In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 175b 15)

Εἰ δέ τις ὑπολήψεται τὸν κατὰ τὴν ὁμωνυμίαν ἔλεγχον εἶναι.

Εἰπὼν πρὸ ὀλίγου φαινομένως ἐλέγχειν τοὺς σοφιστὰς καὶ οὐ κυρίως νῦν φησιν ὅτι, εἴ τις ὑπολάβοι κυρίως ἐλέγχειν τοὺς σοφιστὰς καὶ μὴ φαινόμενον εἶναι ἔλεγχον τὸν κατὰ τὴν ὁμωνυμίαν ἔλεγχον καὶ τὰ ἄλλα σοφίσματα, συμβήσεται πάντας ἐλέγχεσθαι καὶ αὐτοὺς τοὺς ἐπιστήμονας· παρακρούονται γὰρ καὶ οὗτοι ὑπὸ τῶν σοφιστῶν δι’ ὁμωνύμων τινῶν καὶ τῶν ἄλλων τῶν τοιούτων. καὶ εἰ οὕτως ἔχει καὶ ἀληθὴς ἔλεγχος ὁ τοιοῦτος ἔλεγχος λογίζεται, οὐ διαφευξεῖταί ποτε ὁ ἀποκρινόμενος τρόπον τιν’ ἁ τὸ ἐλέγχεσθαι· παρὰ γὰρ τοῖς ἀληθῆ λέγουσιν ἔλεγχον τὸν φαινόμενον ἔλεγχον καὶ παραλογισμὸν ἀδύνατον διαφυγεῖν τὸ μὴ ἐλεγχθῆναι, καὶ οὐκ ἔστι τὸ μὴ οὐκ ἐλέγχεσθαι τὸν ἀποκρινόμενον. τὸ δὲ τρόπον τινὰ προσέθηκε, διότι μὴ κυρίως ἐστὶν οὗτος ἔλεγχος. πῶς δὲ πάντας συμβήσεται ἐλέγχεσθαι, ἐπάγει· ἐπὶ γὰρ τῶν ὁρατῶν, ἤτοι τῶν τῇ ὁράσει ὑποπιπτόντων, ἀναγκαῖον πολλάκις, ὃ ἔφησεν ὁ ἀποκρινόμενος, ἀποφῆσαι πάλιν, καὶ ὃ ἀπέφησε, φῆσαι. πρῶτον δὲ καλῶς ἄν ἔχοι τὴν ἀγωγὴν τοὐ σοφίσματος ἐκθέσθαι καὶ οὕτως τὰ κατὰ τὴν λέξιν ἀναθρῆσαι. περικαλύψαντες τὸν μουσικὸν Κορίσκον ὀθόνῃ ἢ ἄλλῳ τινὶ οἱ σοφισταὶ ἠρώτων· ἆρ’ οἶδας ὅτι ὁ Κορίσκος μουσικός ἐστι; ναί· τί δ’, οἶδας τὸν κεκαλυμμένον ὅστις ἐστίν; οὔ. εἶτα ἀφελόντες τὸ περικάλυμμα, τί δ’, οἶδας, ἔλεγον, τοῦτον ὅστις ἐστί; ναί· οἶδας ἄρα τοῦτον καὶ ὅτι μουσικός ἐστιν· ἀλλὰ μὴν καὶ οὐκ οἶδας· ὃν γὰρ ἠγνόεις, ὅτε περικεκαλυμμένος ἦν ὅστις ἦν, τοῦτον οὐδ’ εἰ ἦν μουσικὸς ἐγίνωσκες· οἶδας ἄρα τὸν αὐτὸν καὶ μουσικὸν καὶ μὴ μουσικόν, ἤτοι μουσικὸν καὶ ἄμουσον, ὥστε ὃ ἀπέφησας ἀπ’ αὐτοῦ ὄνομα, τὸ ‘μουσικός’, τοῦτο κατέφησας κατ’ αὐτοῦ. πάλιν ἆρ’ οἶδας τὸν κεκαλυμμένον ὅστις ἐστίν; οὔ. εἶτα ἀποκαλύψαντες, τί δέ, οἶδας τοῦτον; ναί· Κορίσκος γάρ ἐστιν· ἀλλὰ μὴν ἔφησας αὐτὸν καὶ μὴ Κορίσκον· ὃν γὰρ ὅλως ἠγνόεις τίς ἐστιν, οὐδὲ εἰ Κορίσκος ἐστὶν ἐγίνωσκες· ὥστε τὸ αὐτὸ ὄνομα κατέφησας κατ’ αὐτοῦ καὶ ἀπέφησας. τὸ σόφισμα παρὰ τὸ συμβεβηκός· συμβέβηκε γὰρ τῷ Κορίσκῳ τὸ κεκαλυμμένῳ εἶναι. οὐκ ἀνάγκη δὲ τὸ ὑπάρχον τῷ συμβεβηκότι ὑπάρχειν καὶ τῷ πράγματι ᾧ ὑπάρχει τὸ συμβεβηκός· οὐ γάρ, εἰ ὑπάρχει τὸ δισύλλαβον τῷ λευκῷ, τὸ δὲ λευκὸν συμβέβηκε τῷ Ἀλκιβιάδῃ, ἀνάγκη καὶ τὸ δισύλλαβον ὑπάρχειν τῷ Ἀλκιβιάδῃ· οὐ γάρ ἐστιν ὁ Ἀλκιβιάδης δισύλλαβον οὕτως καὶ ἐπὶ τούτων· οὐ γάρ, εἰ τὸν κεκαλυμμένον ἀγνοῶ, συμβέβηκε δὲ τὸ κεκαλύφθαι τῷ Κορίσκῳ, ἀνάγκη καὶ ἀγνοεῖν τὸν Κορίσκον. [*](10 τὸ a: τοῦ I 15 τῆ a: om. I 17 ἔχει a 18 —20 ἢ περικαλύμματι ἄλλω τινὶ ἠρώτων· τί δέ Α 20 ὅτις a 21 post περικάλυμμα add. ἠρώτων Α ἔλεγον om. Α 21. 22 ἄρα τὸν κορίσκον ὡς μουσικός Α 22 post οἶδας add. ὡς μουσικός ἐστιν Α 22. 23 ἠγνόεις περικεκαλυμμένον ὄντα, ὅστις ἐστὶ A 24 τὸν κορίσκον Α 30 τὸ tertium I: τῶ a 33 τῶ λευκῶ post 32 εἰ collocat A καὶ AI: om. a 33. 34 τὸν ἀλκιβιάδην δισύλλαβον εἶναι Α)

