In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]
Alexander of Aphrodisias
Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.
Ὅται τε ἐπὶ τῶν μερῶν διδῷ τις τὸ καθ’ ἕκαστον, ἐπάγοντα.
Καὶ ὅταν, φησίν, ὁ ἐρωτῶν ἐπαγωγὴν ποιούμενος τῶν καθ’ ἕκαστα ἔχῃ καὶ τὸν ἀποκρινόμενον διδόντα τὸ μερικόν, ὁπηνίκα μέλλει ἐρωτῆσαι τὸ καθόλου, οὐ δεῖ κατ’ ἐρώτησιν τοῦτο προάγειν ἀλλὰ ἀποφαντικῶς καὶ ὡς δοθὲν παρ’ αὐτῶν τῶν ἀποκρινομένων. καὶ γὰρ ἐνίοτε καὶ αὐτὸ τὸ καθόλου δεδώκασι καὶ ἀπὸ μόνης τῆς ἐπαγωγῆς καὶ τοὐ καθόλου μὴ μνημονευθέντος, καὶ τοῖς ἀκροαταῖς φαίνονται δεδωκέναι, ὅτι μηδὲ μάτην καὶ χωρίς τινος λόγου ἡ ἐπαγωγὴ ἐγίνετο. οἷον εἰ προκείμενόν ἐστι τὸ πάντα ἄνθρωπον καθ’ ὑπόθεσιν λογικὸν εἶναι, λεκτέον οὕτως· ὁ Σωκρά- [*](1 ὁμοίως ταράττεται καὶ ὁ πρὸς τὰ ἐναντία φυλαττόμενος Α 2 φυλαττόμενος ταράττεται καὶ ἀπατᾶται A 2. 3 ἐν τῷ ὀγδόῳ τῶν Τοπικῶν] c. 1 p. 155b29 —157a5 4 γὰρ I: om. a 7 παραδεδομένα v 8 ἀποκρινόμενος om. Α 8. 9 συνείς τινα τῶν ἐρωτημάτων συντελοῦντα 9. 10 αὐτὸς ὁ ἐρωτῶν om. Α 11 εἶναι delevi 12 βούλεται ὁ ἐρωτῶν λαβεῖν ὡς Α 14 ὅτι al: ὡς Α 19 συγχωρεῖ oinisso συμβαίνει Α 20 εὔδηλον a 21. 22 τὸ—ἐπάγοντα om. Α 23 ἕκαστα AI: ἕκαστον a 24 τὸν ἐρωτώμενον Α μερικὸν AI: μικρὸν a μέλλει ὁ ἐρωτῶν λαβεῖν Α 25 προ- φέρειν Α ἀποφαντικῶς] ν superscr. I1 26 ἐνίοτε γὰρ καὶ αὐτοὶ A καὶ alt. om. a 27 καὶ τοῦ al: τῶν μερικῶν· καὶ ταῦτα τοῦ Α μὴ falso vult deleii coll. Arist. a37 AVaitz Organ. II p. X 28. 29 διὰ τὸ μάτην καὶ χωρὶς τινὸς λόγου καὶ αἰτίας τὴν ἐπαγωγὴν γενέσθαι Α 29 εἰ πρόκειται τὸ Α 30 λογικὸν εἶναι καθ’ ὑπόθεσιν Α post οὕτως add. ἄρα γε Α ὁ] ὣ (sic) I)
Πρός τε τὸ λαβεῖν τὴν πρότασιν.
