In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.]

Alexander of Aphrodisias

Alexander of Aphrodisias. In Aristotelis Sophisticos Elenchos Commentarius [Sp.],. Wallies, Maximilian, editor. Berlin: Reimer, 1898.

[*](p. 173b 26)

Εἰσὶ δὲ πάντες σχεδὸν οἱ φαινόμενοι σολοικισμοὶ παρὰ τὸ τόδε.

Εἰπὼν ὅπως τις σολοικίζει, νῦν καὶ ἀπὸ ποίας αἰτίας ὁ σολοικισμὸς γίνεται λέγει, ἥτις ἐστὶ τὸ τόδε. τὸ δὲ καὶ ὅταν ἡ πτῶσις ἑρμηνευτικὸν τοῦ πα ῥὰ τὸ τόδε τίθησιν, ὡς εἰ ἔλεγεν ‘ἤτοι ὅταν ἡ μήτε ἄρρεν σημαίνει μήτε θῆλη ἀλλὰ τὸ οὐδέτερον’. τὸ μὲν γὰρ οὗτος ἀρρενικοῦ ἐστι σημαντικόν, τὸ δὲ αὕτη θηλυκοῦ· τὸ δὲ τοῦτο βούλεται μὲν σημαίνειν τὸ οὐδέτερον, ἀλλὰ πολλάκις καὶ ἀρρενικὸν καὶ θῆλυ δηλοῖ. τοῦ μὲν οὖν ἄρρενος καὶ τοῦ θήλεος αἱ πτώσεις ἅπασαι καὶ ἀλλήλων διαφέρουσι καὶ αὐταὶ ἑαυτῶν, καὶ οὐκ ἄν τις διά τινος ἀπατηθείη τῶν τοιούτων πτώσεων ὥστε νομίσαι τὴν αἰτιατικὴν δοτικὴν ἢ τὴν ἀρρενικὴν πτῶσιν θηλυκήν. τῶν δὲ οὐδετέρων ἔνιαι | μὲν πτώσεις [*](f. 35r) διαφέρουσι καὶ ἑαυτῶν καὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν πτώσεων, αἱ δ’ οὔ· ὅθεν καί φασιν οἱ γραμματικοὶ τῶν οὐδετέρων τὴν αὐτὴν εἶναι ὀρθὴν καὶ αἰτιατικὴν καὶ κλητικήν. οἷόν ἐστι τὸ τοῦτο· λαμβάνεται γάρ, ὡς ἔφημεν, καὶ ἐπὶ ἀρσενικοῦ καὶ θηλυκοῦ καὶ αἰτιατικῆς καὶ εὐθείας· ὅθεν καὶ ἀπατᾶταί τις καὶ δοκεῖ σολοικίζειν. δοθέντος γὰρ πολλάκις τοῦ τοῦτο ὡς ἐπὶ οὐδετέρου συλλογίζονται ὡς ἐπὶ ἀρσενικοῦ οἱ σοφισταὶ τοῦτον· ὁμοίως δοθέντος πάλιν ἐπ’ εὐθείας ἐπὶ αἰτιατικὴν αὐτὸ μετάγουσι· καὶ ὁμοίως τούτοις ἐπὶ ἄλλης πτώσεως δοθὲν ἐπὶ ἄλλην αὐτὸ μεταφέρουσι. καὶ πόθεν τοῦτο συμβαίνει, φησὶ διὰ τὸ τόδε κοινὸν εἶναι πτώσεων πολλῶν· σημαίνει γὰρ καὶ τὸ ‘τόδε ὁ Σωχράτης’ καὶ τὸ ‘τόδε τὸν Σωχράτην’.

[*](p. 173b 36)

Δεῖ δ’ ἐναλλὰξ σημαίνειν, μετὰ μὲν τοῦ ἔστι τὸ οὕτος, μέτα ’δε του εἶναι τὸ τοῦτον.