126
ὥστε δεῖ λέγειν ὅτι παρὰ τὸ συμβεβηκός (τοιοῦτον γὰρ τὸ τοῦ ἐγκεκαλυμμένου) ἢ παρὰ τὴν ὁμωνυμίαν ὁ λόγος ἢ παρὰ τὴν ἀμφιβολίαν ἢ παρά τι τούτων. τὸ τοιοῦτον σόφισμα ἔλυον οὕτως ἐκεῖνοι λέγοντες, ὅτι τοῦτον τὸν Κορίσκον οἶδα μουσικὸν τὸν φαινόμενον καὶ τοῦτον οἶδα Κορίσκον, τὸν δὲ κεκαλυμμένον καὶ ἄμουσον καὶ οὐ Κορίσκον. ἡ μὲν οὖν διάνοια καὶ ἡ τοῦ σοφίσματος ἀγωγὴ τοιαύτη τις ἂν εἴη. τὰ δὲ κατὰ τὴν λέξιν ὧδε ἄν ἔχοι. ὁρατὰ λέγει τὰ κατ’ ἐνέργειαν ὁρατά, ἃ βλέποντες γνωρίζομεν, κεκαλυμμένα δὲ ὄντα ἀγνοοῦμεν· ἐπὶ τούτων γὰρ ἀναγκαῖον ὃ ἔφησέ τις ἀποφῆσαι καὶ ὃ ἀπέφησέ τις καταφῆσαι· ὃν γὰρ ἔλεγε μουσικὸν ὁρῶν, τοῦ|τον περικεκαλυμμένον ὄντα καὶ μὴ ὁρώμενον εἴποι ἄμουσον· καὶ ὃν [*](f.104v) λέγει ἄμουσον περικεκαλυμμένον ὄντα, τοῦτον μουσικὸν ἂν εἴποι ἀφαιρεθέντος θέντος τοῦ περικαλύμματος. ὥστε ἐπὶ τούτων, φησί, τῶν ὁρατῶν ὃ ἔφησεν ὄνομα, ἀναγκαῖον ἀπὸ τοῦ αὐτοῦ ἀποφῆσαι, πάλιν ὃν ἔφησε λευκόν, ἀναγκαῖον ἀποφῆσαι καὶ εἰπεῖν μὴ λευκόν. δεῖ οὖν ὡς εἴπομεν λύειν, ἢ ὅτι παρὰ τὸ συμβεβηκὸς ἢ καθ’ ἕτερόν τι, ὅπερ καὶ αὐτὸς ἐρεῖ, ὅτε τὰς λύσεις τῶν σοφισμάτων ἐκτίθεται, ἀλλὰ μὴ ὡς οὗτοι.

