In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 174b 28)

Δεῖ δὲ καὶ ἀφι·σταμένους τοῦ λόγου τὰ λοιπὰ τῶν ἐπιχειρημάτων.

Ἐπειδὴ πολλάκις οἱ ἀποκρινόμενοι εἰς τὴν τῶν ἐρωτώντων τάξιν μετα- πίπτουσιν ἐρωτήσαντος γάρ τινος πρότασιν συντελοῦσαν εἰς κατασκευὴν τῆς κειμένης θέσεως τοῦ ἐρωτῶντος, οἱ ἀποκρινόμενοι ἀντεπιχειροῦσι πρὸς τὴν πρότασιν καὶ ἐρωτῶσί τινα δι’ ὧν νομίζουσιν ἀποφαίνειν ψευδῆ τὴν ἠρωτημένην πρότασιν), λέγει ἀφίστασθαι ἐρωτήσαντα τὴν πρότασιν τοῦ λόγου τοῦ δεικνύντος αὐτὴν ψευδῆ. ὥσπερ καὶ ὁ Καλλικλῆς ποιεῖ· ἐρωτήσας τήσας γὰρ πρότασιν ψευδῆ καὶ τοῦ Σωκράτους ἐπιχειρήσαντος ἐλέγξαι καὶ δεῖξαι ψευδῆ ἀπέστη τοῦ λόγου φήσας “οὐκ οἶδα τί λέγεις, Σώκρατες, <ἀλλ᾿> ἄλλον τινὰ ἐρώτα”. δεῖ οὖν, φησίν, ἀφίστασθαι τοῦ λόγου, γνοίης εὐποροῦντα τὸν ἀποκρινόμενον ἐπιχειρημάτων εἰς τὸ δεῖξαι ψευδῆ τὴν πρότασιν, καὶ ἐπιτέμνειν τὰ λοιπὰ τῶν ἐπιχειρημάτων, καὶ ἂν τοῦτο ἐπιχειρῶν ὅτι ἀποχωρεῖς καὶ ἀφίστασαι τοῦ λόγου, προαγορεύειν ὡς οὐκ ἀφίσταμαι. οἷον καὶ ὁ Καλλικλῆς “ἐρώται σὺ τὰ σμικρὰ ταῦτα καὶ στενά”, μόνον οὐχὶ λέγων ‘τί δεῖ ἀφίστασθαι; οὕτως εὐεξέλεγκτα καὶ εὐτελῆ εἰσιν ἅ με ἐρωτᾷς᾿. ἢ τὸ λεγόμενόν ἐστιν· ὅταν διὰ μακρῶν τὸ προκείμενον συλλογισθῇ τῷ μὴ δύνασθαι διὰ βραχέων (εὐφώρατον γὰρ γίνεται τὸ συμβαῖνον ἐξ ὀλίγων συναγόμενον), δεῖ, φησίν, ἀφίστασθαι τοῦ λόγου, τουτέστι τῆς μακρολογίας, καὶ τὰ λοιπὰ τῶν ἐπιχειρημάτων ἐπιτέμνειν, καὶ ἄν προαισθόμενος τὸ συμβαῖνον ἐνίστηται ὅτι οὐκ ἔστιν ὃ μέλλεις συνάγειν, προαγορεύειν ἰού τὸ καὶ τὸ πρὸ ὀλίγου ὡμολόγησας;’. καὶ ἔστι πολλὰ τοιαῦτα εὑρεῖν παρὰ τῷ Πλάτωνι. καλλίων δὲ οἶμαι ἡ προτέρα ἐξήγησις· τοῦτο γὰρ οὐ σοφιστικόν, τὸ τὰ προδιομολογηθέντα καὶ προδειχθέντα διαρθροῦν, ἀλλὰ διαλεκτικόν. καὶ ὁ βουλόμενος ἀκριβεστέρως μαθεῖν, πῶς ἀφίσταται καὶ ἐπιτέμνει τὸν λόγον ὁ ἀποκρινόμενος, τὸ πρῶτον τῶν Πολιτικῶν τοῦ Πλάτωνος· ἐκεῖσε γὰρ ὁ σοφιστὴς Θρασύμαχος λόγον ὑπέχων καὶ γνοὺς τὸ συμβαῖνον ἀποστὰς τοῦ ἀποκρίνεσθαι συνέτεμε τὸν λόγον ἐρωτῶν. λέγει γὰρ ὁ Πλάτων’ ἐν ἐκείνοις οὕτως· [*](3 supple velut ὁ δὲ διελὼν τὸ κύων ἐνίσταται λέγων ὅτι ἐπ’ ἄλλου μὲν σημαινομένου αὐτὸς ἔδωκεν, ἐπ’ ἄλλου δ’ ἔλαβεν ὁ ἐρωτῶν 4 λαβεῖν v: λαλεῖν aI 15 οὐκ οἶδα κτλ.] Ctorg. c. 60 p. 505C σωκράτης a: compend. I 16 ἀλλ’ e Platone addidi ἄλλην I 18 καὶ ἄν I: κᾂν a 19.20 προαγορεύειν ex Arist. scripsi cf. vs. 27: προσαγορεύειν aI 20 ἐρώτα κτλ.] Gorg. c. 51 p. 497 C 21 τί al: ὅτι Α αὕτως al: ἐπεὶ Α 23 γὰρ al: εἶναι Α 26 καὶ ἄν Al: κἂν a 27 ψεῖς Av: μέλλει al προαγορεύειν I: προσαγορεύειν aA 29 προδιομολογηθέντα Al: προεξομολογηθέντα a 32 πολιτῶν a ἐκεῖ Α 33. 34 ἀποκρίνασθαι a 34 ἐν ἐκείνοις] I 16 p. 343 Α ὅπως (sic) a)