Έπειδὴ ἔφησεν, ὅτι τὸ τοῦτο οὐδέτερον ὂν πολλάκις σημαίνει καὶ ἀρσενικὸν καὶ θῆλυ, καὶ ὅτι καὶ διαφόρους πτώσεις σημαίνει καὶ διὰ τοῦτο ἀπατητικόν ἐστι καὶ ποιεῖ φαίνεσθαι πολλάκις τινὰς σολοικίζοντας, νῦν παραδίδωσι μέθοδον δι’ ἧς ἄν τις τὴν ἀπάτην διαδιδράσκοι, λέγων ὅτι ἐπειδὴ τὸ τοῦτο καὶ τὸ οὗτος καὶ τὸ τοῦτον σημαίνει, δεῖ ἐνηλλαγμένως ποιεῖσθαί σε παρ’ ἑκάστῳ τούτων τῶν δύο σημαινομένων τοῦ τοῦτο τὴν σύν- θεσιν· ἔχε γάρ μοι καὶ τὸ ἔστι καὶ τὸ εἶναι· καὶ εἰ μὲν βούλει εἰπεῖν τὸ τοῦτο [*](1 σχεδὸν a Arist.: om. I 5 ἤτοι I: ἤγουν a 7 ἀρσενικοῦ a αὐτὴ a θηλυκόν a 8 τὸ I: τι a ἀρσενικὸν a 9 θήλεως a 12 ἢ aI: καὶ Α 12 — 14 τῶν — δ’ οὔ om. Α 16 καὶ primum al: ὡς A ἀρρενικοῦ a: ἀρσενι- κῶν Α θηλυκῶν καὶ ἐπὶ Α 20 αὐτὸ v: αὐτὴν al 26 εἶπεν Α πολλάκις Α cf. Arist. b29: πολλὰ al 27 θῆλυ καὶ ἄρρεν Α ὅτι καὶ om. A σημαίνει om. Α διὰ τοῦτο om. Α 28 φαίνεσθαι post τινὰς collocat Α 29 διαδιδράσκοι A: διαδιδράσκῃ Ι: διαδιδράσκει a ὅτι al: ὡς Α 30 σημαίνει post τοῦτο collocat A 31 σε om. Α τούτων τῶν δύο σημαινομένων Α: τῶν δύο τούτων al post τοῦτο add. καὶ Α 32 ἔχε Α: ἔχει al λαβεῖν, sed post p. 108,1 εὐθείας Α)

108
ἐπ’ εὐθείας, προστίθει τὸ ἔστι καὶ λέγε ‘ἔστι τοῦτο’· ὅτε δὲ ὡς ἐπὶ αἰτιατικῆς τὸ τοῦτο ἐκφωνεῖς, τὸ εἶναι πάλιν ἐπίλεγε λέγων ‘εἶναι τοῦτο’. ὁμοίως δὲ ποίει καὶ ἐπὶ τῶν ἀρρενικῶν καὶ θηλυκῶν ὀνομάτων· εἰ γὰρ βούλει δηλῶσαι διὰ τοῦ τοῦτο ἢ ἀρσενικὴν ἢ θηλυκὴν πτῶσιν, αἰτιατικὰς δέ, εἰπὲ ‘εἶναι τοῦτο Κορίσκον, εἶναι τοῦτο Καλλιόπην’, εἰ δ’ εὐθεῖαν, ‘ἔστι τοῦτο Κορίσκος’. καὶ ἐπὶ τῶν λεγομένων δὲ σκευῶν ὁμοίως ποίει, τουτέστι τῶν οὐδετέρων (σκεύη δὲ ταῦτά φησι διὰ τὸ ἄψυχα εἶναι)· καὶ ἐπὶ τούτων γὰρ τῶν ἢ θηλείας ἢ ἄρρενος ἐχόντων ὄνομα (κυρίως γὰρ οὐδέτερα ἐκεῖνά ἐστιν ὅσα εἰς τὸ ο(??) καὶ ν(??) τελευτᾷ· ὅμως καί τινα τῶν ἀρρενικῶν ὀνομάτων τοῖς ἀψύχοις περιτιθέαμεν, ὡς ἀσκὸς καὶ πρίων καὶ τὰ τοιαῦτα), καὶ ἐπὶ τῶν τοιούτων τοίνυν τότε δηλοῦται εὐθεῖα καὶ αἰτιατικὴ πτῶσις, ὅτε τὸ ἔστι ἢ τὸ εἶναι προσθήσομεν· ταῦτα γὰρ λεγόμενα ποιήσει πάμπολυ διαφέρειν.