Χρήσιμόν ἐστι καὶ συντελοῦν τῷ ἐρωτῶντι εἰς τὸ λαμβάνειν τὴν πρότασιν καὶ τὸ μὴ αὐτὸ ἐκεῖνο μόνον ὃ βούλεται ἐρωτᾶν ἀλλὰ προστιθέναι καὶ τὸ ἐναντίον. οἷον εἰ βούλεται ὁ ἐρωτῶν τοιαύτην λαβεῖν πρότασιν ὅτι δεῖ πάντα τῷ πατρὶ πείθεσθαι, οὕτω συζεύξαντα χρὴ προτείνεσθαι τὴν ἐρώτησιν· πότερον ἅπαντα δεῖ πείθεσθαι τοῖς γονεῦσιν, ἢ πάντα δεῖ ἀπειθεῖν; καὶ πάλιν, εἰ δέοι λαβεῖν τὸ δεῖ πολλάκις πολλὰ πείθεσθαι τῷ πατρί ἀπὸ κοινοῦ δὲ κἀνταῦθα ληπτέον τὸ οἷον εἰ δέοι λαβεῖν), ἐρωτητέον πότερον πολλάκις πολλὰ δεῖ πείθεσθαι τῷ πατρὶ ἢ ὀλίγα. ἐν τισὶ μὲν οὖν οὐ πρόσκειται τὸ συγχωρητέον, καὶ ἔστι σαφὲς τὸ λεγόμενον. εἰ δὲ καὶ τόδε ἔγκειται, οὕτως ληπτέον· πότερον συγχωρητέον τὸ πολλὰ πείθεσθαι τῷ πατρὶ ἢ ὀλίγα; μᾶλλον γὰρ ἄν δόξειεν εἶναι τὰ πολλὰ συγχωρεῖν, εἴπερ ἀναγκαῖόν ἐστιν, ἢ τὰ ὀλίγα. τοῦτο εἰπὼν καὶ τὴν αἰτίαν προστίθησι δι’ ἣν λέγει συλλαμβάνειν ἐν τῇ τῆς προτάσεως ἐρωτήσει καὶ τὸ ἐναντίον αὐτῇ· φησὶ γὰρ ὅτι παρατιθεμένων γὰρ τῶν ἐναντίων καὶ μείζω καὶ μεγάλα φαίνεται. ἴσον δέ ἐστι τοῦτο τῷ ‘παρ’ ἄλληλα γὰρ τιθέμενα τὰ ἐναντία μείζω φαίνεται’· τὸ γὰρ λευκὸν παρὰ τὸ μέλαν φαινόμενον μᾶλλον λευκὸν φαίνεται. ὡς οὖν ἐπὶ τούτων, οὕτως καὶ ἐπὶ τῶν προειρημένων· μᾶλλον γὰρ πιθανὸν φαίνεται τὸ πάντα πείθεσθαι τῷ πατρὶ παρατιθεμένου τῇ ἐρωτήσει τοῦ ἢ πάντα ἀπειθεῖν, ἤπερ εἰ μόνον ἠρωτήθη τὸ πότερον πάντα δεῖ πείθεσθαι τῷ πατρί.
Σφόδρα δὲ καὶ πολλάκις ποιεῖ δοκεῖν ἐληλέγχθαι.
Τὸ μὲν κατάλληλον τῆς λέξεως τοιοῦτόν ἐστι· σφόδρα δὲ καὶ μάλιστα πολλάκις δοκεῖν ποιεῖ ἐληλέγχθαι τὸ μάλιστα σοφιστικὸν συκοφάντημα τῶν ἐρωτώντων. ἔστι δὲ ὃ λέγει τοιοῦτον· μάλιστα [*](1 τοῦτον om Α 2 ἀμφώδοντα A 3 ἡ alt. AI: om. a 4 ἀμφώδουν Α 7 χρήσιμόν I: χρηστέον a 9. 10 εἰ ὁ ἐρωτῶν ἐθέλει λαβεῖν τὴν πρότασιν τὴν Α 10. 11 συζεύξαντα—ἐρώτησιν aI: δεῖ προτείνειν τὴν πρότασιν συζεύξαντα καὶ τὸ ἐναντίον· οἶον Α 11 προτείνεσθαι I: προτίθεσθαι a 11. 12 τῶ πρὶ ἢ ἅπαντα ἀπειθεῖν 12 δίοι aI: βούλεται Α 14 post λαβεῖν add. οὕτως Α δεῖ AI: om. a 15 ἔν τισι] velut u μὲν οὑν om. Α πρόσκειται Α: πρόκειται I: πρότερον a 16 τὸ λεγόμενον om. Α ἔγκειτο a 20.21 συλλαμβάνειν—προτάσεως—αὐτὴ Α: συμβάλλειν—ἐρωτήσεως—αὐτοῦ al 26 πρὸ εἰ Α 28 et 30 ἐληλέχθαι al 29 μὲν om. Α 30 πολλάκις om. Α δοκεῖν ποιεῖ scripsi (u T): δοκεῖ ποιεῖν aAI 31 τοιοῦτόν ἐστιν ὃ λέγει Α)
Σοφιστικὸν δὲ καὶ τὸ κειμένου παραδόξου.
