In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Οὐ μὴν ἀλλ’ ἐπειδὴ ἄδηλος μέν ἐστι.
Νῦν διδάσκει ὅτι δεῖ τὸν ἀποκρινόμενον ἐρωτώμενόν τι ὁμώνυμον διαίρεσιν αὐτοῦ ποιεῖσθαι καὶ ἐρωτᾶν ἐφ’ οὗ τῶν σημαινομένων ἐρωτᾷ τοῦτο ὁ ἐρωτῶν· εἰ γὰρ μὴ οὕτως ποιήσει, ἄδηλός ἐστι, κἄν τε ἐλήλεγκται, κἄν τε οὔ. οὐκοῦν ἐπειδὴ ἄδηλός ἐστιν εἰ ἐλέγχεται ὁ μὴ διαίρεσιν τοῦ ὁμωνύμου ἢ ἀμφιβόλου λόγου ποιούμενος, δέδοται δὲ τῷ ἀποκρινομένῳ τὸ διελεῖν, εἰ μὴ οὗτος, ὁ ἀποκρινόμενός [ὄ] φημι, διορίζει τὸ ἐρωτώμενον, ἤγουν μὴ διαιρεῖ ἀλλ’ ἀπλῶς λαμβάνει, ἁμαρτάνει καὶ αὐτὸς ἑαυτῷ τοῦ φαινομένως ἐλέγχεσθαι αἴτιός ἐστι. συμβαίνει δ’ ἐντεῦθεν, καὶ εἰ μὴ αὐτὸς ἐλήλεγκται, τόν γε λόγον αὐτοῦ ἐληλέγχθαι· οἷον εἰ ἐρωτηθείη τις ‘ἆρά γε ὁ κύων καύματα ποιεῖ;’, εἶτα ὁ ἀποκρινόμενος εἴπῃ ναὶ πρὸς τὸν ἀστρῷον | ἀποβλέψας, μὴ διέληται δὲ τὰ τοῦ κυνὸς σημαινόμενα, f. 41r αὐτὸς μὲν δοκεῖ μὴ ἐλέγχεσθαι ὡς τὸν ἀστρῷον δοὺς καύματα ποιεῖν, [*](4 an αὐτὸς? 5 οὐδὲ Α Arist.: οὐ al 7 κεκαλυμμένως I δὲ alterum om. Α 8. 9 ἀναφέρηται a 10 ὀφείλειν a: ὀφείλει AI ὑμεῖς corr. Α1: ἡμεῖς al, Apr. 11 τούτους A ἐπάγετε AI: ἐπάγεται a 12 τῶ, ut videtur, I pr.: τοῖς corr. I1 προτάσεων aA: προτέρων I 14 θατέρῳ a Arist.: θατέρων Α: compend. I 15 τῶ συμπεράσματι—ταῖς προτάσεσι Α 18 ἐπειδὴ a Arist.: ἐπεὶ I 19 ὅτι al: ὡς Α 19. 20 ὁμώνυμον ἡ ἀμφίβολον, διαιρεῖν αὐτὸ καὶ Α ἐπὶ ποίου Α 20 ἐρωτᾶ τοῦτο A: δέδωκεν al 21 post ποιήσει add. καὶ διαιρήσει ἥν ἀμφιβολίαν ἡ τὸ ὁμώνυμον Α ἄδηλον Α an ἔσται? 21. 22 εἴτε ἐλέγχεται, εἴτε καὶ μή Α 22 τε I: om. a 23 ἡ τὴν ἀμφιβολίαν τοῦ λόγου A δέ Av: om. al post δὲ add. ἐν τοῖς λόγοις καὶ ταῖς διαλέξεσι Α 24 ὅ delevit v 26 φαιωομένως A, qui variat in reliquis, V: φαινομένου al καὶ scripsi cf. p. 109,21 n.. ὡς al 27 τόν γε scripsi cf. b32: τόν δε (sic) al 28 γε om. Α 29 μὴ διελὼν πρῶτον τὰ Α 30 post δοὺς add. τὰ Α)
Εἰ δὲ τὰ δύο ἐρωτήματα μὴ ἓν ποιεῖ τις.