[*](p. 174a 5)

Καὶ τρόπον τινὰ ὅμοιός ἐστιν ὁ σολοικισμός.

Τρόπον τινά, φησίν, ὅμοιός ἐστιν ὁ σολοικισμὸς τοῖς παρὰ τὸ σχῆμα τῆς λέξεως γινομένοις ἐλέγχοις· ὥσπερ γὰρ ἐν ἐκείνοις ἐπὶ τῶν πραγμάτων τις ἀπατᾶται, οὕτως ἐνταῦθα ἐπὶ τῶν ὀνομάτων συμβαίνει τινὰ σολοικίζειν. ἐκεῖ γὰρ ὁ σοφιστὴς ἐρωτᾷ ‘ἆρα ὁμοίως τῷ σχήματι τῆς λέξεως ἐκφέρεται τὸ ὁρᾶν καὶ τὸ ἀκούειν;’· ναί φησιν ὁ ἀποκρινόμενος· εἶτα συνάγει ταὐτὰ εἶναι. τοῦτο δὲ ἄτοπον· τὸ μὲν γὰρ ἐνεργείας σημαντικόν, τὸ δὲ πάθους δηλωτικόν. γέγονεν οὖν ἐν τούτοις ἐπὶ τῶν πραγμάτων ὁ ἔλεγχος. ἐνταῦθα δὲ κατὰ τὰ ὀνόματα γίνεται ὁ σολοι- κισμός· τὸ γὰρ τόδε ἐπ’ εὐθείας δοθὲν ἐπὶ αἰτιατικὴν παρὰ τοῦ σοφιστοῦ μετήχθη, καὶ γέγονεν ὁ σολοικισμὸς ἐκ τοῦ ὀνόματος. ὅτι δὲ ὁ μὲν παρὰ τὸ σχῆμα τῆς λέξεως δοκεῖ ὅμοιος εἶναι κατά τι τῷ σολοικισμῷ, δῆλον ὡς ἐπὶ παραδείγματος· ἄνθρωπος γάρ, φησί, καὶ λευκὸν καὶ πρᾶγμά ἐστι καὶ ὄνομα· εἰ μὲν οὖν ὡς πράγματά τις αὐτὰ ἐξετάσει, ποιήσει καθ’ ὑπόθεσιν τὸν παρὰ τὸ σχῆμα τῆς λέξεως ἔλεγχον, εἰ δὲ ὡς ὀνόματα, τὸν σολοικισμόν. οὐκ ἐπὶ τοῦ ἀνθρώπου δὲ καὶ τοῦ λευκοῦ ποιήσει τις καὶ τὸν παρὰ τὴν ὁμοιοσχημοσύνην ἔλεγχον καὶ τὸν σολοικισμόν, ἀλλ’ ἐφ’ ἑτέρων τινῶν· ταῦτα γάρ, τὸν ἄνθρωπον καὶ τὸ λευκόν, χάριν παραδείγματος ἔλαβεν, ὡς εἰ ἔλεγε ‘τόδε καὶ τόδε καὶ πράγματά εἰσι καὶ ὀνόματα’. εἰ μὲν οὖν ὡς πράγματά τις αὐτὰ λαμβάνει, ποιήσει τὸν παρὰ τὴν ὁμοιοσχημοσύνην ἔλεγχον, εἰ δὲ ὡς ὀνόματα, τὸν σολοικισμόν. πειρα- [*](1 τὸ ἐστὶ προστίθει Α ὡς om. Α 2 εἷναι τοῦτο I: inv. ord. Α: εἶναι τοῦτον a 3 ποιεῖ aI: τοῦτο ποίει, sed post ὀνομάτων Α ἀρσενικῶν omisso τῶν Α 3.4 διὰ τοῦ τοῦτο βούλει δηλῶσαι 4 ἢ prius om. Α δὲ al: οὔσας ἀμφοτέρας Α 5 εἶπε a 6 ποιεῖ a 9 post καὶ prius add. τὸ Α Arist. ὅμως Α: ὁμοίως I: ὁμοίως (sic) a ἀρσενικῶν a 11 δηλοῦται AI: δηλοῦνται a 16 ὡς Α 17 τῶν om. Α 19 post ἀκούειν add. καὶ τὸ τέμνειν Α 20 γὰρ Α: om. al post γὰρ add. τέμνειν Α 24 μετάχθη a 25. 26 an δηλοῖ καὶ? cf. n. p. 109,21 27 ἐξετάσει a: ἐξετάζει 1 32 post ἔλεγεν add. ἁπλῶς Α)