118
“ἐπειδὴ οὖν ἐνταῦθα ἦμεν τοῦ λόγου, ὁ Θρασύμαχος ἀντὶ τοῦ ἀποκρίνεσθαι, εἰπέ μοι, ἔφη, ὦ Σώκρατες” καὶ τὰ ἑξῆς· εἶτα ἐπήγαγε “ταῦτα εἰπὼν ἐν νῷ εἶχεν ἀπιέναι”. εἰ|πόντων δὲ τῶν παρεστώτων ‘διὰ τί [*](f. 38r) ἀφίστασαι;’ καὶ τοῦ Σωκράτους ὁμοίως ‘τί ἀποχωρεῖς καὶ οὐ πείθεις οὕτως ἔχειν ὃ φῄς;’ ὁ Θρασύμαχος εἶπεν ‘οὐκ ἀφίσταμαι’· τοῦτο γὰρ δύναται τὸ “<εἰ> γὰρ οἷς δὴ νῦν ἔλεγον μὴ πέπεισαι, τί ἔτι σοι ποιήσω;”, λέγων πῶς ἀφίσταμαι καὶ τὸν λόγον ἐπιτέμνω, ὃς τοιαῦτα εἶπον πιθανὰ καὶ δυνάμενα πεῖσαι τὸν μὴ κακουργοῦντα;’.

[*](p. 174b30")

Έπιχειρητέον δὲ ἐνίοτε.