Σοφιστικόν ἐστι καὶ τὸ κειμένου παραδόξου τὸ προκείμενον ἀξιοῦν ἀποκρίνεσθαι· τὸ γὰρ φαινόμενον ἀντὶ τοῦ ‘προκείμενον’ εἴληπται. καὶ πῶς τὸ προκείμενον ἀξιοῦται, ἐξηγούμενος ἐπήγαγε προκειμένου τοῦ δοκοῦντος ἐξ ἀρχῆς, δυνάμει λέγων ἱεῖ περιέχει ἐν ἑαυτῇ ἡ ἐρωτωμένη πρότασις τὸ κείμενον ἐξ ἀρχῆς, δῆλον ὅτι τὸ προκείμενον ἀξιοῖ ἀποκρίνεσθαι’. οἷον κείμενον ἄδοξόν ἐστι τὸ τὴν ἀδικίαν εὐδαιμονίαν εἶναι· τοῦτο οὖν οἱ σοφισταὶ βουλόμενοι κατασκευάσαι ἐρωτῶσι καὶ ἀξιοῦσι τὸν προσδιαλεγόμενον ἀποκρίνασθαι τὸ φαινόμενον ἄδοξον, καὶ τὴν ἐρώτησιν οὕτως πὼς ποιοῦνται· πότερόν σοι δοκεῖ ὁ Ἀρχέλαος βασιλεὺς ὢν εὐδαίμων ἢ οὕ; εἰ γοῦν ὁμολογήσει τὸ φαινόμενον τοῖς f. 37r πᾶσιν ἔνδοξον, τὸ εἶναι τὸν Ἀρχέλαον εὐδαίμονα, ἐνταῦθα περιέχεται τὸ [*](1 ποιεῖ τοῦ ἐλέγχου Α ὅταν AI: ὅτι a 2 ἤγουν aA: ἤτοι I ἐξενέγκῃ, sed post ἐρωτήσει Α 3. 4 ἀλλὰ συμπεραντικῶς, ἤγουν ἀποφαντικῶς. οὐκ εἶπε δὲ συμπέρασμα Α 4. 5 κυρίως γὰρ συμπέρασμα, omisso ἡ ὅτι, Α 6 ἐπαγόμενον, sed post 5 συλλογιστικῶς Α μὴ—ῥηθείη al: ἀσυλλογίστως ἐπαχθέν, οὐδὲ συμπέρασμα ἐρεῖ τις Α λέγειν Α 9 post συμπεραντικῶς add. ἤγουν ἀποφαντικῶς Α τὸ ὃν πολλά Α 10 δοκεῖ γὰρ ἀποδεῖξαι τοῦτο καὶ ὡς θαρρῶν Α 11 ἐπάγει τοῦτο, ἐπεὶ καὶ ἐν Α οὕτως ἐπήγετο al: ἀποφαντικῶς ἐπάγεται Α 12 ἡ διάμετρος σύμμετρος Α 13 post ἐπάξεις add. οὕτω a, οἶον Α ὡς οὐκ ἔστι τὸ ὃν πολλὰ Α 14 δοκεῖς μὴ ἀποδεῖξαι καὶ ὡς μὴ 15 προαχθείη Ι: προσαχθείη a 16 an αὐτὸ? 17 ἀπαρτήσει a 19 τὸ alt. Al: om. a 20 προκειμένου b 22 post δυνάμει add. τοῦτο Α 23 ἐρωτημένη (sic) a 25 οὖν Al: γοῦν a 26 ἀποκρίνασθαι Al: ἀποκρίνεσθαι a ἄδοξον al: ἔνδοξον τοῖς πολλοῖς Α 29 ἐνταῦθα a: ἐν ταύτη Al)
Ἔτι καθάπερ καὶ ἐν τοῖς ῥητορικοῖς.