[*](p. 175b 21)

Ὁ γὰρ αὐτὸς ἔσται λόγος τὸ τὸν Κορίσκον.

Ὃ λέγει τοιοῦτόν ἐστι· τὸ λέγειν ὅτι τὸν Κορίσκον οἶδα ταὐτόν ἐστι τῷ τοῦτον τὸν Κορίσκον· τὸ γὰρ ‘ἆρα οἶδας τὸν Κορίσκον ὅτι μουσικός ἐστι; ναῖ’, τοῦτο ταὐτόν ἐστι τῷ ‘ἆρ’ οἶδας τοῦτον τὸν Κορίσκον ὅτι μουσικός ἐστιν;’· ὃν γὰρ νῦν λέγεις μουσικὸν ἢ Κορίσκον, ὅτε ἀφῃρέθη τὸ περικάλυμμα, τοῦτον ἔλεγες καὶ ὅτε κεκαλυμμένος ἦν. καὶ ἔτι σαφέστερον περὶ τοῦ αὐτοῦ εἰπεῖν, ἔλυόν τινες τὸ σόφισμα λέγοντες τοῦτον μὲν τὸν Κορίσκον εἰδέναι μουσικόν, τοῦτον δ’ ἄμουσον, ἐπὶ διαφόρων προσώπων τὴν ἐρώτησιν φέροντες καὶ δύο ὑποκείμενα λαμβάνοντες. οὓς λύειν ἀνωφελῶς φησι λέγων ὁ γὰ¦ρ αὐτὸς ἔσται λόγος τὸ τὸν Κορίσκον μουσικὸν ἢ ἄμουσον τῷ τοῦτον τὸν Κορίσκον, τοῦτο διὰ τούτων λέγων, ὅτι ἡνίκα φαμὲν ‘ἆρ’ οἶδας τὸν Κορίσκον μουσικόν;’, τοῦτόν φαμεν τὸν ἕνα τῷ ἀριθμῷ καὶ οὐ πολλούς, ἀλλὰ τὸν ὀθόνῃ κεκαλυμμένον, ἐφ’ οὗ καταφάσκεται καὶ ἀποφάσκεται. ἀνατρέψας οὖν τοὺς κακῶς λύοντάς φησιν ἀλλ’ ἴσως οὐ ταὐτὸν σημαίνει, ὃ δυνάμει τοιοῦτον ἂν εἴη· ἴσως οὐχ οὕτω δεῖ διορθοῦσθαι, ὅτι ὅδε ὁ Κορίσκος μουσικὸς καὶ ὅδε ἄμουσος, ἀλλ’ ὅτι οὐ ταὐτὸν σημαίνει, τουτέστι τὸ Κορίσκος οὐχ ἓν σημαίνει. οὐ γάρ ἐστιν ἑνὸς δηλωτικὸν τὸ Κορίσκος ὄνομα, ὥσπερ οὐδὲ ὁ Σωκράτης καὶ ὁ λευκὸς Σωκράτης· εἰ γὰρ καὶ τῷ ὑποκειμένῳ ἕν ἐστιν ὁ Κορίσκος [*](10 fort. Ε; εἴποι ut vs. sq. 13 ὃν AI: ὃ a 14 ὡς εἴπομεν om. Α 15 ἐρεῖ] c. 24 p. 179b7 sp. 17 λόγος ἔσται a τὸ I: τοῦ a (itemque variaut Arist. codd.) 20 ναί cm. Α 21 ἡ cm. A ὅτε aA: ὅτι I 22 ἔλεγες aA: ἔλεγε I καὶ prius om Α post ἔτι add. δὲ A 23 τοῦ om. A εἰπεῖν] εἴπομεν ὄπισθεν· καὶ νῦν δὲ ῥητέον Α 25. 26 πρὸς οὓς φησὶ Α 27 τούτων a: τούτου Α: compend. I 30 καὶ Av: om. al 31 οὐ superscr. Α1)