Σοφιστικόν ἐστι καὶ τὸ καταλιπόντας περὶ τοῦ προκειμένου ποιεῖσθαι τοὺς λόγους μετάγειν αὐτοὺς καὶ μεταφέρειν πρὸς τοῦτο πρὸς ὃ εὐπορεῖν ἔστιν ἐπιχειρημάτων, ὡς ὁ Πρωταγόρας ἐν τῷ ὁμωνύμῳ διαλόγῳ ποιεῖ, ποτὲ μὲν μύθους τινὰς διεξιὼν, ποτὲ δὲ περὶ ποιημάτων τὸν λόγον ποιούμενος ἐν οἷς εὐπορεῖν ἐπιχειρημάτων ἠδύνατο. ἢ οὖν τοῦτό ἐστιν ὃ λέγει, ὅτι δεῖ μετάγειν τὸν λόγον πρὸς ὃ εὐποροῦμεν ἐπιχειρημάτων, ἢ ὅτι πρὸς ἄλλο τοῦ κειμένου. οἷον εἰ κεῖται τὸν φιλόσοφον πολυπράγμονα εἶναι, δέδωκε δὲ τοῦτο ὁ ἀποκρινόμενος ἐπὶ τοῦ ζητητικοῦ καὶ ἐξεταστικοῦ τῆς τῶν ὄντων φύσεως, δεῖ τὴν πολυπραγμοσύνην καὶ τὸν πολυπράγμονα μεταλαβεῖν πρὸς τὸν φιλοπράγμονα οὕτως· ὁ φιλόσοφος πολυπράγμων, ὁ πολυπράγμων φιλοπράγμων, ὁ φιλοπράγμων ἐρωτικῶς διάκειται περὶ τὰ χρήματα, ὁ φιλόσοφος ἄρα ἐρωτικῶς ἔχει τῶν χρημάτων· ἀλλὰ τοῦτο ψεῦδος· καὶ τὸ ἄρα πολυπράγμονα εἶναι ψεῦδος. ὥσπερ καὶ ὁ Καλλικλῆς πεποίηκε· τοῦ γὰρ Σωκράτους δείξαντος ὅτι τὸ ἀδικεῖν τοῦ ἀδικεῖσθαι αἴσχιον, ὁ Καλλικλῆς μετέλαβε πρὸς ἄλλο εἰπὼν ‘φύσει μὲν παναίσχιον τὸ ἀδικεῖσθαι, νόμῳ δὲ τὸ ἀδικεῖν· ἀλλὰ μὴν τοὺς νόμους φαῦλοι καὶ δειλοὶ ἄνθρωποι τιθένται· ὃ δὲ οὗτοι τίθενται, ἐστὶ φαῦλον, οὐ μὴν ὃ ἡ φύσις· οὐκ ἄρα τὸ ἀδικεῖν φαῦλον’. δεῖ οὖν πρὸς ἄλλο τοῦ κειμένου μεταφέρειν, ὥσπερ καὶ Ἰσοκράτης ποιεῖ· μὴ δυνηθεὶς γὰρ αὐτόθι τὴν Ἑλένην ἐγκωμιάσαι ἐπαινεῖ τοὺς αὐτῆς ἐραστὰς καὶ ἐκ τούτου συνάγει τὸν ἔπαινον εἰς αὐτήν· ἧς γὰρ οἱ ἥρωες ἤρων, πῶς οὐ καθέστηκεν ἀξία ἐπαίνων; καὶ ὁ σοφιστὴς Λυκόφρων τοὺς λυρικοὺς ἐπαινῶν ἐπὶ τὴν λύραν μετήνεγκε τὸν ἔπαινον. ἢ μᾶλλον ἐπειδὴ ὑπό τινων ἠναγκάζετο ἐπαινέσαι τὴν λύραν, εἶτα μὴ λόγων εὐπόρει [*](1 ἦμεν ex Platone scripsi: ἴμεν aAI 1. 2 ἀποκρίνασθαι a 2 ταῦτα κτλ.] c. 17 p. 344D 6 εἰ ex Platone p. 345 Β addidi δὴ νῦν al: νῦν Α: νῦν δὴ Plato πέπεισαι Α Plato: παραπεῖσαι al 8 κακουργοῦντα v: κατηγοροῦντα aAI 11 αὐτοὺς Α: αὐτὰ a: compend. I 12 ἐπιχειρήματος Α ἐν τῷ ὁμ. διαλ.] c. 11 sq., c. 26 20 φιλίως ἔχει περὶ τὰ πράγματα καὶ ἐρωτικῶς, ὁ Α 21. 22 φιλίως ἔχει περὶ τὰ πράγματα· ἀλλὰ μὴν τοῦτο ψεῦδος· οὐκ ἄρα ὁ φιλόσοφος πολυπράγμων. καὶ ὁ Καλλικλῆς δὲ τοιοῦτόν τι πεποίηκε Α 24 μετέβαλε Α εἰπὼν] Gorg. c. 38 p. 483 Α. Β memoriter citat μὲν om. Α 28 ἰσωκράτης a)

119
πολλῶν, μικρὸν τι ἐπαινέσας τὴν αἰσθητὴν ταύτην λύραν ἐπὶ τὴν οὐράνιον ἀνηνέχθη· ἔστι γὰρ ἐν οὐρανῷ ἄστρον τι ἐξ ἄστρων πολλῶν συγκείμενον λύρα ὀνομαζόμενον, εἰς ἣν πολλοὺς καλοὺς καὶ ἀγαθοὺς λόγους ἐξεῦρεν.