Ὥσπερ, φησίν, οἱ ῥήτορες (ῥήτορας δὲ λέγει τοὺς ὑπέρ τινος λόγους ποιουμένους καὶ βοηθοῦντας αὐτῷ) σπουδάζουσι τοὺς ἀντιλέγοντας σφίσιν αὐτοῖς περί τινος δεῖξαι τἀναντία λέγοντας τοῖς ὑπὸ τῶν νόμων λεγομένοις ἢ τοῖς τῆς πόλεως ἔθεσιν, οὕτω καὶ τοῖς ἐλέγξαι βουλομένοις ποιητέον καὶ ἐπιχειρητέον δεῖξαι τὸν ἀποκρινόμενον, ὅτι τἀναντία λέγει τῆς κειμένης θέσεως ὑπ’ αὐτοῦ (τούτου γάρ ἐστι μηνυτικὸν τὸ ἡ πρὸς τὰ ὑφ’ ἑαυτοῦ λεγόμενα) ἢ τἀναντία οἷς ὁμολογεῖ καλῶς λέγειν ἢ πράττειν· οὓς γὰρ ὁμολογεῖ καλῶς λέγειν, τούτοις εἰ δείξομεν τἀναντία λέγοντα, ἐλέγξομεν. δύναται τὸ οὓς ὁμολογεῖ καλῶς λέγειν τοιοῦτον εἶναι· εἴπερ ὁ ἀποκρινόμενος ὁμολογεῖ τὸν Ζήνωνα (ἔστω γὰρ οὗτος) καλῶς λέγειν μὴ εἶναι κίνησιν μηδὲ δύνασθαι διελθεῖν τὸ στάδιον, πειρᾶσθαι χρὴ δεικνύναι ὅτι ἐξ ὧν λέγει συμβαίνει καὶ κίνησιν εἶναι καὶ διιέναι τὸ στάδιον, ὅπερ ἐναντίον τῷ τοῦ Ζήνωνός ἐστι λόγῳ, ὃν καλῶς λέγειν εἴρηκε. καὶ ἔτι φησὶ πειρᾶσθαι δεικνύναι τὸν ἀποκρινόμενον [*](1.2 ἐν τῷ Πλάτωνος Γοργίᾳ] Γοργίᾳ] c. 26 p. 470 D sq. 3 ἐστι Α: εἶναι τοῦτο aA: inv. ord. I 6 τὰ μάλιστα ἀδικήσας ἐβασίλευσεν ἐν μακεδονία Α τῆς delevi 8 ἥντινα Α 9 post ἐξ ἀρχῆς prius add. ὠνόμασε καὶ A 11 ἤτοι AI: ἤγουν a post ἄδικος addendum videtur ἀγαθός 17 ἐλεληχθήσεται a 30 λέγοντα aA: λέγοντας Ι 35 <δεῖ> δεικνύναι conicio, sed cf. p. 45,19)
Ὥσπερ τε ἀποκρινόμενοι πολλάκις.
Τὸ λεγόμενον τοιοῦτόν ἐστι· τὸ ‘ἐπίσταται τοῦτο’ πολλὰ σημαίνει, ἓν μὲν ὅτι ἐπιστήμην ἔχει τοῦτο τὸ ζῷον, οἷον ὁ Σωκράτης, ἕτερον δὲ ὅτι ἐπιστήμῃ χρῆται· ἄλλο γὰρ τὸ ἔχειν ἐπιστήμην καὶ μὴ χρῆσθαι μηδὲ ἐνεργεῖν κατ’ αὐτὴν καὶ ἄλλο τὸ χρῆσθαι καὶ ἐνεργεῖν. τρίτον δὲ τὸ ἐπιστήμην εἶναι αὐτοῦ· τὸ γὰρ λέγειν ὅτι ἐπίσταται τοῦτο, οἷον τὸ τρίγωνον, ταὐτόν ἐστι τῷ ‘ἐπιστήμη ἐστὶν αὐτοῦ, ὅτι τὰς τρεῖς γωνίας δύο ὀρθαῖς ἴσας ἔχει’· διότι οὖν ἔστιν ἐπιστήμη αὐτοῦ καὶ ἔστιν ἐπιστητόν, λέγεται ἐπίστασθαι τοῦτο, οὐχ ὅτι ἐπιστήμην ἔχει