109
τέον οὖν ἐκ τῶν είρημενων πτώσεων, ἤγουν του τοῦτο, ὅπερ καὶ αἰτιατικὴν καὶ εὐθεῖαν δηλοῖ πτῶσιν καὶ ἀρσενικὴν καὶ θηλυκήν, τὸν σολοικισμὸν συλλογίζεσθαι.

[*](p. 174a 12)

Εἴδη μὲν οὖν ταῦτα τῶν ἀγωνιστικῶν λόγων καὶ μερη των ειοων.

Δύο εἴδη τῶν σοφιστικῶν λόγων ἄνωθεν καὶ ἐξ ἀρχῆς ἀπέδωκε. λέγει οὖν | καὶ πάλιν τὰ αὐτά, ὅτι εἴδη μέν εἰσι τῶν σοφισμάτων ταῦτα, f. 35v μέρη δὲ τοῦ μὲν ἑνὸς εἴδους, τοῦ παρὰ τὴν λέξιν, ἕξ, ὁμώνυμον, ἀρφίβολον καὶ τὰ λοιπὰ δ’, τοῦ δὲ ἑτέρου εἴδους, τοῦ ἐκτὸς τῆς λέξεως, τὰ πολλάκις ἀπηριθμημένα ἑπτὰ σοφίσματα, καὶ τρόποι οἱ δεκατρεῖς. ἔφασαν δέ τινες τρόπους, οὐ κατὰ λόγον ὡς οἶμαι, καὶ τὰ παρὰ τῶν σοφιστῶν σπουδαζόμενα, τὸ φαίνεσθαι ἐλέγχειν, τὸ εἰς ψεῦδος ἄγειν καὶ παράδοξον, τὸ εἰς ἀδολεσχίαν καὶ τὰ ἑξῆς. μέλλων δὲ εἰπεῖν, πῶς ὁ σοφιστὴς τάττει τὰς ἑαυτοῦ ἐρωτήσεις καὶ συντίθησι, καὶ περὶ τούτου πλατύτερον διαλαβεῖν λέγει ὅτι, ὥσπερ ἐν τοῖς διαλεγομένοις οὐ μικρὰ συμβάλλεται τὸ προσηκόντως ταχθῆναι τὰ ἐρωτήματα (καὶ τοῦτο ἐδείξαμεν ἐν τῇ διαλεκτικῇ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν), οὕτως ἔχει καὶ ἐν τοῖς ἀγωνιστικοῖς τῶν λόγων. ἐπεὶ γοῦν ὠφελεῖ καὶ τὸν ἀγωνιζόμενον τὸ οὕτως ἢ οὕτως τάττεσθαι τούτου τὰς ἐρωτήσεις, ἄγε δὴ καὶ περὶ τούτου εἴπωμεν. διάφοροι δέ εἰσι τοῦ ἐλέγχειν τρόποι, καὶ εἷς μὲν τὸ μηκύνειν τὸν λόγον· χαλεπὸν γὰρ καὶ δύσκολόν ἐστι τῷ ἀποκρινομένῳ πάντα συνορᾶν ὡς μὴ συγχεθῆναι αὐτοῦ τὸν νοῦν καὶ δοῦναι ὃ βούλεται ὁ ἐρωτῶν.