[*](p. 174b 33)

Πρὸς δὲ τοὺς ἀπαιτοῦντας πρός τι ἐπιχειρεῖν, ἐπειδὴ δοκεῖ.

Έπειδὴ πολλάκις οἱ ἀποκρινόμενοι τὰς προτεινομένας αὐτοῖς ὑπὸ τῶν ἐρωτώντων προτάσεις οὔτε παντελῶς ἀπαρνοῦνται οὔτε διδόασιν, ἀξιοῦσι δὲ τοὺς προτείνοντας δεικνύναι καὶ δίκαιον δοκεῖ τοῖς ἀκροαταῖς τὴν αἰτίαν λέγειν, διὰ τί ἐστι τοιαύτη, ὡς αὐτοὶ ἤροντο, καὶ οὐ τοὐναντίον, οἷον διὰ τί κινεῖται ἡ ψυχή, ἀλλ’ οὐ μᾶλλον ἀκίνητός ἐστιν, ἐπειδὴ οὖν ἀξιοῦσιν οἱ ἀποκρινόμενοι τοὺς ἐρωτῶντας συνιστᾶν τὰς ἐρωτωμένας ὑπ’ αὐτῶν προτάσεις, λέγει μὴ δεῖν ἄγειν ἐπὶ τὸ καθόλου τὸν ἔλεγχον· εὑρήσει γὰρ ἔνστασιν ἐπὶ τούτῳ. οἷον εἰ ἤρετό τις ἰού δοκεῖ σοι τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους τὴν αὐτὴν εἶναι ἐπιστήμην;’, ὁ δὲ ἀποκρινόμενος ἔφησεν οὒ καὶ ἀπαιτεῖ τὸν ἐρωτήσαντα τὴν πρότασιν δεῖξαι τοῦτο, ἐνδέχεται, φησί, τὸν ἐρωτῶντα δεῖξαι τὴν πρότασιν ἀξιούμενον μὴ οὕτως εἰπεῖν· ἡρμοσμένου καὶ ἀναρμόστου ἡ αὐτὴ ἐπιστήμη καὶ ὀξέος καὶ βαρέος·. ἡ μουσικὴ γάρ· ἀλλὰ καὶ περιττοῦ καὶ ἀρτίου· ἡ ἀριθμητικὴ γάρ· ἀλλὰ καὶ συμμέτρου καὶ ἀσυμμέτρου· ἡ γεωμετρικὴ γάρ· πάντων ἄρα τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη, ὥστε καὶ τοῦ ὑγιεινοῦ καὶ τοῦ νοσώδους· † ἐνστάσεως γὰρ πρὸς τὸ καθόλου λέγων ὅτι γνωστοῦ καὶ ἀγνώστου ὄντων ἐναντίων οὐκ ἔστιν ἡ αὐτὴ ἐπιστήμη, ὥστε οὐ πάντων τῶν ἐναντίων ἡ αὐτὴ ἐπιστήμη· εἰ δὲ μὴ πάντων, οὐδὲ ὑγιεινοῦ καὶ νοσώδους· τί γὰρ κωλύει, ὥσπερ οὐκ ἔστι γνωστοῦ καὶ ἀγνώστου ἡ αὐτή, οὕτως μηδὲ ὑγιεινοῦ καὶ νοσώδους εἶναι τὴν αὐ|τήν; δεῖ οὖν μὴ περὶ τὸ καθόλου ἀλλὰ περὶ τὰ καθ’ ἕκαστα f. 38v διατρίβειν λέγοντα, εἰ μὴ τοῦ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἐπιστήμη, οὐδὲ ἀρτίου καὶ περιττοῦ ἡ αὐτὴ ἔσται· ἀλλὰ μὴν ἀρτίου καὶ περιττοῦ ἡ αὐτή· καὶ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἔσται καὶ οὐχ ἡ αὐτὴ κατὰ σέ· συναληθεύσει ἄρα ἡ ἀντίφασις, καὶ ὃ ἔφησας μὴ εἶναι, τοῦτο καὶ ἔσται καὶ οὐκ ἔσται. ἡ μὲν οὖν τῶν λεγομένων διάνοια αὕτη. ἡ δὲ λέξις ἡ λεχθέντων δ’ ἐνίων εὐφυλακτότερον τὸ καθόλου συμβαῖνον ἐν τοῖς ἐλέγχοις πάνυ ἀσαφής, καθὸ τὸν δὲ σύνδεσμον ἐκ περιττοῦ συμβαίνει κεῖσθαι καὶ διὰ τὸ ἐλλείπειν τινά. ἦν δ’ ἂν σαφής, εἰ οὕτως εἶχε· λεχθέντων δὲ ἐνίων εὐφυλακτότερον τοῦ τὸ καθόλου συμβαῖνον [*](8 προτείνοντας a: προτείναντας I 12 εὑρήσει I: εὑρίσκει a 17 καὶ alt. Α: om. al γάρ] γ ex ν corr. I 18 ἀλλὰ alterum om. Α 19 γεωμετρία Α 20 ἐνσταίη, qui variat in reliquis, Α cf. Paraphr. p. 41,3: ἐνστήσεται fort, recte v 23 κωλύοι a 24 post αὐτὴ expunxit ἐπιστήμη, εἰ δὲ e vs. 22 illata I οὕτως καὶ—μὴ εἶναι (29) A 25 περὶ prius scripsi: πρὸς al cf. p. 120,30 n. 29 συναληθεύει Α ἔφησας Α: ἔφησε al 30 ἡ tertium om. A 32 —p. 120, 1 πάνυ—ἐλέγχοις om. Α 33 σαφὴς a: σαφὲς I 34 δὲ ex δ’ corr. Ι1 ἀφυλακτότερον Ι)

