸ ὀλίγου εἰρήκειμεν, ἐξ ὧν τὰ δύο εἴδη συνίστανται, τό τε ἐκ τῆς ὁμωνυμίας καὶ ἀμφιβολίας, πρώτου μὲν ὅταν ὁ λόγος ἢ τοὔνομα πλείω σημαίνῃ, ὅς ἐστι κοινὸς ἀμφοῖν ἐπίσης, δευτέρου δὲ ὅταν εἰωθότες ὦμεν οὕτω λέγειν, ὅστις καὶ οὗτος κοινός ἐστι, τρίτου ὅταν τὸ συντεθὲν πλείω σημαίνῃ, κεχωρισμένον δέ ἐστιν ἁπλοῦν, ὅς ἐστιν ἴδιος τοῦ κατὰ ἀμφιβολίαν μόνου, τετάρτου δὲ τοῦ ἀντιστρόφως τούτῳ ἔχοντος, ἡνίκα τὸ μὲν συντεθὲν ἓν σημαίνῃ, κεχωρισμένον δὲ πολλαχῶς λέγεται, ὃς ὡς ἐπίπαν τὸν πρῶτον τρόπον ποιεῖ, ἐπ’ ἔλαττον δὲ καὶ τὸν δεύτερον, τεσσάρων οὖν ὄντων τρόπων καὶ κυριωτάτου ὄντος <τοῦ> παρὰ τὴν ἀμφιβολίαν, ὅταν τῶν ὀνομάτων ἔχῃ τὸ διττόν, οὐκ οἶμαι τὸ οὐδὲ γάρ ἐστι διττὸν τὸ παρὰ τὴν διαίρεσιν οὕτως ἐπενεχθῆναι ὡς λέγον ὅτι, ἄν διαιρεθὲν εἶχε τὸ διττόν, ἦν ἂν παρὰ τὴν ἀμφιβολίαν, ἐπεὶ δὲ οὐκ ἔστι διττόν, οὐκ ἔστι παρὰ τὴν ἀμφιβολίαν, ἀλλ’ ἔστιν ὃ λέγει ‘ἐπειδὴ συντεθεὶς ἔχει τὸ διττόν, διαιρεθεὶς δὲ οὐκ ἔχει, παρὰ τὴν σύνθεσίν ἐστι σόφισμα’. ὁμοίως καὶ τὸ ‘ἆρα οἶδας σὺ νῦν οὔσας ἐν Πειραιεῖ τριήρεις ἐν Σικελίᾳ ὤν;’ παρὰ τὴν σύνθεσίν ἐστιν· ἄλλο γὰρ δηλοῖ διαιρουμένων τῶν τριήρων ἀπὸ τοὐ Πειραιέως καὶ ἄλλο συντιθεμένων· διαιρουμένων μὲν γὰρ δηλοῖ ὅτι ἐν Πειραιεῖ ὢν νῦν οἶδας τριήρεις ἐν Σικελίᾳ οὔσας, συντιθεμένων δὲ τῷ Πειραιεῖ ὅτι οἶδας ἐν Πειραιεῖ τριήρεις οὔσας σὺ ὢν ἐν Σικελίᾳ νῦν. ἐν δὲ τῷ ἀλλ’ ἐν’ μὲν τοῖς γεγραμμένοις τὸ αὐτὸ ὄνομα λείποι ἄν τὸ ‘οὐκ ἔστι διττόν’. ἔστι δὲ ὃ λέγει τοιοῦτον· ἐν τοῖς γεγραμμένοις οὐκ ἔστι διττὸν τὸ αὐτὸ ὄνομα ἢ τὰ αὐτὰ ὀνόματα, ὅταν ἐκ τῶν αὐτῶν ᾖ γεγραμμένα στοιχείων καὶ ὡσαύτως, τουτέστι διὰ τῶν αὐτῶν τόνων καὶ πνευμάτων, ἵν’ ἢ ἀμφό|τερα δασύνηται ἢ ἀμφότερα ψιλῶνται, καὶ [*](f. 46r) [*](6 τὸν ὗν Α: τὸ νῦν al 10 πρὸ ὀλίγου] p. 137,20 sq. 10. 11 εἰρήκειμεν AI: εἰρήκαμεν a 12 τὸ ὄνομα a σημαίνει a 13 δευτέρου Α, Ι1 corr.: δεύτερον I pr.: β a λέγει a 14 αὐτὸς b σημαίνῃ AI: σημαίνει 16 σημαίνῃ AI: σημαίνει a 19 κυριωτάτου ὄντος Av: κυριωτάτων ὄντων a: compend. I τοῦ addidi παρὰ τὴν ἀμφιβολίαν vb: παρὰ τῆ ἀμφιβολία AI: περὶ τῇ ἀμφιβόλῃ a 20 τὸ παρὰ in ras. Α 24 ante σόφισμα add. τὸ a post ὁμοίως add. δὲ a 27 πειραιέως Α: πειραιεῖ al μὲν Α: om. al 29 ὅτι οἶδας ἐν πειραιεῖ Av: om. al 31 τὸ I: om. a 32 post ὅταν add. γὰρ a 34 immo ψιλῶται)