127
καὶ ὁ κεκαλυμμένος Κορίσκος, ὥσπερ καὶ ὁ Σωκράτης καὶ ὁ λευκὸς Σωκράτης, ἀλλὰ τῷ λόγῳ οὐχ εἷς ἐστιν. ὥστε ῥητέον ὅτι ἐλεγχοειδὲς καὶ παρὰ τὸ συμβεβηκός. εἶτα ἐπειδὴ εἶπεν “εἴ τις ὑπολήψεται τὸν κατὰ τὴν ὁμωνυμίαν”, οὗτος δὲ τοῦ παρὰ τὸ συμβεβηκὸς τέθεικε παράδειγμα, ἐπιφέρει οὐδὲ γὰρ ἐκεῖ τοὔνομα, ἐκεῖ λέγων ἐπὶ τοῦ καθ’ ὁμωνυμίαν· ἐπὶ τούτου γὰρ οὐ ταὐτὸν σημαίνει τὸ ὄνομα. ὥστε τι διαφέρει τὸ ἁπλῶς περὶ Κορίσκου ἐρωτᾶν καὶ κεκαλυμμένου. τὸ δὲ εἰ δὲ τῶ μὲν τὸ ἁπλῶς λέγειν Κορίσκον ἀποδώσει πρὸς τοὺς κακῶς λύοντας ἀναφέρεται καὶ ἔστιν ἀνατρεπτικὸν αὐτῶν· λέγει γὰρ τὸ συμπέρασμα οἰκεῖον ὀφείλειν εἶναι ταῖς προτάσεσι. πῶς γοῦν ὑμεῖς μὴ ἐρωτηθέντες ‘ἆρ’ οἶδας τόνδε ἢ τόνδε τὸν Κορίσκον;’ ἐν τῷ συμπεράσματι τοῦτο ἐπάγετε; εἰ γὰρ ἐν τῷ μέν, ἤγουν ἐπὶ τῶν προτάσεων, ὡς ἐκεῖνοι λέγουσιν, ἁπλῶς δεῖ λέγειν ὅτι ὁ Κορίσκος μουσικός, ἐν δὲ τῷ συμπεράσματι προστεθήσεται τὸ ὅδε, ἄτοπον. τὸ δὲ οὐδὲν γὰρ μᾶλλον θατέρῳ τοιοῦτόν ἐστιν, ὅτι ἐπίσης ἔδει καὶ ἐν ταῖς προτάσεσι καὶ ἐν τῷ συμπεράσματι τεθεῖσθαι τὸ τόνδε· ἢ γὰρ καὶ ἐν ταῖς προτάσεσι προσκείσθω τὸ ὅδε ἤ, εἰ μὴ ἐν ἐκεί- ναις, μηδὲ ἐπὶ τῷ συμπεράσματι.