120
ἐν τοῖς ἐλέγχοις τὸ λέγειν τὴν ἀντίφασιν. καὶ εἴη ἀν’ τὸ λεγόμενον τοιοῦτον· λεχθέντων ἐνίων, οἷον ἡρμοσμένου καὶ ἀναρμόστου καὶ περιττοῦ καὶ ἀρτίου ἡ αὐτὴ ἐπιστήμη, τούτων λεχθέντων εὐφυλακτότερόν ἐστι καὶ ἀσφαλέστερον εἰς τὸ ἐλέγξαι τὸν ἀποκρινόμενον (τὸ γὰρ ἐν τοῖς ἐλέγχοις ἀντὶ τοῦ ‘ὅτε ἐλέγξαι βουλόμεθα’) τὸ εἰπεῖν ‘ἀλλὰ μὴν τούτων οὕτως ἐχόντων ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ ἐπιστήμη ἔσται· ἔστι δὲ κατὰ σὲ καὶ οὐχ ἡ αὐτή· συναληθεύσει ἄρα ἡ ἀντίφασις’. εὐφυλακτότερον οὖν τὸ λέγειν ὅτι συναληθεύσει ἡ ἀντίφασις τοῦ λέγειν τὸ καθόλου συμβαῖνον, ἤτοι τοῦ λέγειν ὅτι συμβαίνει τούτων κειμένων τὸ καθόλου· ἔστι δὲ τὸ καθόλου τὸ πάντων τῶν ἐναντίων τὴν αὐτὴν ἐπιστήμην εἶναι ἢ οὐχὶ τὴν αὐτήν.

[*](p. 174b 38)

Οὐ δεῖ δὲ τὸ συμπέρασμα.