145
ἢ ἀμφότερα διὰ διχρόνων ἢ ἀμφότερα διὰ μακρῶν· τὸ γὰρ ἦχος καὶ ἦχος οὐ διττόν· ὅταν δὲ μὴ διὰ τῶν αὐτῶν ᾖ γεγραμμένα ἀλλὰ δι’ ἄλλων καὶ ἄλλων, διττόν, ὥσπερ ἐπὶ τοῦ κλῆμα καὶ κλίμα· τὸ μὲν γὰρ διὰ τοῦ ἡ σημαίνει τὴν ἄμπελον, τὸ δὲ διὰ τοῦ ῑ τὸ τμῆμα τῆς γῆς, οἷον εἰ τύχοι τὸ διὰ Ῥόδου κλίμα ἢ τὸ διὰ Βορυσθένους. παράσημα γὰρ τὰ στοιχεῖα, ἴσως δὲ καὶ τοὺς τόνους, μᾶλλον δὲ ἀμφότερα εἴρηκεν· ἐπειδὴ γὰρ τὰ φθεγγόμενα καὶ δηλούμενα διὰ τῶν τοιούτων ὀνομάτων, λέγω δὴ τοῦ κλήματος καὶ κλίματος, οὐ τὰ αὐτά ἐστι, παρεσημειώσαντο πρὸς δήλωσιν τῶν δηλουμένων τὸ μὲν γράφεσθαι διὰ τοῦ διχρόνου, τὸ δὲ διὰ τοῦ φύσει μακροῦ. ἐν δὲ τῇ λέξει τῇ τὰ δὲ φθεγγόμενα οὐ τὰ αὐτά ἦν ἀν’ σαφέστερον, εἰ ἀντὶ τοῦ ‘δέ’ ἦν ὁ ‘γάρ’ σύνδεσμος γεγραμμένος· ὡς αἰτίαν γὰρ τοῦ διὰ τί τὰ παράσημα ποιοῦνται τὸ τὰ φθεγγόμενα οὐ τὰ αὐτά ἐπήγαγε. τὸ δὲ ὥστε οὐ διττὸν τὸ παρὰ τὴν διαίρεσιν ἴσον ἐστὶ τῷ ‘ὥστε οὐ διττὸν οὐδὲ παρὰ τὴν ἀμφιβολίαν ῥηθείη ἄν τὸ σόφισμα, ἐπειδὴ διῃρημένα ἀπ’ ἀλλήλων οὐκ ἔχουσι τὸ διττὸν καὶ τὸ ἀμφίβολον’. ἔστιν οὖν τὸ παρ’ ἁ τὴν διαίρεσιν ταὐτὸν τῷ ‘ἀπὸ τῆς διαιρέσεως’· τοῦ γὰρ συνθέτου τὸ μέρος διαιρεθὲν οὐ διττόν. διὰ δὲ τοῦ οὐ γὰρ ταὐτὸ ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον καὶ τὸ φάναι ἰδεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον τὴν λύσιν λέγει τοῦ σοφίσματος τοῦ ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο;’. ὃ δὲ λέγει ἐστίν· οὐ ταὐτόν ἐστιν εἰπεῖν τοῖς ὀφθαλμοῖς τυπτόμενον ἰδεῖν τῷ ἰδεῖν τυπτόμενον ὥσπερ μάστιξι τοῖς ὀφθαλμοῖς. εἶδον μὲν γὰρ τυπτόμενον τοῖς ὀφθαλμοῖς· οὐ γὰρ τοῖς ὠσὶν ἢ τῇ ῥινὶ βλέπομεν ἀλλὰ τοῖς ὀφθαλμοῖς· τύπτομεν δὲ ἢ τυπτόμεθα οὐ τοῖς ὀφθαλμοῖς ἀλλὰ τῇ ῥάβδῳ· οὐ γάρ ἐστιν ὁ ὀφθαλμὸς ῥάβδος, ἵνα τις τῷ ὀφθαλμῷ τύπτηται.