In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 175a 40)

Οὔκουν τὸ ἐλεγχθῆναι ἀλλὰ τὸ δοκεῖν εὐλαβητέον.

Οὐδαμῶς, φησί, χρὴ τὸν ἐρωτώμενον φοβεῖσθαι μή πὼς ἐλεγχθῇ, ἀλλὰ τὸ δόξαι ἐληλέγχθαι· οὐ γὰρ κυρίως ἄν ποτε ἐλεγχθήσεται παρὰ [*](3 παρὰ scripsi: περὶ ut solet a: πρὸς I 4 γράφει I: γράφοι a 6 ἁρμόσοι I: ἁρμόσει a 19 δόξης A 19. 20 εἴπωμεν A 24—26 οἷον—οὐκ ἐστι δέ aA: om. I 26 εἰ γὰρ ὁ κυρίως ἔ. ἐστὶν ἁ. Α 20. 27 μὴ ὁμώνυμος ἔκ τινων Α Arist. 28 ἐλέγχοις a: ἐλέγχειν I μόνον om. Α 29 καὶ om. A 30 post ὂν add. ἡ ἀμφίβολον Α 31 εὐλαβητέον om. I 32 μήπω a 33 ἐληλέγχθαι scripsi: ἐλέγχθαι I: ἐλέγχεσθαι a)

124
τῶν σοφιστῶν ψευδῆ λαμβανόντων· τοσοῦτον γὰρ οὐκ ἐλέγχει, φησίν, ἀληθῶς ὁ σοφιστὴς διὰ τῶν τοιούτων ἐρωτημάτων. ὥστε καὶ εἴ τις πολλάκις δι’ ἀμαθίαν ἐλέγχεται, καὶ τὸν τοιοῦτον ἀδηλοποιεῖ καὶ οὐ φανεροῖ αὐτόν· τὸ γὰρ ἐρωτᾶν ὁμώνυμα καὶ ἀμφίβολα καὶ ὅσα ἄλλα τοιαῦτα σοφιστικὰ ἀφανίζει τὸν κυρίως ἔλεγχον καὶ τὸν ἐλεγχόμενον ἄδηλον ποιεῖ. πολλάκις γάρ, εἰ διεῖλεν ὁ σοφιστὴς τὰ ὁμώνυμα καὶ ἠρώτησεν, ἐποίησεν ἄν ἔλεγχον κυρίως· οἷον εἰ διεῖλε τὰ τοῦ κυνὸς σημαινόμενα καὶ ἠρώτησέ τι περὶ ἑνὸς τούτων, ἠπάτησεν ἄν. νῦν δὲ μὴ ποιῶν τοῦτο πολλάκις συμπεραινόμενός τι ἄτοπον εὑρίσκει τὸν ἀποκρινόμενον ἀνθιστάμενον καὶ λέγοντα μὴ ἐπὶ τούτου καταφῆσαι καθ’ οὗ ἀπέφησεν ὁ σοφιστής· καὶ ἴσως ἐφ’ οὗ ἔδωκεν ἐκεῖνος ὁ ἀποκρινόμενος, ἐπὶ τούτου συνεπεράνατο ἂν καὶ ὁ ἐρωτῶν. ὥστε ἄδηλον ποιεῖ τὸν ἐλεγχόμενον· ἄδηλον γὰρ εἰ ἀληθῆ νῦν λέγει ὁ ἀποκρινόμενος λέγων μὴ δοῦναι ἐπὶ τούτου ἐφ’ οὗ συνεπεράνατο ὁ σοφιστής. τοῦτο δὲ οὐκ ἂν ἐγίνετο, εἰ διελὼν τὰ ὁμώνυμα ἠρώτα.

[*](p. 175b 8)

Ὅ τε ἐπιζητοῦσι νῦν μὲν ἧττον.

Εἰ διελὼν τὰ ὁμώνυμα ὁ σοφιστὴς ἠρώτα, ἐγίνετο ὅπερ νῦν μὲν ἧττον ἐπιζητοῦσιν οἱ σοφισταί, μᾶλλον δὲ ἐν τοῖς κατὰ Πλάτωνα χρόνοις. τί δὲ ἦν ἐκεῖνο ὃ ἐζήτουν, ἐπάγει, τὸ ἀποκρίνεσθαι ἢ ναὶ ἢ οὔ. πάλαι γὰρ ἀμφίβολα καὶ ὁμώνυμα ἐρωτῶντες τὸν Πλάτωνα εὕρισκον αὐτὸν ἀποκρινόμενον τὴν ἀντίφασιν, τὸ ‘ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ’· ὅθεν καὶ ἠνάγκαζον αὐτὸν ἓν ἀποκρίνεσθαι, ἢ ναὶ ἢ οὔ, κατὰ τοὺς διαλεκτικούς. τοῦτο γοῦν, φησί, τὸ περισπούδαστον τοῖς σοφισταῖς ἐγίνετο ἂν νῦν, εἰ διαιροῦντες οἱ σοφισταὶ τὰ σημαινόμενα τῶν ὁμωνύμων ἠρώ|των f. 40r τι περὶ ἑνὸς αὐτῶν, οἷον περὶ κυνὸς χερσαίου, εἰ καύματα ποιεῖ· πάντως γὰρ ἂν τότε ὁ ἀποκρινόμενος ἢ ναὶ ἡ οὒ ἀπεκρίθη. νῦν δὲ μὴ διαιρούντων ἀνάγκη τὸν ἐρωτώμενόν τι ὁμώνυμον προσαποκρίνεσθαι, τουτέστι δεῖ λέγειν ὅτι φαίνεται μέν, οὐκ ἔστι δέ, ἢ τὸ ἴσως ἢ τοιοῦτόν τι· οὕτως γὰρ ἂν κατάδηλος γίνεται, ὅτι οὐκ ἀρέσκεται τοῖς ἐρωτωμένοις διὰ τὸ μὴ ἀληθέσιν εἶναι. ἢ γοῦν τὰ εἰρημένα ἀνάγκη τὸν ἐρωτώμενον προσαποκρίνεσθαι ἢ λέγειν τὴν ἀντίφασιν, τὸ ‘ἔστι μὲν ὡς, ἔστι δ’ ὡς οὔ’, καὶ οὕτως διορθοῦν τὴν μοχθηρίαν τῆς ἐρωτήσεως.

[*](1. 2 φησὶν οὐκ ἐλέγχει ὁ σοφιστὴς ἀληθῶς Α 3 ἄδηλον ποιεῖ Α Arist. 4 καὶ prius AI: ἢ a 4. 5 σοφιστικὰ τοιαῦτα Α 5 ἀφανίζειν I 7 κυρίως ἔλεγχον Α 13 ἀληθῆ AI Arist.: ἀληθῶς a 15 ἐγίνετο aA: ἐγένετο a 18 πλάτωνα Av: πλάτωνος al 19 ἐκεῖνο om. Α ἀποκρινόμενον a post ἀποκρίνεσθαι add. ὡς εἴρηται Α 22 ἡ ναὶ ἢ οὔ post διαλεκτικοὺς collocat Α 23 τὸ om. Α 26 τότε Ι: ποτε a 27 τι ὁμώνυμον iterat a 29 fort, γίνηται cf. Ind. sub V. ἄν")
125