Ἐξ ὧν μὲν οὖν αἱ ἐρωτήσεις, καὶ πῶς ἐρωτητέον ἐν ταῖς ἀγωνιστικαῖς διατριβαῖς, εἴρηται. καὶ ἄμφω ἃ νῦν λέγει καὶ ἐν τοῖς προλαβοῦσιν ἐδίδαξε, καὶ νῦν δὲ σαφέστερον αὖθις αὐτὰ ἐκτίθησιν. οὐ δεῖ, φησίν, ἐπί τινων τὸ συμπέρασμα προτατικῶς προάγειν, τουτέστι κατ’ ἐρώτησιν, τησιν, ἀλλὰ οἱονεὶ συμπεραντικόν. τὸ δὲ ἔνια δ’ οὐκ ἐρωτητέον τινὲς μὲν ἐπὶ τῶν συμπερασμάτων λέγουσιν, ὡς οὐ δεῖ τὰ συμπεράσματα ἐρωτηματικῶς προάγεσθαι. τὸ δ’ ἀληθὲς μᾶλλον ἔχει, ὡς διὰ τὰς προτάσεις εἴρηται· τινὰς γὰρ τῶν προτάσεων οὐ δεῖ ἐρωτᾶν ἀλλὰ λαμβάνειν ὡς ὁμολογουμένας.

[*](p. 175a 2)

Περὶ δὲ ἀποκρίσεως καὶ πῶς χρὴ λύειν καὶ τί καὶ πρὸς τίνα χρῆσιν.

Ἤδη μὲν φθάσαντες εἴπομεν ὅτι αἱ ἐρωτήσεις αἱ σοφιστικαὶ ἐκ τῶν δεκατριῶν τρόπων γίνονται, ἔτι τε καὶ πῶς ἐν ταῖς διατριβαῖς ταῖς σοφιστικαῖς ἐρωτητέον. νῦν δὲ λεκτέον ὅπως χρὴ ἀποκρίνεσθαι, καὶ πῶς δεῖ τὰ σοφίσματα λύειν, καὶ τί λυτέον. εἰ γὰρ ὁ προτεινόμενος συλλογισμὸς καὶ τὰς δύο προτάσεις ἔχει ψευδεῖς, ποίαν λυτέον; εἰ γὰρ τὴν ἥττονα, οὐδὲν ἧττον μένει ὡς τὸ πρότερον. ἀλλ’ ἢ πάντως τὴν μείζονα. ἔτι τε καὶ πρὸς τί χρήσιμοί εἰσιν οἱ σοφιστικοὶ λόγοι. φησὶν οὖν πρῶτον περὶ αὐτῶν τούτων, πρὸς ἃ χρήσιμός ἐστιν ἡ τῶν ἐλέγχων τῶν σοφιστικῶν παράδοσις. τρία δὲ εἶναι ταῦτα λέγει, πρὸς τὴν θεολογίαν καὶ καθόλου φιλοσοφίαν, πρὸς τὰς καθ’ ἑαυτὸν ζητήσεις καὶ πρὸς δόξαν. καὶ πρὸς μὲν φιλοσοφίαν χρήσιμοί εἰσι διὰ ταῦτα· ἐπειδὴ γάρ, φησίν, εἴπομεν ὅτι οἱ σοφιστικοὶ ἔλεγχοι ὡς ἐπὶ τὸ πολύ εἰσι γινόμενοι ἀπὸ τῶν παρὰ τὴν λέξιν, τουτέστι λέξεων καὶ ὀνομάτων, ἐάν τις εἰδείη τούτους ὅπως γίνονται [*](1. 2 τοιοῦτον τὸ λεγόμενον Α 2 καὶ alt. om. Α 6 ἔστι Α: ἔσται al 7 οὐχὶ αὐτή a 8 συναληθεύει A ἤγουν a 13 καὶ alt. om. Α ἐν τοῖς προλαβ.] b 8 —11 15 προτατικῶς a Arist.: προτακτικῶς AI (Ciu) 16 post ἀλλὰ καὶ a 30 πρὸς scripsi: περὶ aAI cf. p. 119,25 n, 31 καὶ cm. Α 32 ἑαυτὸν Arist.: ἑαυτὴν a: ἑαυτοὺς Α: compend. I)