[*](p. 174a 18)

Εἰς δὲ τὸ μῆκος στοιχείοις χρηστέον τοῖς προειρημενοις.

Καὶ ὅτι μὲν στοιχεῖον καὶ ἀρχὰς προειρημένας τὰ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν εἰρημένα λέγει, δῆλον. ταῦτα δὲ ἦσαν τὸ παρεμβάλλειν καὶ ἐρωτᾶν μὴ μόνον τὰ αἴτια τοῦ συμπεράσματος ἀλλὰ καὶ τὰ μὴ τοιαῦτα, παραβολαῖς τε καὶ παραδείγμασι καταποικίλλειν τὸν λόγον. ἔτι γε μὴν δῆλον τοῦτο πεποίηκε διὰ τοῦ μετ’ ὀλίγον ῥηθησομένου τοῦ “ὅλως δὲ πάντα τὰ πρὸς τὴν κρύψιν ῥηθέντα πρότερον χρήσιμα καὶ πρὸς τοὺς [*](1 τοῦ superscr. Α1: om al 3 συλλογίζεσθαι I Arist.: συλλογίσασθαι A: συλλογίσεσθαι a 4 εἴδει a 8. 9 ἀμφίβολον a: ἀμφιβολία I 9 ἕκτην (sic) I 10 δεκατρεῖς I: δέκα καὶ τρεῖς a 13 τάττει om. Α 14 καὶ prius om. Α 17 post ὀγδόω add. δηλαδὴ Α ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν] c. 1 p. 155b18 sq. ἔχειν Α 18 οὖν a 21 γάρ ἐστι καὶ δ. Α ἐρωτωμένῳ Α ὡς scripsi cf. n. p. 97.14 107,16: καὶ al: ὥστε Α 21. 22 συγχεθῆναι AI: συγχυθῆναι a 22 αὐτοῦ I et post νοῦν Α: αὐτῶ a 25 προηρημένας a 26 τὸ παρεμβάλλειν κτλ.] cf. Top. VIII 1 p. 157a1 sq. 28 καταποικίλλειν τὸν λόγον ante παραβολαῖς collocat Α 29 μετ’ ὀλίγον] p. 174a26)

110
ἀγωνιστικοὺς λόγους”. δεύτερος τρόπος τοῦ ἐλέγχου, φησί, τὸ ἐπισπεύδειν ταχείας καὶ συντόμους ποιεῖσθαι τὰς ἐρωτήσεις· οἱ γὰρ ἀποχρινόμενοι ὑστερίζοντες καὶ μὴ δυνάμενοι ἀκριβῶς σκοπεῖν ἀπατηθήσονται· εἰ δὲ μέλλοιεν ἐφίστασθαι καὶ προσέχειν, ἀνόητοι νομίζονται. τρίτος τρόπος ἐλέγχου τὸ ποιεῖν τὸν ἀποκρινόμενον ὀργίζεσθαι καὶ θυμοῦσθαι· ταραττόμενοι γάρ, φησίν, οἱ ἀποκρινόμενοι πάντες ἧττον δύνανται φυλάττεσθαι. ἔν τισι δὲ πάντα γράφεται· καὶ εἰ οὕτως ἔχει, δηλοῦται ὅτι οὐ δύνανται θυμούμενοι πάντα ὁρᾶν καὶ φυλάττεσθαι τὰ ἐρωτώμενα κἀντεῦθεν πρὸς ἀπάτην ἀπάγονται. τοῦ δὲ γινώσκειν, φησίν, ὅτι πρὸς ὀργὴν ἐρωτᾶ, στοιχεῖα ἔστω σοι καὶ σημεῖα, καὶ τίνα ταῦτα, σαφῶς λέγει· ὥστε εἰ ταῦτα ποιεῖ, πρὸς ὀργὴν διαλέγεται.

[*](p. 174a 23)

Ἔτι τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι.

