In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 176a 3)

Εἰ οὖν μὴ ὀρθὸν πρὸς δύο ἐρωτήσεις.

Ἐπειδὴ ἀνοίκειόν ἐστι τῆς διαλεκτικῆς τὸ πρὸς δύο ἐρωτήσεις μίαν ποιεῖσθαι ἀπόκρισιν, μηδὲ τῶν ὁμωνύμων λοιπὸν μία ἔστω ἀπόκρισις· ὡς γὰρ εἰρήκαμεν, ὁ ὁμώνυμον ἐρωτῶν πλείω ἐρωτᾷ. ἀλλ’ οὐδὲ ἐὰν κατὰ πάντων τῶν πραγμάτων τῶν ὑπὸ τοῦ ὁμωνύμου ὀνόματος σημαινομένων ἐστιν ἀληθὲς τὸ κατηγορούμενον. οἷον εἰ ἐρωτήσει τις ‘ἆρ’ ὁ Αἴας ζῷον δίπουν;’, τοῦτο ἀληθὲς μέν ἐστι καὶ κατ’ ἀμφοτέρων τῶν Αἰάντων, οὐ δεῖ δὲ ἀπόκρισιν μίαν ποιῆσαι, καὶ διὰ τὸν τῆς προτάσεως λόγον τὸν λέγοντα ‘μιᾷ ἐρωτήσει μία ἔστω ἀπόκρισις’ (ὦδε δὲ διτταὶ οὖσαι αἰ ἐρωτήσεις ἁπλῆν ἐπιδέχονται τὴν ἀπόκρισιν), καὶ ἵνα μὴ συνεθισθέντες μίαν ἀπόκρισιν διδόναι ἐπί τινων ἀληθῶν ἐρωτημάτων πολλῶν καὶ ἐπὶ ἄλλων μὴ τοιούτων πάθωμεν τοῦτο. οὐδὲν γάρ, φησί, διαφέρει τὸ ὁμώνυμόν τι ἐρωτῆσαι καὶ τὸ τοιαύτην προαγαγεῖν ἐρώτησιν, πότερον ὁ Κορίσκος καὶ ὁ Καλλίας οἴκοι εἰσὶν ἢ οὔ; κἄν γὰρ ἀληθὲς εἴη τὸ εἶναι αὐτοὺς οἴκοι, κἂν τὸ μή, ἀμφοτέρως πολλαὶ αἱ ἐρωτήσεις· οὐ γάρ, εἰ ἀληθὲς εἴη τὸ εἰπεῖν οἴκοι αὐτοὺς εἶναι, μία ἐστὶν ἡ ἐρώτησις.

[*](p. 176a 13)

Tοῦτο δ’ ὅμοιον ὡς εἰ καὶ τὸ αὐτὸ ὄνομα.

Τοῦτο, φησί, τὸ πολλὰ ἐρωτηθέντα ἐρωτήματα μίαν ἀπόκρισιν δοῦναι, ταὐτόν ἐστι τῷ ἐρωτηθέντα τι ὁμώνυμον (τούτου γάρ ἐστι δηλωτικὸν τὸ τὸ αὐτὸ ὄνομα τεθείη τοῖς ἑτέροις· διαφόροις γὰρ πράγμασι τὸ αὐτὸ καὶ ἓν ἐπίκειται ὄνομα), τὸ γοῦν πρὸς πολλὰ ἐρωτήματα ποιήσασθαι μίαν ἀπόκρισιν ταὐτόν ἐστι τῷ ἐρωτηθέντα τι ὁμώνυμον ἀπόκρισιν μίαν δοῦναι. ὥσπερ οὖν οὐ διαλεκτικοῦ τὸ πρὸς πολ|λὰ ἐρωτήματα μίαν ἀπόκρισιν [*](f. 41v) ποιεῖν, οὕτω καὶ τὸ πρὸς ὁμώνυμόν τι τὸ αὐτὸ ποιεῖν. εἰπὼν δὲ μὴ δεῖν ἐπὶ τῶν ὁμωνύμων τὸ ναὶ ἢ οὒ φάσκειν, τὴν αἰτίαν τοῦ μὴ ἀποκρίνεσθαι σθαι τὸν οὕτως ἀποκρινόμενον καὶ τὸ ναὶ ἢ τὸ οὒ λέγοντα τίθησιν. ἔστι δὲ τὸ λεγόμενον τοιοῦτον. ἐπειδὴ πολλαχῶς λέγεται τὸ πρᾶγμα καὶ ἀδύνατόν [*](4 τοῖς διαλεκτικοῖς Α 4. 5 μίαν ἀπόκρισιν ἀποδοῦναι. τὸ ναὶ ἡ τὸ οὔ, δῆλον ὅτι οὐδὲ ἐπὶ τῶν ὁμωνύμων ἔσται μία Α 5 ἔστω I: ἔσται a 6 εἰρήκαμεν a: εἰρήκειμεν I: λέλεκται Α 8 εἴ τις ἤρετο A 9 τοῦτο] πολλὰ ἠρώτησε, κἂν Α μὲν om. Α καὶ om. Α post αἰάντων add. ἀλλὰ καὶ ὁ ἀποκριθεὶς τὸ ναὶ ἠλήθευσεν Α 9. 10 ἀλλ’ οὐ δεῖ ἀπόκρισιν ἀποδοῦναι μίαν πρὸς πλείω ἐρωτήματα καὶ διὰ Α 12 ἀπλῆν Ι: ἀπλῶς a συνεντιθέντες a 15 τὸ a: τὴν I προαγαγεῖν I: προσαγαγεῖν a 17 ἀμφοτέρως ex Arist. scripsi: ἀμφότερον a: compend. I αἱ I: om. a 18 ἡ I: om. a 20 ἐρωτήματα ἐρωτηθέντα A μίαν (ἀπόκρισιν inductum) ποιήσασθαι ἀπόκρισιν A 21 ἐρωτηθέντα v cf. vs. 24: ἐρωτηθέντι aAI 24 ἐρωτηθέντα Av: ἐρωτηθέντι al 25 πολλὰ ἐρωτήματα AI: πολλὰς ἐρωτήσεις a)