121
καὶ ἄρχηται θεολογεῖν, οὐκ ἄν ἀπατηθείη ποτέ, διότι ἐκεῖσε πράγματα μέν εἰσι μὴ ὁρώμενα μήτε αἰσθήσει ὑποπίπτοντα, λόγοι δὲ μόνοι καὶ ὀνόματα· ἃ εἰδώς τις πῶς ἀπατηθήσεται περὶ θεολογίας μετά τινος διαλεγόμενος; τὸ δὲ ἄμεινον ἔχειν ποιοῦσι τοῦτο σημαίνει· οἱ σοφιστικοὶ ἔλεγχοι. φησίν, ὡς ἐπὶ τὸ πολὺ γινόμενοι ἀπὸ τῶν λέξεων ποιοῦσι τὸν μετά τινος θεολογοῦντα ἀμεινόνως ἔχειν πρὸς τὸ ποσαχῶς ἕκαστον λέγεται, ἔτι δὲ καὶ εἰδέναι ποῖα ὁμοίως ἐπί τε τῶν πραγμάτων ἔχουσι καὶ τῶν ὀνομάτων, καὶ ποῖα ἑτέρως· οἷον ἑτέρως τῷ πράγματι ἔχουσι τὸ ὁρᾶν καὶ τὸ τύπτειν, ὁμοίως δὲ τῷ ὀνόματι· ἐνεργητικὰ γὰρ ἄμφω. δεύτερον δέ εἰσι χρήσιμοι πρὸς φιλοσοφίαν, καὶ ὅταν | μὴ [*](f. 39r) θεολογῇ τις μετά τινος ἀλλὰ καθ’ ἑαυτὸν ζητῇ τι. τρίτον δὲ καὶ τὸ λοιπὸν ἔτι χρησιμεύουσι πρὸς δόξαν. ἐπάγει δὲ τίς ἡ δόξα, ἤγουν τὸ δοκεῖν περὶ πάντα γεγυμνάσθαι· εἰ γάρ τις τοὺς σοφιστικοὺς λόγους εἰδείη, πάντως ἄν καὶ ἐν οἷς ὅλως μὴ οἶδεν ἐπιχειρήσῃ λέγειν, καὶ ἄλλων διαλεγομένων αὐτὸς μέμψεταί τινα τῶν λέξεων ὁρμώμενος ἀπὸ τῶν σοφισμάτων καὶ γεγυμνασμένος ἐν τούτοις. καὶ οὐ μόνον μέμψεται τὸν κακῶς διαλεγόμενον, ἀλλὰ καὶ τὴν αἰτίαν εἴποι τῆς μέμψεως· τὸ γὰρ μετά τινος διαλεγόμενον καὶ κοινωνοῦντα λόγων ψέγειν μὲν τοὺς λόγους, μὴ ἐμφανίζειν δὲ δι’ ἣν αἰτίαν ψέγει, ὑποψίαν δίδωσι γνώμης φιλονείκου καὶ μηδὲν εἰδυίας.

[*](p. 175a 17)

Ἀποκρινομένοις δὲ πῶς ἀπαντητέον.

Φανερόν, φησίν, ἐστὶν ἐξ ὧν εἰρήκαμεν πρότερον καὶ διείλομεν τὰ δεκατρία σοφίσματα, πῶς δεῖ ἀπαντᾶν πρὸς τοὺς ἐλέγχους· εἰ γὰρ εἴπομεν ἱκανῶς, ὅπως γίνονται ταῦτα καὶ διὰ ποίαν αἰτίαν, καὶ διείλομεν τὰς ἐν τῷ πυνθάνεσθαι πλεονεξίας (πλεονεξία γὰρ ὄντως ἐστὶ τὸ τὰ ὁμώνυμα ἀναγκάζειν τὸν ἀποκρινόμενον ὁμολογῆσαι), φανερὸν καὶ ὅπως δεῖ ἀποκρίνεσθαι.

[*](p. 175a 20)

Οὐ ταὐτὸ δ’ ἐστὶ λαβόντα τε τὸν λόγον ἰδεῖν.