Ἔτι, φησί, πρὸς τὸ δύνασθαι ἐλέγχειν συντελεῖ καὶ τὸ ἐναλλὰξ τὰ ἐρωτήματα τιθέναι. καὶ εἴρηται περὶ τούτου καὶ ἐν τῷ δευτέρῳ τῶν Προτέρων ἀναλυτικῶν καὶ ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν. ἔστι δέ, φησί, πρὸς ἔλεγχον συντελοῦν καὶ τὸ πρὸς τὸ αὐτὸ πλείους ἔχειν λόγους, ἤγουν συλλογισμούς· τὴν γὰρ ἡδονὴν δείξει τις ἀγαθὸν ὁτὲ μὲν διὰ τοῦ κατὰ φύσιν, ὁτὲ δὲ διὰ τοῦ πάντα αὐτῆς ἐφίεσθαι. οὐ μόνον δὲ τοῦτο συντελεῖ πρὸς ἔλεγχον ἀλλὰ καὶ τὸ λόγους ἔχειν δεικνύντας καὶ ὅτι οὕτως καὶ οὐχ οὕτως· οἷον ὅτι ἡ ἡδονὴ ἀγαθόν, διὰ τοῦ κατὰ φύσιν καὶ πάντα αὐτῆς ἐφίεσθαι, καὶ ὅτι οὐκ ἀγαθόν, διὰ τοῦ ‘γένεσίς ἐστιν εἰς φύσιν αἰσθητὴ καὶ ἐμποδιστικὴ τοῦ φρονεῖν’. εἰ οὖν ἔχεις πρὸς τὸ αὐτὸ πλείους λόγους δεικνύντας, οἷον ὅτι ἡ ἡδονὴ ἀγαθὸν καὶ ὅτι οὐκ ἀγαθόν, συμβαίνει τὸν ἀποκρινόμενον πρὸς πλείω ποιεῖσθαι τὴν φυλακήν· ὁ δὲ πρὸς πλείω [*](1 post δεύτερος add. δὲ Α φησί om. Α 2 ταχείας om. Α συντόμως τὰς ἐρωτήσεις ποιεῖσθαι Α 2. 3 ἐρωτώμενοι Α 3 post σκοπεῖν add. τὰ ἐρωτώμενα Α 4 δὲ Av: γὰρ al post προσέχειν add. ποῖα τῶν ἐρωτημάτων συμβάλλονται εἰς τὸ προκείμενον, ποῖα δὲ οὔ Α 5 τοῦ ἐλέγχου ἐστὶ τὸ Α τὸν AI: om. a ἐρωτώμενον Α post θυμοῦσθαι add. οὐτῶ δὲ ποιοῦσιν αὐτοὺς ὀργίζεσθαι, ἐν τῶ ἀποκαλεῖν αὐτοὺς χωρικούς Α 6 φησίν om. Α πάντες οἱ ἀποκρινόμενοι ὑπὸ τοῦ θυμοῦ ἧττον Α 7 post φυλάττεσθαι add. ὥστε μὴ δοῦναι ὃ βούλεται ὁ ἐρωτῶν Α post δὲ add. τῶν ἀντιγράφων Α γράφει Α 7. 8 νοεῖται ὡς Α 8 δύνανται I: δύναται aA οἱ θυμούμενοι, sed post ἐρωτώμενα, Α 13 post δύνασθαι add. καὶ I: om. a 14. 15 ἐν τῷ δευτέρῳ τῶν Προτ. ἀναλυτ.] c. 19 p. 66a33 sq. 15 ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν] c. p. 156a23 sp. 16. 17 ἔχειν πολλοὺς συλλογισμοὺς πρὸς τὸ ἓν πρόβλημα· δείξει γάρ τις τὴν ἡδονὴν ἀγαθὸν Α 17 post μὲν add. καὶ Α 18 post δὲ pius add. καὶ Α αὐτῆς Α: αὐτοῦ a: compend. I οὐ — τοῦτο al: πρὸς δὲ Α 19 ἀλλὰ om. Α ἔχειν λόγους Α καὶ alt. om. Α post οὕτως add. ἔχει Α 20. 21 οἷον—ἐφίεσθαι al: ἤγουν κατασκευαστικοὺς καὶ ἀνασκευαστικούς· δείξει γάρ τις τὴν ἡδονὴν ἀγαθὸν δι’ ὧν εἴπομεν Α 21 post ἐφίεσθαι expunxit οὐ—ἔλεγχον e vs. 18. 19 illata I ὅτι al: αὖθις Α ἐστὶν Α: om. al: ante γέν. add. ὅτι ἐστὶ v αἰσθητὴ a: αἰσθητὴν Α: compend. I 22 καὶ διὰ τοῦ ἐμποδιστικόν ἐστι τοῦ Α εἰ γοῦν πρὸς τὸ αὐτὸ καὶ ἓν πλείους ἔχεις λόγους Α 24 ἐρωτώμενον Α)