130
ἐστι πάντα, ὧν ἐστι τὸ ὄνομα σημαντικόν, διὰ τοῦ ναὶ ἢ τοῦ οὒ δηλῶσαι, εὔδηλον ὡς οὐκ ἀποκρίνεται· εἰ γὰρ ἐπ’ ἄλλου μὲν ὁ ἐρωτῶν ἤρετο, ὁ δὲ ἀποκρινόμενος ἐπ’ ἄλλου καταφήσει ἢ ἀποφήσει, οὐδὲν ἀπεκρίθη. οὐδὲ γὰρ ὁ εἰπὼν ἀπόκρισιν μίαν ἐπὶ τῶν ὁμωνύμων κυρίαν ἀπόκρισιν ἐποίησατο, ἀλλ’ εἴρηκε μέν τι καὶ ἔδοξε τοῖς πολλοῖς ἀπὸ τοῦ εἰπεῖν ναὶ ἢ οὔ, ἀπόκρισιν δὲ οὐ δέδωκεν. ἀπόκρισις γάρ ἐστιν, ὅταν, ὅ τις ἐρωτηθῇ, τοῦτο αὐτὸ ἢ δῷ ἢ ἀπαρνήσηται· ἄν δ’ ἄλλο μὲν ὁ ἐρωτῶν ἔρηται, ἄλλο δὲ ὁ ἀποκρινόμενος φήσῃ ἡ ἀποφήσῃ, εἴρηκε μέν τι καὶ οὕτως, ὥσπερ ἄν εἰ αὐτὸς προαιρούμενος εἶπεν, ἀπόκρισιν δὲ οὐ δέδωκε. τὸ δὲ ἀλλ’ ἀξιοῦνταί πως ἐν τοῖς διαλεγομένοις ἴσον ἐστὶ τῷ ‘ἀλλ’ εἰ καὶ μὴ κατὰ ἀλήθειαν ἀποκρίνονται ἐν τοῖς ὁμωνύμοις τὸ ναὶ ἢ τὸ οὒ λέγοντες, ὅμως ἀξιοῦνται, τουτέστι νομίζονται καὶ ὑπολαμβάνονται ὅτι ἀπόκρισιν ἐποιήσαντο’. νομίζονται δέ, φησίν, ἀποκρίνεσθαι διὰ τὸ λανθάνειν τοὺς ἀκροατὰς τὰ συμβαίνοντα, ἤγουν τὸ μιᾶς ἐρωτήσεως μίαν ἀπόκρισιν εἶναι καὶ τῶν πολλῶν πολλάς, ἢ μάλιστα διὰ τὸ λανθάνειν αὐτοὺς ὅτι ἐν τοῖς ὁμωνύμοις οὐκ ἔστιν ἀπόκρισις· τοῦτο γὰρ εἶπε συμβαῖνον· συμβαίνει γὰρ ἐν τοῖς ὁμωνύμοις τὴν νομιζομένην ἀπόκρισιν μὴ εἶναι ἀπόκρισιν. ὅπερ δὲ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν εἶπε, τοῦτο καὶ ἐνταῦθά σησιν, ὅτι πολλάκις ἀποκρίσεις δοτέον ψευδεῖς μᾶλλον ἢ ἀληθεῖς, εἴπερ εὐχερέστερον ταύτας ὁ ἐρωτῶν δέξαιτο· ἐπεὶ γάρ, φησίν, ὥσπερ ἔλεγχοί τινες οὐκ εἰσὶ μὲν ἀληθῶς, δοκοῦσι δὲ εἶναι, τὸν αὐτὸν δὴ τρόπον καὶ λύσεις εἰσί τινες οὐκ οὖσαι μὲν δοκοῦσαι δέ τισιν, ἃς καὶ προκομιστέον μᾶλλόν ποτε ἤπερ τὰς ἀληθεῖς· πρὸς τὸν πάντῃ γὰρ ἀνθιστάμενον, ὡς τὸ αὐτοῦ ἔχει παράγγελμα, διὰ πάντων δεῖ ἀντιτάττεσθαι. ἀλλὰ μηδὲ ἁπλῶς, φησίν, ἀποκρίνεσθαι δεῖ, ἀλλ’ ὅπερ καὶ αὐτὸς πολλάκις εἶπε, τὸ ‘ἴσως’ λεκτέον καὶ τὸ ‘ἔστω’ καὶ τὸ ‘δοκεῖ’· οὐδαμῶς γὰρ καὶ τούτων προσλεγομένων δυνήσεται γενέσθαι ὁ σοφιστικὸς ἔλεγχος· τοῦτον γὰρ καλεῖ παρεξέλεγχον λεγχον διὰ τὸ ἔξω εἶναι τοῦ κυρίως καὶ ἀληθῶς ἐλέγχου.