Νῦν διδάσκει τὴν γένεσιν τῆς ὁμωνυμίας καὶ τῆς ἀμφιβολίας, καὶ φησὶν ὅτι ἀπὸ τοῦ τὰ πλείω ἐρωτήματα ἓν ποιεῖν ταύτας γίνεσθαι· ὡς γὰρ ἐν ἐκείνῳ πλείω ὄντα τὰ ἐρωτώμενα ἓν ἔχει τὸ κατηγορούμενον, οὕτως καὶ ὧδε, εἰ καὶ ἕν ἐστιν ὄνομα, ἀλλ’ οὖν πλειόνων ἐστὶ σὴ μαντικόν. εἰ γοῦν μὴ ἦν ὁ τὰ πλείω ἐρωτήματα ἓν ποιῶν παραλογισμός, οὐκ ἄν ἦν ὁ παρὰ τὴν ὁμωνυμίαν καὶ τὴν ἀμφιβολίαν· εἰ δὲ μὴ ἦν ἀμφιβολία ἢ ὁμωνυμία, ἢ ἀληθὴς ἔλεγχος ἐγίνετο ἢ οὐδ’ ὅλως ἐγίνετο. οἷον εἰ μὴ ἦν τὸ κύων ὄνομα πολλῶν σημαντικόν, ἀλλ’ ἕν τι ἐδήλου, οἷον τὸν ἀστρῷον μόνον, εἰ ἠρωτήθη τις ‘ἆρα ὁ κύων ὑλακτεῖ;’, ἀπέφησε δὲ ὁ ἐρωτώμενος, ἠλέγχθη ἂν κυρίως οὐχί· ἐπεὶ γὰρ μόνον τὸν ἀστρῷον ὁ κύων σημαίνει, εἰ ἐρωτηθείη ἆρα ὑλακτεῖ;’ καὶ ἐρεῖ ὅτι οὐχί, οὐδ’ ὅλως ἐλήλεγκται· εἰ δὲ κατέφησεν, ἠλέγχθη ἄν. πῶς δὲ ὁ ὁμώνυμόν τι ἐρωτῶν πλείω ἐρωτήματα ἐρωτᾷ, δείκνυσι. τί γὰρ διαφέρει τὸ εἰπεῖν ‘ἆρα ὁ Καλλίας καὶ ὁ Θεμιστοκλῆς μουσικοί εἰσι;’ τοῦ εἰπεῖν ‘ἆρα ὁ κύων ὑλακτεῖ;’· ἐπὶ ἀμφοτέρων πλείω τὰ πράγματα· πᾶν γὰρ τὸ ἐρωτώμενον, εἰ μὴ ἀπλοῦν [*](1 ἡ δὲ ἀπόκρισις αὐτοῦ ἐλεγχθήσεται μὴ διελοῦσα τὸ ὁμώνυμον πρῶτον Α διάλεξις a: διάλυσις I 2 φησί om. Α τὸν ἐρωτώμενον συνορῶν Α 2. 3 ὡς ὁμώνυμόν ἐστι τὸ ἐρωτώμενον Α 4 τοῦ ἐρωτωμένου al: αὐτοῦ A καὶ ἀναδυόμενον om. Α 5 δύσερις εἶναι καὶ δύσκολος ὡς μὴ συνεχῆ Α 6 ἐνδελεχησμὸν I καὶ al: ἢ Α τὰ ἐρωτήματα om. Α 7 ὁ ἐρωτώμενος ἀεὶ διαιρεῖν, ἶνα Α post δόξῃ add. δύσερις εἶναι καὶ Α ἐπιχειροίη Α: ἐπιχειρείη al 8 οἰομένου τοῦ ἀποκρινομένου Α 8. 9 ἐκ τούτου συμβαίνειν Α 9 χωρὶς τοῦ διελεῖν τὸ ὁμώνυμον δώσει Α ἀπήντησέ Α 10. 11 τοιαῦτα ἀποκρίνεσθαι ἄνευ τοῦ προσδιορίσαι· ἐπεὶ γὰρ Α 11 προδιελεῖν τὴν ὁμωνυμίαν Α 12 post τοῦτο add. ἤγουν τὸ διαιρεῖν Α 14 τῆς alt. om. Α 15 ὅτι om. v ἀπὸ aA: om. I τοῦ Al: τῶν a 16 ἐρωτώμενα Al: ἐρωτήματα a 18 παραλογισμὸς ποιῶν Α post ἦν alt. add. καὶ Α 19 τὴν alt. om. A(T) post ἀμφιβολίαν add. παραλογισμός Α 20 ἔλεγχος ἐγίνετο I: iuv. ord. a 26 ἐρωτᾶν a 27 γὰρ I: δὲ a)