111
φυλαττόμενος ταράττεται. ὁμοίως καὶ ὁ πρὸς τἀναντία (καὶ γὰρ καὶ οὗτος πρὸς πλείω) ταραττόμενος ἀπατᾶται. καὶ ὅλως τὰ λεχθέντα ἐν τῷ ὀγδόῳ τῶν τοπικῶν, ὡς εἴρηται, χάριν κρύψεως χρήσιμά εἰσι καὶ τοῖς ἀγωνιζομένοις, καὶ μάλιστα, φησίν, εἰσὶ χρήσιμα ἐνταῦθα· ἐπεὶ γὰρ ὁ ἀγωνιζόμενος ἀπατᾶν σπεύδει, ἡ δὲ κρύψις τὴν λήθην προσποιεῖ, ἐξ ἧς ἡ ἀπάτη, εὔδηλον ὡς μάλιστα χρήσιμά εἰσι τὰ περὶ κρύψεως ἐκεῖσε ἡμῖν παραδιδόμενα.

Έπεὶ δὲ πολλάκις ὁ ἀποκρινόμενος ἐρωτώμενός τινα καὶ συνιείς, ὅτι ταῦτα συντελοῦσι τῷ ἐρωτῶντι πρὸς κατασκευὴν οὗ βούλεται αὐτὸς ὁ ἐρωτῶν, οὐ δίδωσι ταῦτα ἀλλ’ ἀνανεύει, διδά|σκει καὶ περὶ τούτου, πῶς [*](f. 36r) χρὴ ποιεῖσθαι τὴν ἐρώτησιν. καὶ λέγει δεῖν [εἶναι] τότε κατὰ ἀπόφασιν ἐρωτᾶν· οἷον εἰ βούλοιτο λαβεῖν ὁ ἐρωτῶν ὅτι ἡ ἡδονὴ κατὰ φύσιν, μὴ οὕτως ἐρωτάτω ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν;’, ἀλλ’ οὕτως ‘ἆρά γε οὐ δοκεῖ σοι ὅτι οὐκ ἔστιν ἡ ἡδονὴ κατὰ φύσιν;’· καὶ ἐπεὶ ἀνανεύει, δῆλον ὅτι κἀνταῦθα ἀνανεύσας εἴποι ἂν ὅτι οὔ, καὶ ῥητέον ἱεῖ μὴ ἀληθὲς τὸ οὐκ ἔστι κατὰ φύσιν, ἀληθὲς ἄρα τὸ ἔστι κατὰ φύσιν’. ἢ καὶ ἐξ ἴσου ποιητέον τὴν ἐρώτησιν, οἷον ἆρά γε ἡ ἡδονὴ κατὰ φύσιν ἢ οὐκ ἔστι κατὰ φύσιν; ἀδήλου γὰρ ὄντος τί τούτων βουλόμεθα λαβεῖν, πολλάκις συμβαίνει συγχωρεῖν ὃ βουλόμεθα, καὶ ἧττον δυσκολαίνουσιν οἱ ἀποκρινόμενοι περὶ τὴν ἀπόκρισιν διὰ τὸ ἄδηλον εἶναι ὃ βούλεται ὁ ἐρωτῶν.