τὸ τρίγωνον. τούτου οὕτως ἔχοντος, ἂν ἔροιτό τις ‘ἆρά γε ἐπίσταταί τι; ναί· τί δέ, τὸ ἐπιστάμενον ἐπιστήμην ἔχει; ναί· ἀλλὰ μὴν τὸ τρίγωνον ἐπίσταται· ἐπιστήμην ἄρα ἔχει’, | ῥητέον ὅτι οὐχ ἓν τὸ ‘ἐπίσταται’, καὶ ὡδὶ μὲν συμβαίνει τὸ [έπίστασθαι] [*](f.37v) τοῦτο ἔχειν ἐπιστήμην, εἰ ἐπὶ τοῦ ζῴου τοῦτο ληφθῇ, ἂν δὲ ἐπὶ τοῦ τριγώνου, οὐ συμβαίνει, ἢ μᾶλλον ἄν μὲν τὸ ‘ἐπίσταται τοῦτο’ ἐπὶ τοῦ ἐπιστήμην ἔχειν, συμβαίνει, ἂν δὲ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ, οὐ συμβαίνει, καὶ ὅτι ἐπὶ τοῦ ἐπιστήμην ἔχειν τὸ ‘ἐπίσταται τοῦτο’ δέδωκεν, ἀλλ’ οὐχὶ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ. ἂν δὴ ταῦτα ὁ ἀποκρινόμενος λέγῃ, δεῖν φησι καὶ τὸν ἐρωτῶντα λέγειν ὅτι οὐκ ἐπὶ τοῦ ἐπιστήμην εἶναι αὐτοῦ τὴν ἐρώτησιν ἐποιησάμην, ἀλλ’ ἐπὶ τοῦ ἐπιστήμην ἔχειν, καὶ τοῦτο ἔλαβον. ῥητέον δὲ καὶ οὕτως· οἱ ἀποκρινόμενοι, φησί, πολλάκις ἐλεγχθέντες οὐχ ὁμολογοῦσιν ἐπὶ τῷ συμπεράσματι, ἀλλὰ διενίστανται ἐπ’ ἄλλου μὲν τὴν πρότασιν αὐτοὶ δοῦναι, ἐπ’ ἄλλου δὲ συμπερᾶναι τὸν ἐρωτῶντα. τῶντα. ὅθεν καὶ ἐλεγχθέντες ποιοῦσι διττόν, ἤγουν διαιροῦσι τὸ ὄνομα ἐκεῖνο ἐφ’ ᾧ ἠλέγχθησαν καὶ λέγουσι τόδε δοῦναι· οἷον εἰ περὶ κυνὸς διαλέγοιντο, εἴπωσι δὲ τὸν κύνα καύματα ποιεῖν, ἐπιχειρεῖ δ’ ἐλέγχειν ὁ ἐρωτῶν ἐπὶ τὸν χερσαῖον μεταφέρων τὸν λόγον, αὐτίκα ὁ ἀποκρινόμενος διαιρεῖ τὰ σὴ μαινόμενα τοῦ κυνός. ὥσπερ οὖν οἱ ἀποκρινόμενοι ποιοῦσιν ἐλεγχθέντες, οὕτω καὶ τοὺς ἐρωτῶντας ποιητέον, καὶ ὅταν ἐλέγξωσι, [*](1 δοκοῦντα a τοιούτους λέγων Α 4 post καὶ add. ὁ 1 τῶ AI: cm. a ἐν τῷ Γοργίᾳ] c. 43 p. 488 Esq. καλλίκλον a ὁμοίως a 5 αὐτοῦ Α: αὐτὸς a: compend. Ι ἀπελεκτέον a 6 εἰ prius AI: καὶ a καὶ aI: om. Α 7 ἀποκρινόμενος a 9 ὅτι alt. I: om. a 12 τὸ alt. I: ὅτι a 14 ἐστὶν prius corr. ex εἶναι I 18. 19 ἐπίστασθαι delevi 23 τοῦ a: τῶ I 24 λέγη I: λέγει a ἐπιστήμην corr. ex ἐπιστητοῦ I1 28 αὐτοὶ τὴν πρότασιν Α 30 κοινὸς I 34 ἐλέγξωσι I: ἐλέγχωσι a)