Νῦν διδάσκει μεγάλην ὠφέλειαν ἐμποιεῖν τὰ γυμνάσια καὶ τὸ πρὸς ἑτέρους διαλέγεσθαι· κ·αὶ γὰρ οὐ ταὐτὸν εἶναι τὸ καθ’ ἑαυτόν τινα λαβόντα λόγον σκοπεῖν καὶ λύειν τὴν τούτου μοχθηρίαν καὶ τὸ ἀπαντᾶν δύνασθαι ταχέως ἐρωτώμενον. καθ’ ἑαυτὸν μὲν γὰρ ἀνέτως καὶ ὡς βούλεται ἐπιχειρεῖ τις· ἡνίκα δὲ ἐρωτᾶται, πολλῆς χρεία τῆς προσοχῆς· πολλάκις [*](7 τε om. Α (u) 9 post δὲ add. καὶ aA 10 χρήσιμοι a: χρήσιμα I 11 θεολογῆ—ζητῆ AI: θεολογεῖ—ζητεῖ a 13 πάντα I Arist.: παντὸς a 14 ἐπιχειρήσῃ I: ἐπιχειρήσει Α: ἐπιχειρῆται a 17 fort, αἰτίαν <ἂν> εἴπη A τινων 18 λόγων Α Arist.: λόγου I (corr. C): λόγον a post λόγων add. ἤγουν διαλέξεως A 19 δίδωσι Α Arist.: δέδωκε al φιλονείκου aA: φιλονίκου I 24 γίνονται I: γίνεται a 28 ταὐτὸν a (A T))

122
γάρ, ἃ οὐκ ἂν συγχωρήσειέ τις ἀπλῶς ἐρωτηθείς, ταῦτα δίδωσι διὰ τοῦ τρόπου τῆς ἐρωτήσεως. ὥστε τρόπον τινὰ ἀγνοοῦντα ποιεῖ τὸν ἀποκρινόμενον νον ἡ τοιάδε ἐρώτησις· ὃ γὰρ ἴσμεν, ὅταν μετατεθῇ καὶ τοιώσδε ἐρωτηθῇ, ἀγνοοῦμεν. οἷον γινώσκοντες ὅτι οὐδεὶς τύπτει τοῖς ὀφθαλμοῖς (τίς γὰρ τῷ ὀφθαλμῷ δύναται τύψαι τινά;), τοῦτο ἄν ἀγνοήσωμεν ἐκ τῆς τοιαύτης ἐρωτήσεως καὶ συγχωρήσομεν ὅτι τύπτεταί τις τῷ ὀφθαλμῷ ἀλλ’ οὐ τῇ ῥάβδῳ ἢ τῇ μάστιγι· οἷον ‘ἆρ’ ᾧ εἶδες σὺ τοῦτον τυπτόμενον, τούτῳ ἐτύπτετο οὗτος;’· εἰ οὖν οὕτως ἐρωτηθείη ὁ λόγος, συλλογισθείη ἄν ὁ ἀποκρινόμενος καὶ φησὶν ὅτι ναί· τούτου δοθέντος εἰ ἐπάξομεν ‘ἀλλὰ μὴν εἶδες τοῦτον τῷ ὀφθαλμῷ τυπτόμενον’, συναχθήσεται τὸ ‘ἐτύπτετο ἄρα τῷ ὀφθαλμῷ’. ὃ γοῦν ᾔδειμεν, ἐρωτώμενοι δι’ ἄλλου τινὸς τρόπου παρ’ ὃν οἴδαμεν ἀγνοοῦμεν διὰ τὸ ἀγύμναστοι εἶναι. ἔτι δ’ ὥσπερ ἐπὶ τῶν ἄλλων τεχνῶν τὸ γεγυμνάσθαι λίαν ὠφέλιμον, οὕτως ἔχει καὶ ἐπὶ τῶν λόγων. ὥστε πολλάκις οἴδαμεν μὲν τὸ ἐρωτώμενον, ἀγύμναστοι δ’ ὄντες καὶ μὴ δυνάμενοι τάχιον ἀποκρίνεσθαι ἐρχόμεθα ὕστεροι τῶν ἀποκρίσεων, σκοποῦντες βράδιον καὶ ὑπὸ τῶν συντόμους τὰς ἐρωτήσεις ποιουμένων παρατρεπόμενοι.